← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§1.3-3.15

十个预备问题与哲学诸派的名称来源

阿摩尼奥斯列出了进入亚里士多德哲学前应探讨的十个预备问题,并讨论了其中第一个问题,即哲学各派名称的来源,涵盖创立者、故乡、地点、生活方式、判定方式(包括持疑派及其驳斥)和偶性特征(漫步学派)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Ἐπειδὴ τῆς Ἀριστοτέλους ἐντὸς ἐθέλομεν γενέσθαι φιλοσοφίας, φέρε τινὰ δέκα τὸν ἀριθμὸν εἰς ταύτην ἡμῖν συμβαλλόμενα ζητήσωμεν, πρῶτον πόθεν τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων, δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τρίτον πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τέταρτον τί τὸ ἀναφαινόμενον ἡμῖν χρήσιμον ἐκ τῆς Ἀριστοτελικῆς φιλοσοφίας, πέμπτον τίνα τὰ ἄγοντα ἐπὶ ταύτην, ἕκτον πῶς δεῖ παρασκευάσασθαι τὸν ἀκροασόμενον φιλοσόφων λόγων, ἕβδομον τί τὸ εἶδος τῆς ἀπαγγελίας, ὄγδοον διὰ τί φαίνεται ὁ φιλόσοφος ἀσάφειαν ἐπιτηδεύσας, ἔννατον ποῖα δεῖ καὶ πόσα προλαμβάνεσθαι ἑκάστου τῶν Ἀριστοτελικῶν συγγραμμάτων, δέκατον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον αὐτά. Ὀνομάζονται μὲν οὖν αἱ τῶν φιλοσόφων αἱρέσεις ἀπό τινων ἑπτά· ἢ γὰρ ἀπὸ τῶν αἱρεσιαρχῶν, ὥσπερ οἱ Πυθαγόρειοι λέγονται καί τινες Ἐπικούρειοί τε καὶ Δημοκρίτειοι Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου τὴν ἀρχὴν τῶν αἱρέσεων ἑκάστης συστησαμένων,1 ἢ ἀπὸ τῆς πατρίδος τῶν προκαταρξαμένων, ὥσπερ ἡ Κυρηναϊκὴ φιλοσοφία λέγεται, ἢ ἀπὸ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὥσπερ οἱ Στωϊκοί, ἐπειδὴ ἐν τῇ στοᾷ ἐπαίδευον τῇ ποικίλῃ, καὶ οἱ Λύκειοι καὶ οἱ Ἀκαδημαϊκοί, οἵτινες ἀπὸ τοῦ τόπου τὴν προσηγορίαν ἔλαβον, ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι, οἵτινες διὰ τὸ παρρησιαστικόν τε καὶ ἐλεγκτικὸν κύνες ὠνομάζοντο· ὥσπερ γὰρ ὁ κύων ἔχει τὸ διακριτικὸν τῶν οἰκείων ἀπὸ τῶν ἀλλοτρίων, οὕτω καὶ οὗτοι ἐποίουν καὶ τοὺς μὲν ἀξίους φιλοσοφίας ἐδέχοντο τοὺς δὲ ἀναξίους καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι φιλοσόφων λόγων ἐδίωκον, καὶ τούτου ἕνεκεν Κυνικοὶ ὠνομάζοντο, ὅθεν καὶ ὁ Πλάτων ἔφη· ‘ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον’. λέγονται δὲ καὶ ἀπὸ τοῦ τρόπου τῆς ἐν τῷ φιλοσοφεῖν διακρίσεως, ὥσπερ οἱ Ἐφεκτικοὶ φιλόσοφοι, οἳ τοῦ τῶν φιλοσόφων οὐδ’ ὅλως ὀνόματος ἠξιώθησαν ὡς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητήσαντες, οὐ μὴν κατωρθωκότες·2 ἔλεγον γὰρ οὗτοι παντελῶς ἀκαταληψίαν εἶναι καὶ μηδένα μηδὲν γινώσκειν. οὓς ἐλέγχει μὲν καὶ δι’ ἄλλων ἰσχυρῶν τε καὶ ἀποδεικτικῶν ὁ Πλάτων, κέχρηται δὲ καὶ τῷ τοιούτῳ τινὶ ἐλέγχῳ ἐκ τοῦ αὐτῶν δόγματος ὁρμώμενος· φησὶ γὰρ ὅτι ‘ὑμεῖς ἐγνωκότες ἀποφαίνεσθε παντελῆ εἶναι ἀκαταληψίαν ἢ οὐκ ἐγνωκότες; εἰ μὲν οὐκ ἐγνωκότες, οὐ δήπου πιστεύσομεν ὑμῖν ἀπὸ γνάθων3 ἀποφαινομένοις· εἰ δὲ ἐγνωκότες, ἔστιν ἄρα κατάληψις.’ ἔλεγον γὰρ ἐκεῖνοι μὴ εἶναι κατάληψιν τῷ λόγῳ τούτῳ χρώμενοι· εἰ μέλλοι εἶναι κατάληψις, δεῖ τὸ γινῶσκον ἐφαρμόζειν τῷ γινωσκομένῳ· εἰ δὲ μέλλοι ἐφαρμόζειν, δεῖ τὸ γινωσκόμενον ἑστάναι τε καὶ ἀεὶ ὡσαύτως ἔχειν, ἢ εἰ κινοῖτο τὸ γινωσκόμενον, συγκινεῖσθαι τὸ γινῶσκον καὶ παρακολουθεῖν αὐτῷ. εἰ τοίνυν τὰ πράγματα οὐχ ἕστηκεν ἀλλ’ ἀεὶ κινεῖται καὶ κινουμένοις αὐτοῖς οὐ δύναται συγκινεῖσθαί τε καὶ συνακολουθεῖν ἡ ἡμετέρα ψυχή, ἀνάγκη ἀκαταληψίαν εἶναι. ὅτι μὲν οὖν κινεῖται τὰ πράγματα καὶ ἀεὶ ἐν ῥοῇ καὶ ἀπορροῇ ἐστι, τοῦτ’ ἔστιν ἐν ῥύσει καὶ μεταβολῇ, ὀρθῶς ἔφασκον, ὅθεν καί τινος τῶν ἀρχαίων εἰρηκότος ὅτι εἰς τὸν αὐτὸν ποταμὸν οὐκ ἔστι δὶς ἐμβῆναι κατὰ τὸν αὐτὸν τόπον, ἔφη πρὸς αὐτὸν ἕτερος τῷ ὄντι ὀξείᾳ τῇ διανοίᾳ, ὡς οὐδ’ ἅπαξ· ἅμα γὰρ τῷ καθεῖναι τὸν πόδα ἐρρύη αὐτὸ τὸ ὕδωρ πρὶν εἰς αὐτὸ τὸ λοιπὸν ἐμβῆναι σῶμα. τοῦτο μὲν οὖν, ὡς εἶπον, ὀρθῶς ἔφησαν, ὅτι δὲ ἡ ψυχὴ ἡ ἡμετέρα οὐ δύναται τούτοις παρακολουθεῖν, τοῦτο ψεύδονται· ἀπέδειξε γὰρ ὁ Πλάτων ὅτι αἱ σπουδαῖαι τῶν ψυχῶν οὐ μόνον οὐ κατόπιν αὐτῶν ἔρχονται, ἀλλὰ καὶ τῷ τάχει τῆς κινήσεως αὐτὰ φθάνουσαι προαπαντῶσι καὶ οὕτως αὐτῶν ἀντιλαμβάνονται. ὀνομάζονται δὲ καὶ ἀπό τινος συμβεβηκότος, ὡς οἱ ἀπὸ τοῦ Περιπάτου· ἐπειδὴ γὰρ ὁ Πλάτων ἐξηγούμενος ἐβάδιζε θέλων τὸ ἑαυτοῦ σῶμα γυμνάζειν, ὡς ἂν μὴ ἀσθενέστερον γεγονὸς ἐμποδὼν γένοιτο ταῖς ψυχικαῖς ἐνεργείαις, οἱ διαδεξάμενοι αὐτόν, ἤγουν ὁ Ξενοκράτης καὶ ὁ Ἀριστοτέλης, ὠνομάσθησαν οὕτως, οἱ ἀπὸ τοῦ Περιπάτου, ὧν ὁ μὲν Ἀριστοτέλης ἐν Λυκείῳ ἐπαίδευεν, ὁ δὲ Ξενοκράτης ἐν Ἀκαδημίᾳ· ὕστερον δὲ τοῖς μὲν ὁ τόπος ἐξέλιπε καὶ ὠνομάσθησαν ἀπὸ τῆς ἐνεργείας τοῦ διδασκάλου Περιπατητικοί, τοῖς δὲ ἡ ἐνέργεια καὶ ὠνομάσθησαν ἀπὸ τοῦ τόπου Ἀκαδημαϊκοί.

既然我们希望进入亚里士多德哲学之门,那么来吧,让我们探讨有助于我们进入该[哲学]的数目为十的若干要点:第一,各哲学学派的名称从何而来;第二,亚里士多德著作的分类是什么;第三,应当从亚里士多德著作中的哪一部开始;第四,从亚里士多德哲学中向我们显明的作用是什么;第五,通往该[哲学]的途径是什么;第六,准备听闻哲学论说的人应当如何自我准备;第七,行文风格的形态是什么;第八,为何哲学家看似特意使用晦涩;第九,对于亚里士多德的每一部著作,应当预先掌握何种以及多少事项;第十,解释这些著作的人应当具备何种品质。 哲学家们的学派乃是根据七种缘由之一而得名的:或者是由于学派创立者——正如被称为毕达哥拉斯派的人,以及某些伊壁鸠鲁派和德谟克利特派,因为毕达哥拉斯、德谟克利特和伊壁鸠鲁奠定了各自学派的开端——;或者是由于始创者的故乡——正如被称为昔兰尼派哲学的那样——;或者是由于他们授课的地点——正如斯多亚派,因为他们在画廊授课,以及吕克昂派和学园派,他们是从地点获得这一称谓的——;或者是由于生活方式——正如犬儒派哲学家,他们由于直言不讳和善于驳斥而被称作狗;因为正如狗具有将自家人与外人区分开来的能力,他们也同样如此,接纳那些配得上哲学的人,而驱逐那些配不上且不能进入哲学论说之门的人,正是为此缘故他们被称为犬儒派,由此柏拉图也说:“狗也具有某种哲学性。” 他们也根据在哲学活动中判定方式的不同而得名,正如持疑派哲学家,他们根本不配获得哲学家的称号,理由是他们虽然探究了事物的本性,却毫无所成;因为他们宣称完全存在不可把握性,并且无人知晓任何事物。柏拉图通过其他有力且具论证性的论据驳斥了他们,同时也从他们自身的学说出发使用了如下的一种驳斥;因为他说:“你们是在认识之后断言存在全然的不可把握性,还是在未认识的情况下断言的?如果在未认识的情况下,我们当然不会相信凭空胡言的你们;而如果在认识之后,那么把握显然存在。”因为他们使用以下论据声称把握不存在:如果把握要存在,认识者就必须与被认识者相契合;而如果要契合,被认识者就必须静止且始终处于相同状态,或者如果被认识者运动,认识者就必须共同运动并与之同行。因此,如果事物不处于静止而始终在运动,且面对运动中的事物,我们的灵魂不能共同运动并与之相伴,那么不可把握性的存在便是必然的。事物处于运动之中并始终处于流入和流出之中,即处于流动和变化之中,这一点他们说得很正确——由此,当古代某人说在同一地点不可能两次踏入同一条河流时,另一个人以真正敏锐的心智对他说,甚至一次都不可能;因为在把脚伸入的同时,在其余身体进入它之前,水本身就已经流走了。因此,正如我所说,这一点他们说得正确,但关于我们的灵魂不能跟上这些事物,他们是在说谎;因为柏拉图证明了,卓越的灵魂不仅不落在它们后面,而且凭借运动的速度赶在它们之前迎上前去,并以此方式把握它们。 他们也根据某种偶性特征而得名,例如来自漫步学派的人;因为柏拉图在讲授时来回走动,希望锻炼自己的身体,以免身体变得更虚弱而成为灵魂活动的阻碍,继承他的人,即色诺克拉底和亚里士多德,就这样被称为“来自漫步学派的人”;其中亚里士多德在吕克昂授课,而色诺克拉底在学园授课;但后来前者失去了地点,由老师的活动而被称作漫步派,而后者失去了活动,由地点而被称作学园派。

语法注3 条
  1. 1.0Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου τὴν ἀρχὴν τῶν αἱρέσεων ἑκάστης συστησαμένων

    这是由属格专有名词并列(Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου)与分词 συστησαμένων 构成的属格绝对结构,在此表示原因。属格名词短语充当语义上的主语,分词则支配宾格短语 τὴν ἀρχὴν τῶν αἱρέσεων ἑκάστης 作为直接宾语。

  2. 1.0ὡς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητήσαντες, οὐ μὴν κατωρθωκότες

    连词 ὡς 连同两个分词(不定过去时 ζητήσαντες 与完成时 κατωρθωκότες)共同修饰主动词 ἠξιώθησαν,表述主观理由或判断依据(“作为……”)。转折小词 οὐ μήν(决不、并未)表示强烈的限制:虽然进行了探讨,却未曾有所成。

  3. 1.0ἀπὸ γνάθων

    字面意为“从下颌出发”,是希腊语习语,意为“凭空地”、“信口开河地”或“不经思索地”。该介词短语副词性地修饰现在分词 ἀποφαινομένοις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:1.3-3.15