- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:27.32-29.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
安摩尼乌阐明形式是结合体的部分并充实本质,从而与偶性不同以驳回宽泛之难;继而针对苹果香气这一狭隘之难,指出气味处于其现存的空气中且伴随着物理实体的散逸,以此捍卫偶性的定义。
φαμὲν οὖν ὅτι πρῶτον μὲν τὸ εἶδος εἰ καὶ μὴ ἔστι μέρος τῆς ὕλης, ἀλλ’ οὖν τοῦ συναμφοτέρου1 (οὕτω γὰρ καὶ τὴν χεῖρά φαμεν οὐ τοῦ λοιποῦ σώματος μέρος εἶναι, ἀλλὰ τοῦ παντός), ἔπειτα δὲ τὸ μὲν εἶδος συμπληρωτικόν ἐστι τῆς ἑκάστου οὐσίας καὶ τούτου φθαρέντος φθείρεται τὸ ὑποκείμενον, τὸ δὲ συμβεβηκὸς οὔτε συμπληροῖ τὴν οὐσίαν τοῦ ὑποκειμένου καὶ φθαρέντος αὐτοῦ οὐδὲν ἐβλάβη τὸ ὑποκείμενον. καὶ ταῦτα μὲν πρὸς τοὺς λέγοντας τὸν ὁρισμὸν ἐφαρμόζειν καὶ ἑτέροις. Οἱ δὲ λέγοντες μὴ πᾶσιν αὐτὸν ἐφαρμόζειν ταῦτά φασιν, ὅτι μόνα τὰ ἀχώριστα ὡρίσατο· ἰδοὺ γὰρ ἡ ἐν τῷ μήλῳ εὐωδία χωρίζεταί τε καὶ πόρρω ὄντος τοῦ μήλου χωρεῖ πρὸς ἡμᾶς, ἔστι δὲ συμβεβηκός· εἰ οὖν χωρίζεται τοῦ ὑποκειμένου, οὐ συμπεριείληπται τῷ ἀποδοθέντι ὁρισμῷ. φαμὲν δ’ ἡμεῖς πρὸς αὐτοὺς ὅτι διχῶς τοῦτο ἐπιλυόμεθα· πρῶτον μὲν ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης ‘ἐν ᾧ ἦν’, ἀλλ’ ἐν ᾧ ἔστιν (οὐκοῦν ἀδύνατον χωρὶς εἶναι τὴν εὐωδίαν τοῦ [μήλου] ἐν ᾧ ἐστι τόπῳ· ἢ γὰρ ἐν τῷ μήλῳ ἐστὶν ἢ ἐν τῷ ἀέρι), ἔπειτα δὲ ὅτι οὐ μόνη ἡ τοῦ μήλου εὐωδία χωρεῖ πρὸς ἡμᾶς, ἀλλὰ μετά τινος οὐσίας τοῦ μήλου. τεκμήριον δὲ τούτου ἐστὶ τὸ ἐν χρόνῳ πλείονι μειοῦσθαι τὸ μῆλον καὶ ῥυτιδοῦσθαι, ὅθεν δῆλον ὅτι διαφορεῖταί τις οὐσία τοῦ μήλου ἐν ᾧ ἡ εὐωδία ὑπῆρχεν. εἰ δέ τις λέγει ‘καίτοι γε ὄντος ἔτι ἐν τῷ δένδρῳ τοῦ μήλου οὐδὲν ἧττον ἐχώρει πρὸς ἡμᾶς ἡ εὐωδία μετὰ τοῦ μὴ ῥυτιδοῦσθαι μῆλον ἔσθ’ ὅτε δὲ καὶ αὔξεσθαι’, φαμὲν πρὸς αὐτὸν ‘ὡς ἀγνοεῖς τὴν θρεπτικήν τε καὶ αὐξητικὴν τῆς φύσεως δύναμιν· ἢ οὐχ ὁρῶμεν κἀπὶ τῶν ζῴων ἁπάντων τὴν αὔξησιν γινομένην; καὶ οὐ δήπου διὰ τοῦτο φήσομεν αὐτὰ μὴ διαφορεῖσθαι ἡμέρας ἑκάστης, ἀλλ’ ὅμως διὰ τὸ πλείονα εἶναι τὴν εἰσφερομένην λόγῳ τροφῆς ποσότητα τῆς ἀπορρεούσης·2 οὕτω διοικούσης τῆς φύσεως οὐ μόνον ἀνεπαίσθητος ἡ διαφόρησις, ἀλλὰ τοὐναντίον αἰσθητὴ μᾶλλον ἡ αὔξησις’. οὕτως οὖν κἀπὶ τοῦ μήλου φαμέν· οὐ γὰρ ὅτι ἀνεπαίσθητος ἡμῖν ἐστιν ἡ ἐν τῷ δένδρῳ ἀπόρροια, διὰ τοῦτο οὐ διαφορεῖταί τις οὐσία ἐξ αὐτοῦ, ἀλλ’ ὅτι πλείων ἡ λόγῳ τροφῆς εἰς αὐτὸ φερομένη οὐσία τῆς ἀπορρεούσης. ὑπάρχει δὲ καὶ ἄλλως τοῦτο πιστοῦσθαι· παρερχόμενοι γὰρ δυσώδη τόπον ἐμφράττομεν τὰς ῥῖνας τῷ ἱματίῳ καὶ εἰσπνέομεν ἀέρα χωρὶς δυσωδίας, ὅθεν δῆλον ὡς οὐ δύναται τὸ ἱμάτιον διαπερᾶν ἡ δυσωδία διὰ τὴν παχύτητα αὐτοῦ·3 ὁ γὰρ ἀὴρ λεπτομερὴς ὢν διοδεύει· ὥστε δῆλον ὅτι ἡ ὀσμὴ αὕτη μετά τινος οὐσίας τοῦ ὑποκειμένου χωρεῖ πρὸς ἡμᾶς. δηλοῦσι δὲ τοῦτο καὶ οἱ ἐκ τοῦ θυμιάματος ἀναδιδόμενοι ἀτμοὶ αὐτόθεν τῇ ὄψει ὑποπίπτοντες διὰ τὴν ἀθρόαν διαφόρησιν καὶ τὴν παχύτητα τῆς ὑποκειμένης οὐσίας.
因此我们说:第一,形式即使不是质料的部分,但仍然是两者结合体的[部分](因为同样地,我们也说手不是身体其余部分的部分,而是整体的部分);第二,形式充实着各事物自身的本质,形式消灭则基底也随之消灭,而偶性既不充实基底的本质,且偶性消灭了基底也丝毫未受损害。以上是针对那些认为这一定义也适用于其他事物的人的回答。 另一方面,那些认为这一定义并不适用于所有[偶性]的人则主张:亚里士多德仅仅定义了不可分离的偶性。因为你看,苹果中的芳香既会分离出来,又会在苹果尚在远处时便传到我们这里,而它却是个偶性;既然它脱离了基底,它便未被包揽在所给出的定义中。 对此我们向他们回答说,我们用两种方式解决这一问题:第一,亚里士多德说的不是“它曾经在其中的”,而是“它在其中的”(因此芳香不可能脱离它现今所在的处所而存在;因为它要么在苹果中,要么在空气中);第二,苹果的芳香并不是独自传到我们这里的,而是伴随着苹果的某种实体。此事的证据在于,历经较长时间后苹果会变小并发皱,由此可见,芳香曾经内在于其中的苹果的某种实体消散了。 如果有人说:“可是当苹果还在树上时,芳香同样传到了我们这里,同时苹果并没有发皱,有时甚至还在长大”,我们就对他说:“你是多么不了解自然那兼具滋养与生长的潜能啊!难道我们没有看到一切动物身上也在发生生长吗?我们绝不会因此就说动物并非每天都在蒸发消散,而只是因为作为养料摄入的量大于流失的量;由于自然如此掌管,不仅消散未被察觉,反而毋宁是生长更加清晰可感。” 因此,我们在苹果的情形上也同样这样说:绝不是因为树上的流失对我们而言不可察觉,某种实体便没有从苹果中消散,而是因为作为养料运送到它里面的实体多于流失的实体。 此外,还可以用另一种方式证实这一点:因为当我们走过发臭的地方时,我们会用衣服掩住鼻孔,吸入没有臭气的空气,由此可见,臭气由于其粗糙稠密而无法穿透衣服(而空气由于微细则得以穿过);从而显然可知,这股气味是伴随着基底的某种实体传到我们这里的。 由熏香升腾起来的烟气也表明了这一点,它们由于整体的消散以及底层实体的粗密,直接落入到了视觉之下。
- 1.15εἰ καὶ μὴ ἔστι μέρος τῆς ὕλης, ἀλλ’ οὖν τοῦ συναμφοτέρου
在让步从句 εἰ καί...(即使……)之后的主句中,连词 ἀλλ' οὖν(至少还是……)后面省略了谓语 [μέρος ἐστίν](是……的部分)。紧随其后的括号内补充(手不是身体其余部分的部分,而是整体的部分)证实了属格 τοῦ συναμφοτέρου(结合体的)表示形式作为部分所归属的整体。
- 1.15οὐ γὰρ ὅτι ἀνεπαίσθητος ἡμῖν ἐστιν ἡ ἐν τῷ δένδρῳ ἀπόρροια, διὰ τοῦτο οὐ διαφορεῖταί τις οὐσία ἐξ αὐτοῦ, ἀλλ’ ὅτι πλείων ἡ λόγῳ τροφῆς εἰς αὐτὸ φερομένη οὐσία τῆς ἀπορρεούσης
这是 οὐ γὰρ ὅτι... διὰ τοῦτο οὐ... ἀλλ' ὅτι... 的相关句式(“绝不是因为……便因此没有……,而是因为……”)。这一句法结构否定了以不可感知性为由断定没有散逸的观点,而将未发皱的原因归结为养料的输入多于流失。
- 1.15διὰ τὴν παχύτητα αὐτοῦ
代词 αὐτοῦ 在上下文中的先行词指代的是 ἡ δυσωδία(恶臭,或携带恶臭的实体),而非 τὸ ἱμάτιον(衣服)。紧随其后的分句通过对比指出了这一点:“因为空气微细(λεπτομερής)而得以穿过”,说明恶臭(及其质料基底)因其粗密(παχύτης)而无法透过滤网。
