- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:26.25-27.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注释了亚里士多德为个别偶性提出的“在基底之中”这一准定义的各个构成要素,并回应了指责该定义过宽或过窄的反驳(针对苏格拉底在空间中以及形式在质料中的反例进行了驳释)。
" Ἐν ὑποκειμένῳ δὲ λέγω." Τὰ τέσσαρα τὰ ἀναφανέντα ἡμῖν ἐκ τῶν ἓξ συζυγιῶν πρόκειται νῦν τῷ Ἀριστοτέλει σαφηνίσαι, λέγω δὴ τὸ μερικὸν συμβεβηκὸς καὶ τὴν μερικὴν οὐσίαν καὶ τὸ καθόλου συμβεβηκὸς καὶ τὴν καθόλου οὐσίαν, καὶ τὴν ἀρχὴν ποιεῖται ἐκ τοῦ μερικοῦ συμβεβηκότος ὡς σαφεστέρου αὐτοῦ ὄντος καὶ ἁπλουστέρου. ἐπεὶ οὖν τὰ πράγματα ἐκ τῶν ὁρισμῶν μανθάνομεν, ἀποδίδωσιν αὐτοῦ τινα οὐχ ὁρισμὸν μὲν ἀνάλογον δὲ μᾶλλον ὁρισμῷ·1 ἀναλογεῖ δὲ τὸ μὲν ἔν τινι γένει, τὰ δὲ λοιπὰ διαφοραῖς· λέγεται γὰρ τὸ ἔν τινι ἑνδεκαχῶς, ἐν χρόνῳ ἐν τόπῳ ἐν ἀγγείῳ ὡς μέρος ἐν ὅλῳ ὡς ὅλον ἐν τοῖς μέρεσιν ὡς εἶδος ἐν γένει ὡς γένος ἐν εἴδει ὡς τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι ὡς εἶδος ἐν ὕλῃ ὡς ἐν τέλει ὡς ἐν ὑποκειμένῳ οἷον τὸ συμβεβηκὸς ἐν οὐσίᾳ. τοῦτο οὖν τὸ ἔν τινι παραλαμβάνει ἐν τῷ ὁρισμῷ ὡς γένος κατὰ πολλῶν λεγόμενον. προσέθηκε δὲ τὸ μὴ ὡς μέρος ὑπάρχον, ἵνα διακρίνῃ αὐτὸ ἀπὸ τῶν ἔν τινι ὄντων ὡς μερῶν, οἷον ἡ τὶς χείρ· αὕτη γὰρ οὖσα ἐν τῷ ἀνθρώπῳ ὅμως ὡς μέρος αὐτοῦ ὑπάρχει. ἵνα οὖν τούτων αὐτὸ χωρίσῃ, προσέθηκε τὸ μὴ ὡς μέρος ὑπάρχον. τὸ δὲ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι προσέθηκεν, ἵνα χωρίσῃ αὐτὸ τῶν λοιπῶν. Ἰστέον δὲ ὅτι τινὲς κακίζουσι τὸν ὁρισμὸν τοῦτον κατ’ ἄμφω τὰς κακίας τῶν ὁρισμῶν, φημὶ δὴ κατὰ τὸ ὑπεραίρειν καὶ ὑπερβάλλειν τὸν ὁρισμὸν τοῦ πράγματος καὶ μέντοι καὶ κατὰ τὸ ἐλλείπειν καὶ μὴ τὸ πᾶν περιορίζειν, λέγοντες ὡς οὐκ ἀντιστρέφει πρὸς τὸ ὁριστόν, ὅπερ δεῖ ἔχειν τοὺς ὅρους πρὸς τὰ ὁριστά, ὡς ἔφαμεν, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· τοῦτο ἀντιστρέφει· καὶ γὰρ εἴ τι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτο ἄνθρωπος. φασὶν οὖν οἱ μὲν τὸν ἀποδεδομένον ὁρισμὸν μὴ πᾶσι τοῖς συμβεβηκόσιν ἐφαρμόζειν, οἱ δὲ καὶ ἑτέροις τισὶ παρὰ τὰ συμβεβηκότα· λέγουσι γὰρ ὅτι ὁ Σωκράτης ἐν τόπῳ ὢν ἔν τινί ἐστι καὶ οὐχ ὡς μέρος ἐν ὅλῳ (οὐ γὰρ μέρος ἐστὶ τοῦ τόπου) καὶ ἀδύνατον χωρὶς αὐτὸν εἶναι τοῦ ἐν ᾧ ἐστιν (ἀδύνατον γὰρ χωρὶς εἶναι τόπου), ὥστε κατὰ τοῦτον τὸν λόγον ὁ Σωκράτης συμβεβηκὸς ὑπάρχει, ὅπερ ἄτοπον. φαμὲν οὖν ὅτι δυνατὸν χωρὶς εἶναι τὸν Σωκράτην τοῦ ἐν ᾧ ἐστι· κἂν γὰρ ὑποθώμεθα αὐτὸν καταλιπόντα τὸν τόπον, ἐν ᾧ ἦν πρότερον, πορευθῆναι εἰς ἕτερον τόπον, οὐδὲν ἧττον Σωκράτης ἐστί· τὸ δὲ συμβεβηκὸς χωρισθὲν τοῦ ὑποκειμένου ἔφθαρται. ἰστέον δὲ ὅτι παρέπεται τῷ Σωκράτει ὁ τόπος οὐχ ὡς συμπληρῶν αὐτοῦ τὴν οὐσίαν ἀλλ’ ὡς παρακολούθημα, ὥσπερ τῷ ἐν φωτὶ βαδίζοντι ἡ σκιὰ παρέπεται μηδαμῶς αὐτοῦ συμπληροῦσα τὴν οἰκείαν οὐσίαν. ἄλλως τε τὸ ἐν τῷ ὑπάρχον συντακτέον, ἵνα ᾖ ‘ὅ τινι ἐνυπάρχον’,2 ἐνυπάρχειν δὲ ἐν τόπῳ τὴν οὐσίαν οὔ φαμεν, ἀλλ’ ὑπάρχειν· ἐκεῖνο γὰρ ἐπὶ μόνων τῶν συμβεβηκότων φαμέν, τὸ ἐνυπάρχειν φημί. πάλιν φασὶ ‘τὸ εἶδος ἐν τῇ ὕλῃ ἐστὶ καὶ οὐκ ἔστι μέρος τῆς ὕλης καὶ ἀδύνατον χωρὶς εἶναι τῆς ὕλης· οὐκοῦν κατὰ τὸν προειρημένον λόγον καὶ τὸ εἶδος συμβεβηκός ἐστι’.
“我所说的‘在基底之中’。” 亚里士多德现在的任务是阐明从六种配对中向我们显现出的四种事物,我指的是个别偶性、个别实体、普遍偶性与普遍实体,并且他从个别偶性开始着手,因为它是更为明了且更为单纯的。既然我们通过定义来认识事物,因而他给出的并非关于它的定义,而更可以说是类似于定义的某种东西;其中,“在某物之中”类比于属,而其余各项则类比于种差。因为“在某物之中”有十一种说法:在时间中、在空间中、在容器中、作为部分在整体中、作为整体在诸部分中、作为种在属中、作为属在种中、作为被统治者的事务在统治者中、作为形式在质料中、作为在目的中、作为在基底中(如偶性在实体中)。因此,他在定义中把这一“在某物之中”作为被述说于多数事物的属而采纳进来。他加上了“不作为部分而存在”,是为了将它与那些作为部分在某物之中的事物区分开来,例如某只手;因为手虽然在人之中,但仍然是作为人的部分而存在的。因此,为了将它与这些事物分开,他加上了“不作为部分而存在”。另一方面,他加上了“不可能脱离其所在之物而存在”,则是为了将它与其余事物分开。 并且必须懂得,有人按照定义的两种缺陷来责难这一界定——我指的是按照界定超出并越过事物,以及按照不足且未能全部界定——他们说,它不能与被定义项进行换位,正如我们说过的,定义对于被定义项应当具有这种换位关系。例如,“人是理性的、必死的、能够接受理智与知识的动物”。这是可以换位的;因为如果有什么是理性的、必死的、能够接受理智与知识的动物,这就是人。于是,一部分人说给出的界定并不适用于所有的偶性,另一部分人则说它甚至适用于除偶性之外的某些其他事物。因为他们说:苏格拉底处于空间中,因而是“在某物之中”,并且不是“作为整体中的部分”(因为他不是空间的部分),而且“他不可能脱离其所在之物而存在”(因为不可能脱离空间而存在),所以按照这一定义苏格拉底便成了偶性,这是荒谬的。对此我们要说,苏格拉底脱离“其所在之物”而存在是可能的;因为即使我们假定他离开了先前所在的处所而前往另一处所,他也丝毫不减其为苏格拉底;而偶性一旦与基底分离,便已消亡。而且应当懂得,空间随伴着苏格拉底,并不是作为充实其本质之物,而是作为随附物,正如阴影随伴着在光中行走的人,却绝不充实其固有的本质一样。此外,“在……中”应当与“存在”连缀起来构成“内在存在于某物之中”,而我们不说实体在空间中“内在存在”,而只说它“存在”;因为我们只在偶性上使用那个说法,我指的是“内在存在”。他们又说:“形式在质料之中,不是质料的部分,并且不可能脱离质料而存在;因此按照前述的定义,形式也是偶性了。”
- 1.15ἀποδίδωσιν αὐτοῦ τινα οὐχ ὁρισμὸν μὲν ἀνάλογον δὲ μᾶλλον ὁρισμῷ
αὐτοῦ 是人称代词属格,在此作宾格性属格使用,修饰定义的动作对象(即“关于个别偶性的”)。τινα 为修饰 ὁρισμόν 的不定代词宾格;ὁρισμῷ 则是由形容词 ἀνάλογον(“与……类似/类似物”)所支配的与格补足语。
- 1.15τὸ ἐν τῷ ὑπάρχον συντακτέον, ἵνα ᾖ ‘ὅ τινι ἐνυπάρχον’
这是针对亚里士多德原文句法结构的裁定:前置词 ἐν 应当与分词 ὑπάρχον 连缀(συντακτέον 为动形容词,“应当结合/连缀”)来理解,使得分离的前置词与分词融合成复合动词分词 ἐνυπάρχον(“内在存在”)。τὸ ἐν 是冠词化的引语前置词。
