- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:24.21-26.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯解释了亚里士多德在讲授范畴之前先引入由普遍/个别与实体/偶性交叉构成的四分法(《范畴篇》第2章,1a20)的原因,借助数论象征及矛盾划分的严密性进行论证,并详细阐明了采用“在基底之上的”以及通过否定来定义实体的根据。
" Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου." Ἀκόλουθον ἦν περὶ αὐτῶν τῶν κατηγοριῶν ποιήσασθαι τὸν λόγον, ἀλλ’ ἐπειδήπερ πρὸ τῆς αὐτῶν διδασκαλίας βούλεται διαίρεσίν τινα τετραδικὴν ὁλοσχερεστέραν ποιήσασθαι, ταύτην προτάττει, ἐπείπερ ἀπὸ μονάδος συντιθέντες μέχρι τῆς τετράδος πρώτως τὸν δέκα ἀριθμὸν ποιοῦμεν, οἷον ἓν δύο τρία τέσσαρα, καὶ οὕτω γίνονται δέκα· οὐσία γὰρ τῆς δεκάδος καὶ οἷον γένεσις ἡ τετράς ἐστιν, ὥσπερ αὕτη πάλιν ἀπὸ δυάδος γίνεται. διελὼν οὖν τὰ λεγόμενα διχῇ νῦν τὰ ὄντα διαιρεῖ τετραχῇ καὶ ἔπειτα τὰ συναμφότερα δεκαχῇ διὰ τῶν οἰκειοτάτων ἀριθμῶν τῆς διαιρέσεως φοιτῶν καὶ ἐπὶ τὸ πᾶν αὐτῶν καὶ τελειότατον πέρας καταντῶν. καὶ δεῖ εἰδέναι ὅτι τὴν μὲν τῶν ὄντων διαίρεσιν εἰς τέσσαρά τινα κατὰ τὸ συμπλεκόμενον ποιεῖ, ὕστερον δὲ τὴν τῶν δέκα γενῶν ἀσυμπλόκως ἀπαρίθμησιν ποιεῖται. Ἔστι δὲ ἡ διαίρεσις αὕτη· τῶν ὄντων τὰ μέν ἐστι καθόλου τὰ δὲ μερικά, καὶ πάλιν τῶν ὄντων τὰ μέν ἐστιν οὐσίαι τὰ δὲ συμβεβηκότα· γίνονται τοίνυν συζυγίαι ἕξ, καθὼς ἐν τῇ Εἰσαγωγῇ ἐμάθομεν, ὧν αἱ δύο ἀνυπόστατοι, αἱ δὲ λοιπαὶ τέσσαρες, φημὶ δὴ τάς τε ὑπαλλήλους καὶ τὰς διαγωνίους,1 συνεστάσιν. εἰσὶ δὲ αὗται· τῶν ὄντων τὰ μὲν καθόλου οὐσίαι τὰ δὲ μερικά συμβεβηκότα, καὶ τὰ μὲν καθόλου συμβεβηκότα τὰ δὲ μερικαὶ οὐσίαι, οἷον ἄνθρωπος καὶ τὸ τὶ λευκὸν ἢ τὶς ἐπιστήμη καὶ λευκὸν καὶ τὶς ἄνθρωπος. ἔστι δ’ ἡμῖν ἐν παραδείγματι τόδε ἀλλ’ εἰ μὲν ταύταις ταῖς φωναῖς ἐχρήσατο ὁ Ἀριστοτέλης, σαφὲς ἂν ἦν τὸ λεγόμενον· ἑτέροις δὲ ὀνόμασιν ἐκέχρητο διὰ τὸ τὴν ἀσάφειαν αὐτὸν ἐπιτηδεύειν, ὡς εἴρηται, καὶ διὰ τὸ βούλεσθαι αὐτὸν οἰκειοτέροις ὀνόμασι χρῆσθαι. ἐκάλεσε δὲ τὸ καθόλου καθ’ ὑποκειμένου, διότι πάντως κατά τινος ὑποκειμένου λέγεται, τὸ δὲ μερικὸν οὐ καθ’ ὑποκειμένου, διότι οὐ λέγεται κατά τινος ὑποκειμένου (ἐκάλεσε δὲ αὐτὸ τῇ ἀποφάσει τοῦ ἑτέρου), τὸ δὲ συμβεβηκὸς ἐν ὑποκειμένῳ, διότι δέεται ἄλλου τινὸς ὑποκειμένου εἰς τὸ ὑποστῆναι, τὴν δὲ οὐσίαν εἶπεν οὐκ ἐν ὑποκειμένῳ. ὅθεν καὶ ἄξιον ζητῆσαι τίνος ἕνεκεν οὐκ ἐκάλεσεν αὐτὴν ὑποκείμενον, ἀλλὰ τῇ ἀποφάσει τῆς φωνῆς τῆς σημαινούσης τὸ συμβεβηκός. ἐροῦμεν ὅτι πρῶτον μὲν οὐ πᾶσα οὐσία ἐστὶν ὑποκείμενον (οὐ γὰρ δήπου καὶ αἱ πρῶται καὶ αἱ θεῖαι οὐσίαι εἰσὶν ὑποκείμενα), ὥστ’ εἰκότως οὐκ ἐκάλεσεν αὐτὴν ὑποκείμενον. ἔπειτα δὲ καὶ τὴν διαίρεσιν ποιούμενος τῶν πραγμάτων ἠθέλησεν ἐξ ἀποφάσεως καὶ καταφάσεως αὐτὴν ποιήσασθαι, ἵνα ἄφυκτος ὑπάρχῃ καὶ τῷ ὄντι πάντα περιλάβῃ, ὡς ἂν εἰ ἔλεγε ‘τῶν χρωμάτων τὰ μέν εἰσι μέλανα τὰ δὲ οὐ μέλανα’· ὁ γὰρ οὕτως εἰπὼν πάντα συμπεριέλαβεν, ὁ δέ γε εἰπὼν ὅτι τῶν χρωμάτων τὰ μέν εἰσι μέλανα τὰ δὲ λευκά, οὐ πάντα περιέλαβεν· οὐ γὰρ δὴ τὰ ὠχρὰ καὶ τὰ φαιὰ καὶ τὰ ἄλλα χρώματα. καλῶς οὖν ἐξ ἀποφάσεως καὶ καταφάσεως παρέδωκε τὴν διαίρεσιν. ἢ ὅτι τὸ ὑποκείμενον διχῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν ὡς ἡ οὐσία τοῖς συμβεβηκόσι, τὸ δὲ πρὸς κατηγορίαν ὡς αἱ μερικαὶ οὐσίαι ταῖς καθόλου· ὑπόκεινται γὰρ αὐταῖς αἱ μερικαί, οὐχ ἵνα ὑποστῶσι (προυφεστήκασι γὰρ αἱ καθόλου), ἀλλ’ ἵνα κατ’ αὐτῶν ῥηθῶσιν· εἰ οὖν ἁπλῶς εἶπεν ὑποκείμενον τὴν οὐσίαν, ἐνίστατό τις λέγων μήποτε τὴν μερικὴν μόνην οὐσίαν λέγει2 τὴν πρὸς κατηγορίαν ὑποκειμένην τοῖς καθόλου. καὶ τούτοις τοῖς ὀνόμασι κεχρημένος ἐκτίθεται τὰς τέσσαρας συζυγίας, καὶ πρώτην τὴν καθόλου οὐσίαν, ὡς τιμιωτέραν, ἔπειτα τὸ ἀντικείμενον, λέγω δὴ τὸ μερικὸν συμβεβηκός, εἶτα προετίμησε τὸ καθόλου συμβεβηκὸς τῆς μερικῆς οὐσίας, διότι περὶ τῶν καθόλου τοῖς φιλοσόφοις ὁ λόγος. Σκοπῆσαι δὲ δεῖ πῶς ὁ φιλόσοφός φησι τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστι· καὶ ῥητέον ὅτι ἐνταῦθα μὲν περὶ φωνῶν διαλεγόμενος ἐχρήσατο τῷ λέγεται, ἡνίκα δὲ περὶ οὐσιῶν, τῷ ἐστίν.
“在存在物中,有些[被述说于]某个基底。” 按照顺序本应论述范畴本身,但既然在对它们的教示之前,他希望进行某种更具概括性的四分法,因而将此置于前面;因为我们从一数[monas]起相加直至四数[tetras],才首次生成十这个数目,例如一、二、三、四,这样就成了十;因为十数[dekas]的本质与可以说生成乃是四数,正如四数本身又是从二数[dyas]生成的一样。因此,他在将所说的事物作了两重区分之后,现在又将存在物作了四重区分,然后又通过最切合于划分的数目将两者结合起来作了十重区分,并达到了它们整体的且最完满的终点。而且必须懂得,他是依结合之物而将存在物划分为四类的,随后则无结合地对十个属进行了列举。 而这一划分如下:存在物中,有些是普遍的,有些是个别的;再次,存在物中,有些是实体,有些是偶性。于是便产生了六种配对,正如我们在《导论》中所学到的那样,其中两种不能成立,其余四种——我指的是并列的配对与对角的配对——则得以成立。它们是:存在物中,有些是普遍实体,有些是个别偶性;有些是普遍偶性,有些是个别实体;例如人、某种个别的白或某种个别的知识、白、某个个别的人。而我们在图式中具有如下情况。但是,如果亚里士多德使用了这些文辞,所说的就会很清楚;然而他使用了另一些名称,正如已经说过的,是因为他故意采用晦涩,并且因为他希望使用更为本己的名称。他把普遍者称为“在基底之上的”,因为它必定被述说于某个基底;把个别者称为“不在基底之上的”,因为它不被述说于任何基底(他是以另一方的否定来称呼它的);把偶性称为“在基底之中的”,因为它为了存立需要某个其他的基底;而实体他说成是“不在基底之中的”。 由此也值得探讨,究竟由于什么原因他没有称它为“基底”,而是用表示偶性的文辞的否定来称呼它。我们要说:第一,并非所有实体都是基底(因为第一实体和神圣实体绝非基底),因此他合乎常理地没有称它为“基底”。其次,他在对事物进行划分时,也希望从否定与肯定来进行划分,以便划分是不可逃避的且真正包罗万象,就像他说“在颜色中,有些是黑的,有些不是黑的”那样;因为这样说的人包揽了一切,而说“在颜色中,有些是黑的,有些是白的”的人,则并未包罗万象;因为显然没有包罗浅黄、灰暗以及其他颜色。因此,他从否定与肯定来传授划分是极为妥当的。或者是因为,“基底”有两种说法:一种是就存在而言,如实体之于诸偶性;另一种是就述说而言,如诸个别实体之于普遍者;因为诸个别实体在普遍者之下作为基底,不是为了使普遍者存立(因为普遍者预先存立),而是为了普遍者能被述说于它们;因此,如果他单单称实体为“基底”,就会有人提出异议说:莫非他只是在说就述说而言在普遍者之下的个别实体吗?使用了这些名称之后,他陈述了这四种配对:首先是普遍实体,因为它是更崇高的;其次是其对立者,我指的是个别偶性;随后他将普遍偶性置于个别实体之前,因为哲学家的论述是关于普遍者的。 还必须考察哲学家是如何说“在存在物中,有些被述说于某个基底,但不在任何基底之中”的;应当说,在此论及文辞时他使用了“被述说”,而在论及实体时则使用了“存在”。
- 1.14φημὶ δὴ τάς τε ὑπαλλήλους καὶ τὰς διαγωνίους
该句虽然是对前文主语 αἱ δὲ λοιπαὶ τέσσαρες(主格)的同格补充,但由于插入了动词 φημί(“我指的是”),因而作为其直接宾语采用了宾格(τάς τε ὑπαλλήλους καὶ τὰς διαγωνίους)。
- 1.14μήποτε τὴν μερικὴν μόνην οὐσίαν λέγει
连词 μήποτε 引导由分词 λέγων 引出的表示疑虑或试探性断言的从句,在句法上表示委婉的质疑或反诘:“莫非他指的是……”或“恐怕他仅仅是指……”。
