← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§22.20-24.20

派生名辞的四项条件与结合表达式的顺序

阿摩尼奥斯注解了亚里士多德对派生名辞的定义(1a12),提出了名称与事物在共有与差异上的四项条件,界定了词形变化(ptosis)的含义,并论证派生名辞更接近同名同义者而非同名异义者,随后解释了结合表达式先于非结合表达式的编排理由(1a16)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12

" Παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος." Ἰστέον ὅτι ἐν τοῖς παρωνύμοις τέσσαρά τινα θεωρεῖται, δύο μὲν ἤγουν κοινωνία καὶ διαφορὰ περὶ τὸ ὄνομα, καὶ δύο ἤγουν κοινωνία καὶ διαφορὰ περὶ τὸ πρᾶγμα, ὥσπερ γραμματικὴ καὶ γραμματικός· ἔστι γὰρ ἐπὶ τούτοις κοινωνία μὲν περὶ τοὔνομα φανερῶς, καὶ ἡ διαφορὰ δὲ κατὰ τὴν τελευταίαν συλλαβήν, ὅτι ἐπὶ μὲν τοῦ ἐστι κος, ἐπὶ δὲ τοῦ κη. ὁμοίως δὲ καὶ περὶ τὸ πρᾶγμα· * καὶ γὰρ ὁ γραμματικὸς οὐσία ἐστίν, ἡ δὲ γραμματικὴ ἐπιστήμη τις ἤγουν ποιότης καὶ κατὰ συμβεβηκός. ἐὰν γὰρ ἓν τούτων ἀπολειφθῇ, οὐκ ἔστι παρώνυμα· ἔστω γὰρ περὶ τὸ ὄνομα κοινωνία καὶ διαφορά, ἔστω δὲ καὶ ἡ περὶ τὸ πρᾶγμα κοινωνία, διαφορὰ δὲ μὴ εἴη, καὶ οὐκ ἔσται παρώνυμα, οἷον πλάτανος καὶ πλατάνιστος· ἐνταῦθα γὰρ οὐκ ἂν εἴποιμεν παρώνυμα· ταὐτὸ γάρ ἐστιν. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, κοινωνία δὲ μὴ εἴη κατὰ τὸ πρᾶγμα, καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς Ἑλένης καὶ τοῦ Ἑλένου. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, διαφορὰ δὲ μὴ εἴη κατὰ τὴν τελευταίαν συλλαβήν, καὶ οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς μουσικῆς ἐπιστήμης καὶ μουσικῆς γυναικός· ὁμώνυμα γὰρ 〈ταῦτα〉 καὶ οὐ παρώνυμα. πάλιν ἔστω τὰ ἄλλα, κοινωνία δὲ μὴ εἴη περὶ τὸ ὄνομα, καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ τοῦ σπουδαίου. χρὴ γοῦν τὰ παρώνυμα πάντα ἔχειν τὰ εἰρημένα, ὡς ἐπὶ τῆς γραμματικῆς τέχνης καὶ τοῦ γραμματικοῦ· λέγεται γὰρ ἐπ’ αὐτῶν παρωνύμως. πάνυ οὖν συντόμως ὁ φιλόσοφος πάντα τὰ εἰρημένα περιέλαβεν· εἰρηκὼς γὰρ τὸ ἀπό τινος τὴν κατὰ τὸ πρᾶγμα κοινωνίαν καὶ ἑτερότητα ἐδήλωσεν· εἰ γὰρ ἀπό τινος, δῆλον ὅτι ἔχει κοινωνίαν πρὸς ἐκεῖνο, εἰ δὲ ὅλως ἀπ’ αὐτοῦ, δῆλον ὅτι καὶ διαφέρει· εἰ γὰρ μὴ διέφερεν, ἀπό τινος οὐκ ἐλέγετο, ἀλλ’ αὐτὸ τὸ πρᾶγμα ἂν ἦν. εἰπὼν δὲ διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει1 τὴν κοινωνίαν καὶ τὴν διαφορὰν παρίστησι τοῦ ὀνόματος· διαφέρει γὰρ τῇ πτώσει κατὰ τὸ τέλος τοῦ ὀνόματος γραμματικὴ γραμματικός· πτῶσιν γὰρ ὁ φιλόσοφος καλεῖ τὴν ἀναλογίαν τῆς τελευταίας συλλαβῆς2 καὶ οὐχ, ὡς οἱ γραμματικοί, τὴν ἀπὸ τῆς ὀρθῆς ἐπὶ τὴν γενικὴν καὶ δοτικὴν ἑτερότητα. Ἰστέον δὲ ὅτι τινὲς τὰ παρώνυμα μέσα εἶναι λέγουσιν ἀκριβῶς τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων, κοινωνοῦντα μὲν αὐτοῖς, καθὸ καὶ ταῦτα κἀκεῖνα κοινωνίαν ὀνόματος ἔχειν ἐθέλει, διαφέροντα δὲ τῶν μὲν ὁμωνύμων, διότι ἐκεῖνα μέν, τὰ ὁμώνυμά φημι, παντελῶς διάφορα ἔχει τὰ πράγματα, ταῦτα δὲ κοινωνοῦντα, τῶν δὲ συνωνύμων διαφέροντα τὰ παρώνυμα, διότι ἐκεῖνα μὲν παντελῆ κοινωνίαν ἐπιφέρει τοῖς πράγμασι, τὰ δὲ παρώνυμα καὶ διαφορὰν ἐπιζητεῖ. εἰδέναι δὲ δεῖ ὅτι ἀκριβῶς μέσα οὐκ ἔστι τὰ παρώνυμα, ἀλλὰ μᾶλλον πλησιάζει τοῖς συνωνύμοις· κοινωνεῖ γὰρ αὐτοῖς καὶ κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος καὶ τοῦ πράγματος, πλὴν τοσοῦτον μόνον αὐτῶν διαφέρει, ὅτι τὰ παρώνυμα οὐ παντελῆ κοινωνίαν ἔχει τοῦ πράγματος καὶ τοῦ ὀνόματος, ἀλλά τινα ἐλάττονα καὶ διαφορὰν ἐν τούτοις ἔχει. τῶν δὲ ὁμωνύμων οὐκ ὀλίγῳ τινὶ διέστηκε τὰ παρώνυμα, τοσοῦτον μόνον αὐτοῖς πλησιάζοντα κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος,3 ἀλλὰ καὶ ἐν ταύτῃ τῇ κοινωνίᾳ θεωρεῖταί τις διαφορά· τὰ μὲν γὰρ ὁμώνυμα παντελῆ κοινωνίαν ἐθέλει ἔχειν αὐτοῦ τοῦ ὀνόματος, τὰ δὲ παρώνυμα καὶ διαφορὰν ἐθέλει τινὰ ἔχειν· ὥστε μᾶλλον τοῖς συνωνύμοις πλησιάζει τὰ παρώνυμα.

“派生名辞者被说成是凡从某物[而来的一切]。” 应当知道,在派生名辞者中考察到四种情况:关于名称的两种,即共有与差异;关于事物的两种,即共有与差异;正如“文法术”与“文法家”;因为在这些事物上,关于名称显然存在着共有,且差异在于最后一个音节,因为对于一方而言是-kos,而对于另一方则是-ke。同样地关于事物也是如此;[……]因为文法家是实体,而文法术是某种知识,也就是性质且是属偶性的。因为如果遗漏了其中之一,就不是派生名辞者。因为假设关于名称有共有与差异,关于事物也有共有,但若没有差异,就不会是派生名辞者,例如“悬铃木”[platanos与platanistos];因为在此我们不会说是派生名辞者,因为这是同一事物。再次,假设其他一切都依序成立,但在事物上没有共有,同样也不会是派生名辞者,如在海伦与赫勒诺斯的情形下。再次,假设其他一切都依序成立,但在最后一个音节上没有差异,就不会是派生名辞者,如在音乐知识与通晓音乐的妇女的情形下;因为这些是同名异义者而非派生名辞者。再次,假设其他成立,但在名称上没有共有,同样也不会是派生名辞者,如在德性与卓越者[品质优良之人]的情形下。因此,派生名辞者必须具备所有上述条件,如在文法技艺与文法家的情形下;因为就它们而言是被派生名辞地述说的。因此,哲学家极其简要地概括了所有上述要点:因为通过说“从某物”,他表明了就事物而言的共有与殊异;因为如果是从某物而来,显然与那事物具有共有,但如果确是从它而来,显然也是有所差异的;因为如果不具差异,就不会被称为“从某物”,而是会成为该事物本身。而通过说“在词形变化上有所差异,却具有依名称而定的称谓”,他展示了名称的共有与差异;因为“文法术”与“文法家”在名称的末尾因词形变化而有所差异;因为哲学家所称的“词形变化”,是指末尾音节的对应变化,而不是像文法学者们那样指从主格到属格和与格的变异。应当知道,有些人说派生名辞者严格地介于同名异义者与同名同义者之间,与它们相共有,乃是因为这两者都要求具有名称的共有;而有别于同名异义者,是因为那些,即同名异义者,具有完全不同的事物,而这些具有共有的事物;派生名辞者又有别于同名同义者,是因为那些将完全的共有赋予事物,而派生名辞者还要求差异。但必须懂得,派生名辞者并非严格的中介,而是更接近同名同义者;因为它们在名称的共有与事物的共有两方面都与同名同义者相共有,除此以外与它们的差异仅在于:派生名辞者并不具有事物与名称的完全共有,而是在这些之中具有某种减弱与差异。但派生名辞者与同名异义者的差距非同小可,仅仅在名称的共有上接近它们,甚至在这一共有中也考察到某种差异;因为同名异义者要求具有名称本身的完全共有,而派生名辞者还要求具有某种差异;因此派生名辞者更接近同名同义者。

§1.13

"Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκήν." Διὰ τίνα αἰτίαν τὰ κατὰ συμπλοκὴν προέταξε τῶν ἄνευ συμπλοκῆς; εἰκότως· ἐπειδὴ γὰρ τὰ ἄνευ συμπλοκῆς μέλλει διαιρεῖν, διὰ τοῦτο ὕστερον αὐτὰ εἶπεν, ἵνα εὐθέως ποιήσηται τὴν διδασκαλίαν περὶ αὐτῶν. διαιρεῖ δὲ αὐτά, ὅταν λέγῃ τὰ δὲ ἄνευ συμπλοκῆς οἷον ἄνθρωπος βοῦς τρέχει νικᾷ. ἐξεπίτηδες τὰ δύο ἅμα ὀνόματα τάττει καὶ τὰ δύο ἅμα ῥήματα, ἵνα μή τις κατὰ συμπλοκὴν αὐτὸν λέγειν νομίσῃ τὸ ὄνομα τῷ ῥήματι συναναγινώσκων.4

“在所说的事物中,有些是结合的。” 由于什么原因他把结合的置于无结合的之前呢?合乎常理:因为既然他将要划分无结合的,由于这个缘故他把它们放在后面说,以便立即对它们进行教示。而当他说“无结合的,例如人、牛、跑、胜”时,他便划分了它们。他故意将两个名词排在一起,并将两个动词排在一起,以免有人将名词与动词连读而以为他是在结合地述说。

语法注4 条
  1. 1.12διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει

    引自亚里士多德原文(1a12-13)的整个词组作为分词 εἰπών 的宾语。在引语内部,διαφέροντα 是与承自原文引首的中性复数主语 ὅσα 相一致的分词,ἔχει 为限定动词,τὴν κατὰ τοὔνομα προσηγορίαν 是其宾语,τῇ πτώσει 则是表示方面的与格(“在词形变化上”)。

  2. 1.12πτῶσιν γὰρ ὁ φιλόσοφος καλεῖ τὴν ἀναλογίαν τῆς τελευταίας συλλαβῆς

    动词 καλεῖ 支配双重宾格:τὴν ἀναλογίαν τῆς τελευταίας συλλαβῆς 为直接宾语,πτῶσιν 为宾语补足语(谓语宾格)。与之形成对比的 καὶ οὐχ... τὴν ἀπὸ τῆς ὀρθῆς ἐπὶ τὴν γενικὴν καὶ δοτικὴν ἑτερότητα 亦作为直接宾语平行并列。

  3. 1.12τοσοῦτον μόνον αὐτοῖς πλησιάζοντα κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος

    分词 πλησιάζοντα 为中性复数主格,与主句主语 τὰ παρώνυμα 一致。结合上下文(οὐκ ὀλίγῳ τινὶ διέστηκε... ἀλλὰ καί),它充当限制性或让步性的附带情况分词(“仅在名称的共有上接近它们”)。

  4. 1.13τὸ ὄνομα τῷ ῥήματι συναναγινώσκων

    分词 συναναγινώσκων 在性、数、格上(阳性单数主格)与否定目的从句 ἵνα μή... νομίσῃ 中的不定主语 τις 一致,作表示手段或条件的状语性分词(“通过将名词与动词连读”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:22.20-24.20