← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§21.3-22.19

同名异义者的分类与同名同义者的引入

安摩尼乌阐释亚里士多德《范畴篇》1a4–1a6,说明真实的人与画像中的动物在定义上的差异,并解释使用与格结构“作为动物的存在”来指称形式的用意。随后,他展开了同名异义者的完备分类(出于偶然与出于意图等),并讨论了同名同义者的引入以及同一事物在不同方面兼具同名异义与同名同义性质的现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9

" Ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν." Ἐὰν γὰρ βούληταί τις, φησί, τὸν ὁρισμὸν ἀποδοῦναι ἑκατέρου αὐτῶν ὡς ζῴου ὄντος, ἄλλον καὶ ἄλλον ὁρισμὸν ἀποδώσει, τοῦ μὲν ἀληθινοῦ ἀνθρώπου ζῷον λογικὸν θνητόν, τοῦ δὲ γεγραμμένου, εἰ τύχοι, ζῷον γεγραμμένον ἀπὸ χρωμάτων τοίων ἢ τοίων.

“因为如果有人给出它是什么。” 因为他说,如果有人想要给出它们各自作为动物的定义,他将给出不同的定义:对于真实的人而言是“理性的会死动物”,而对于画中的人而言,若碰巧的话,则是“由如此这般的颜色所绘制的动物”。

§1.10

"Τὸ ζῴῳ εἶναι,1 ἴδιον ἑκατέρῳ." Καὶ διὰ τί οὐκ εἶπε ζῷον εἶναι ἀλλὰ ζῴῳ; καὶ λέγομεν ὅτι τὰ πράγματα ἢ ἀπὸ τῆς ὕλης χαρακτηρίζεται ἢ ἀπὸ τοῦ εἴδους ἢ ἀπὸ τοῦ συναμφοτέρου, τοῦτ’ ἔστιν ἀπὸ τῆς ὕλης καὶ τοῦ εἴδους· εἰ οὖν εἶπε ζῷον, ἐσήμανεν ἂν τὴν ὕλην καὶ τὸ εἶδος, εἰπὼν δὲ τὸ ζῴῳ εἶναι ἐσήμανε καθ’ ὃ χαρακτηρίζεται, τοῦτ’ ἔστι τὸ εἶδος· τὸ γὰρ εἶναί τινος τὸ εἶδος αὐτοῦ ἐστιν, καὶ οἱ κυρίως ὁρισμοὶ ἐκ τούτου λαμβάνονται, εἴ γε ἐκ γένους δεῖ αὐτοὺς εἶναι καὶ τῶν συστατικῶν διαφορῶν. Ἔστι δὲ ἡ διαίρεσις τῶν ὁμωνύμων αὕτη· τῶν ὁμωνύμων τὰ μὲν ἀπὸ τύχης (καὶ λέγεται ταῦτα κατὰ συμβεβηκός), οἷον εἴ τις κατὰ τύχην εὑρεθείη ἐνταῦθα λεγόμενος Σωκράτης καὶ ἐν τῷ Βυζαντίῳ. καὶ ταῦτα μὲν μένουσιν ἀδιαίρετα. τὰ δέ εἰσιν ἀπὸ διανοίας,2 ὧν τὰ μὲν καὶ ἀλλήλοις εἰσὶν ὁμώνυμα 〈καὶ〉 ἀφ’ οὗ παρώνυμα λέγεται. καὶ ἐκ τούτων τὰ μὲν ἀπὸ ποιητικοῦ λέγεται αἰτίου ὡς τὸ ἰατρικὸν σμιλίον ἢ βιβλίον (ταῦτα δέ ἐστι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἀφ’ ἑνὸς μὲν ἀπὸ τοῦ ποιητικοῦ, πρὸς ἓν δὲ πρὸς τὸ τελικόν), τὰ δὲ ἀπὸ τοῦ τελικοῦ οἷον τὸ ὑγιεινὸν φάρμακον. τὰ δὲ καὶ ἀλλήλοις ὁμώνυμα καὶ ἀφ’ ὧν λέγεται ὁμώνυμα, ὧν τὰ μὲν διαφέρει κατὰ χρόνον ἐκείνου ἀφ’ οὗ λέγεται (καὶ τούτων τὰ μὲν λέγεται κατὰ μνήμην, οἷον μεμνημένος τις ἰδίου πατρὸς ἢ διδασκάλου ἤ τινος τοιούτου καλέσῃ τὸν ἑαυτοῦ παῖδα τῷ ἐκείνου ὀνόματι, τὰ δὲ κατὰ τύχην, ὡς ὅταν τις τὸν παῖδα Εὐτυχῆ εἴπῃ, τὰ δὲ κατ’ ἐλπίδα, ὡς * ἐλπίζων γενέσθαι ὠνόμασεν), τὰ δέ εἰσιν οὐ διαφέροντα κατὰ χρόνον τοῦ ἀφ’ οὗ λέγεται. καὶ τούτων πάλιν τὰ μὲν κατὰ τὴν τῶν πραγμάτων ὁμοιότητα λέγεται, 〈ὡς ὅταν λέγωμεν τὸν φρόνιμον ἄνθρωπον φρόνησιν〉, τὰ δὲ κατὰ μέθεξιν οἷον μουσικὴ γυνὴ καὶ μουσικὴ ἐπιστήμη, γραμματικὴ γυνὴ καὶ γραμματικὴ ἐπιστήμη, τὰ δὲ κατὰ ἀναλογίαν, οἷον ὡς ἔχει τόδε πρὸς τόδε, οὕτω τόδε πρὸς τόδε, ὡς πόδες κλίνης καὶ πόδες ὄρους. καὶ τῶν μὲν κατὰ τὴν τῶν πραγμάτων ὁμοιότητα 〈τὰ μὲν διὰ τὴν τῆς ἐνεργείας ὁμοιότητα〉 οἷον Γοργίας ἀπὸ τοῦ γοργεύεσθαι τόνδε τινά, τὰ δὲ διὰ τὴν τῆς μορφῆς ὁμοιότητα οἷον ἐπὶ τῆς εἰκόνος καὶ τοῦ παραδείγματος, τὰ δὲ κατὰ μεταφορὰν ὡς πόδες Ἴδης καὶ κορυφή.

“作为动物的存在,对各自而言是特有的[陈述]。” 那么他为什么不说“作为动物存在”[宾格],而说“作为动物的存在”[与格]呢?我们回答说,事物要么由其质料所表征,要么由其形式所表征,要么由两者的结合物、即由质料和形式所表征。那么,如果他说了“动物”,他就会表示质料和形式;但他说了“作为动物的存在”[与格],就表示了赖以表征它的东西,也就是形式;因为某物的“存在”就是它的形式,严格意义上的定义正是从中得出的,既然定义必须由属和构成性种差组成。而同名异义者的划分如下:在同名异义者中,有些是出于偶然的(这些也被称为按偶性而言的),例如有人碰巧在这里被叫做“苏格拉底”,在拜占庭也被叫做“苏格拉底”;这些就保持为不再细分的。另一些则是出于意图的,其中有些彼此之间既是同名异义的,[又是从其所来源者派生而被称呼的]。在这些之中,有些是根据动力因而言的,例如“医用的手术刀”或“医书”(这些是“出于一者且朝向一者”的事物:出于一者是根据动力因,朝向一者是根据目的因),另一些则是根据目的因而说的,例如“健康的药物”。还有一些不仅彼此之间是同名异义的,而且与它们所根据而被称呼的事物也是同名异义的;其中有些在时间上不同于其所根据而被称呼的事物(在这些之中,有些是根据记忆而命名的,例如有人记念自己的父亲、老师或诸如此类的人,便用那人的名字称呼自己的孩子;有些是根据偶然,例如有人把孩子叫做“欧堤克斯”[幸运者];有些是根据期望,例如某人期望孩子成为[幸运的]而如此命名);另一些则在时间上并不不同于其所根据而被称呼的事物。在这些之中,又有些是根据事物的相似性而言的[例如当我们把明智之人称为“明智”时];有些是根据分有而言的,例如“通晓音乐的妇女”和“音乐知识”,“通晓文法的妇女”和“文法知识”;有些是根据比例而言的,例如此者对于此者,犹如彼者对于彼者,像床的“足”和山的“足[麓]”。而在根据事物相似性而言的事物中,[有些是由于活动的相似性],例如“高尔吉亚”是由于某人的敏捷举止而来;有些是由于形状的相似性,例如在画像与原型的情形下;有些则是根据隐喻,例如伊达山的“足[麓]”和“顶峰”。

§1.11

"Συνώνυμα δὲ λέγεται." Μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν ὁμωνύμων λόγον περὶ τῶν συνωνύμων διαλαμβάνει. ἐκ δὲ τῶν ὁμωνύμων σαφής ἐστιν ἡ περὶ τῶν συνωνύμων διδασκαλία. τῷ δ’ αὐτῷ παραδείγματι ἐχρήσατο κἀνταῦθα, βουλόμενος δεῖξαι ὡς τὸ αὐτὸ ὁμώνυμον καὶ συνώνυμον πολλάκις οἷόν τε λέγειν, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, οἷον ὁ Αἴας καὶ ὁμώνυμός ἐστι τῷ ἄλλῳ Αἴαντι καὶ συνώνυμος· ὁμώνυμος μέν, ὅτι τῷ μὲν ὀνόματι κοινωνεῖ, διαφέρει δὲ κατὰ τὸν ὁρισμὸν τὸν καθὸ Αἴας. δύναται δὲ κοινωνεῖν καὶ κατὰ τὸν ὁρισμὸν τὸν καθὸ ἄνθρωπος καὶ ἔσται συνώνυμος.

“同名同义者被说成是。” 在完成了关于同名异义者的论述之后,他开始探讨同名同义者。而通过同名异义者,关于同名同义者的学说便变得明晰了。他在此处也使用了同样的例子,因为他想要表明,同一事物往往可以既被称为同名异义的又被称为同名同义的,但这当然是在不同的方面;例如埃阿斯对于另一位埃阿斯而言既是同名异义的又是同名同义的:说是同名异义的,是因为他共有了名词,但在就其作为埃阿斯而言的定义上有所不同;然而他也能够在就其作为人而言的定义上共有,从而他将是同名同义的。

语法注2 条
  1. 1.10Τὸ ζῴῳ εἶναι

    关于亚里士多德独特的“与格+εἶναι”本质表达公式(“作为某物的存在”=形式)的注疏。安摩尼乌解释道,纯粹的宾格不定式(ζῷον εἶναι)可能指称质料与形式的复合物,而与格结构(ζῴῳ)则专门限定并指称事物赖以被表征的形式(εἶδος)本身。

  2. 1.10τὰ δέ εἰσιν ἀπὸ διανοίας

    同名异义者分类体系(diaeresis)的骨干区分。出于意图者(ἀπὸ διανοίας)多层分支为:(1) 派生名辞性/核心指引性者(ἀφ' ἑνὸς καὶ πρὸς ἕν,根据动力因或目的因);(2) 具有时间差异者(出于记忆、偶然或期望的命名);(3) 无时间差异者(根据相似性、分有、隐喻或比例)。尖括号所补文本(〈...〉)系基于分类法对称结构的文献学校订补文。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:21.3-22.19