- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:19.1-21.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯解析了《范畴篇》1a1–1a2中同名异义定义的词句(“唯有”、“相同”、“实体的陈述”),阐明亚里士多德为避免与同名同义相混淆、并包容偶性与描述性界说而非仅限于严格定义所作的用词意图。
" Μόνον." Διχῶς λέγεται τὸ μόνον, εἴτε τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ ὁμόζυγον, ὡς ὅταν λέγωμεν μόνον ἄνθρωπον ἐν τῷ βαλανείῳ ἀντιδιαστέλλοντες πρὸς ἄλλον ἄνθρωπον ἢ ὡς ὅταν εἴπωμεν μόνον τὸν καταλειφθέντα ἐν πολέμῳ (καὶ μὴν ἔχων μεθ’ ἑαυτοῦ, εἰ τύχοι, δόρυ καὶ ἐσθῆτα ἢ ἄλλο τι οὐκ ἔστι μόνος, ἀλλὰ μόνος ἐκλήθη τῇ στερήσει τῶν ἑπομένων αὐτῷ), ἢ τὸ μοναδικόν,1 καθὸ λέγομεν μόνον ἥλιον. ἐνταῦθα δὲ τῷ πρώτῳ ἐχρήσατο.
“唯有。” “唯有”有两种说法:要么是指与同类事物相对立者,例如当我们说“浴池里只有一个人”而与另一个人相对立时,或者当我们说他是“战争中唯一被遗留下来的人”时(然而,即使他碰巧随身携带着长矛、衣服或其他某物,他也不是唯一的,而只是因缺乏陪伴他的人而被称作“唯一”);要么是指独一无二者,据此我们说太阳是“唯一的”。在此他使用的是第一种含义。
"Κοινόν." Τὸ κοινὸν λέγεται τετραχῶς· ἢ τὸ ἀδιαιρέτως μεθεκτόν, ὥσπερ ἐπὶ τοῦ ζῴου (αὐτοῦ γὰρ πάντες μετέχομεν ἀδιαιρέτως· οὐ γὰρ τὰ μὲν οὐσίας μόνης ἀπολαύει, τὰ δὲ ἐμψύχου μόνου, τὰ δὲ αἰσθήσεως μόνης), ἢ τὸ διαιρετὸν μεθεκτὸν ὡς ἀγρός· ἔτυχον γὰρ οὐ πάντες ὅλου, ἀλλ’ ἕκαστος μέρους. περὶ οὖν τοῦ ἀδιαιρέτως μεθεκτοῦ λέγει ἐνταῦθα.
“相同。” “相同”有四种说法:要么是不可分割地被分有者,正如在动物的情形下(因为我们所有人都是不可分割地分有它;并不是有些事物仅仅享有实体,有些仅仅享有有灵魂,有些仅仅享有感觉);要么是可分割地被分有者,正如农田(因为并不是所有人都获得全部,而是每人获得一部分)。因此,他在此所谈论的是不可分割地被分有者。
"Ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον." Τὰ παραδείγματα πάντα ἀσφαλῶς εἴρηκεν ὁ φιλόσοφος, ἐπεὶ ὑπελάμβανεν ἄν τις μηδὲ εἶναι ὅλως ὁμώνυμα ἀλλὰ συνώνυμα· οἱ γὰρ Αἴαντες ἔχουσιν ὄνομα κοινὸν καὶ ὁρισμὸν τὸ ζῷον λογικὸν θνητόν. καλῶς οὖν εἶπεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, ἵνα μὴ τὸν τυχόντα ὁρισμὸν λαμβάνωμεν, ἀλλὰ τὸν κατὰ τὸ ὄνομα, καθ’ ὃ κοινωνοῦσι·2 τῶν γὰρ Αἰάντων ὁ μέν ἐστι Τελαμῶνος υἱὸς Σαλαμίνιος, ὃς ἐμονομάχησεν Ἕκτορι, ὁ δὲ ἕτερος Ὀιλέως υἱὸς Λοκρὸς πόδας ταχύς· ὥστε ὁ κατὰ τὸ ὄνομα ὁρισμὸς ἑκατέρου ἕτερος. εἴποι δ’ ἄν τις ὅτι δυνατὸν τὰ ὁμώνυμα καὶ συνώνυμα καλέσαι, οἷόν τι ὡς ἐπὶ τῶν δύο Αἰάντων· οὗτοι γὰρ ὁμώνυμοί εἰσι, καθὸ τὸ μὲν ὄνομα ἔχουσι κοινόν, τὸν δὲ ὁρισμὸν τὸν κατὰ τοὔνομα διάφορον· ὁ μὲν γάρ ἐστι Τελαμῶνος, ὁ δὲ Ὀιλέως. ἀλλὰ πάλιν εἴποι ἄν τις ‘καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὔνομα συνώνυμοί εἰσιν· ἀμφότεροι γὰρ ὅ τε Ὀιλέως καὶ ὁ Τελαμῶνος ἄνθρωποί εἰσι καὶ ἔσονται συνώνυμοι’. τίνι οὖν διενηνόχασιν ἀλλήλων; τούτῳ ὅτι τὰ μὲν ὁμώνυμα οἷον οἱ Αἴαντες ἔχουσι τὴν κοινωνίαν πρὸς ἀλλήλους τὴν κατὰ τοὔνομα, ἤγουν τοῦ Αἴαντος, ἔχουσι δὲ κοινωνίαν ἀμφότεροι καὶ πρὸς αὐτὴν τὴν ὁμωνυμίαν, καθὸ μετέχουσι ταύτης τῆς ὁμωνυμίας. τὰ μέντοι γε συνώνυμα οὐκ ἔχουσιν οὕτως· ἐνταῦθα γὰρ μόνην τὴν πρὸς ἄλληλα σχέσιν παραλαμβάνομεν.
“而与该名词相对应的实体的陈述不同,例如人和画像都是动物。” 哲学家谨慎地给出了所有的例子,因为人们本来甚至可能会以为根本不存在同名异义者而只有同名同义者;因为两位埃阿斯拥有共同的名词,也拥有“理性的会死动物”这一定义。因此他说得对,“与该名词相对应的实体的陈述不同”,以免我们随意取用一个定义,而是要取用与他们所共有的名词相对应的定义;因为在两位埃阿斯中,一个是忒拉蒙之子、萨拉米斯人,曾与赫克托尔单独决斗;另一个是奥伊琉斯之子、洛克里斯人,捷足者;所以对应于该名词的各自的定义是不同的。但有人可能会说,也可以把同名异义者称为同名同义者,正如在两位埃阿斯的例子中那样;因为就他们拥有共同的名词、而与该名词相对应的定义不同而言,他们是同名异义的;因为一个属于忒拉蒙,另一个属于奥伊琉斯。但又有人会说:“即便按照与该名词相对应的陈述,他们也是同名同义的;因为奥伊琉斯之子和忒拉蒙之子两者都是人,他们将是同名同义的”。那么他们究竟以什么彼此相区别呢?就在于这一点:像两位埃阿斯这样的同名异义者,不仅彼此之间具有按照名词(即埃阿斯这个名词)而来的共有关系,而且两者与同名异义性本身也具有共有关系,因为他们分有了这一同名异义性。然而,同名同义者却不是这样;因为在同名同义的情形下,我们仅仅考虑彼此之间的关系。
"Λόγος." Διὰ ποίαν αἰτίαν ἀντὶ ὁρισμοῦ τὸν λόγον εἴρηκε; φαμὲν ἐπειδήπερ οὐκ ἐπὶ πάντων τῶν πραγμάτων εὐποροῦμεν ὁρισμοὺς ἀποδιδόναι· τὰ γὰρ γενικώτατα τῶν γενῶν ὁρισμοὺς οὐκ ἐπιδέχονται. ἀλλ’ ἔστιν ὅτε καὶ ὑπογραφαῖς κεχρήμεθα. ἔστι δὲ ὁμωνυμία καὶ ἐν τοῖς πράγμασιν, ἐν οἷς ὑπογραφαῖς κεχρήμεθα. διὰ τοῦτο οὐκ εἶπεν ‘ὁρισμός’, ἐπειδὴ παρελίμπανε τὰ δι’ ὑπογραφῆς σημαινόμενα. καὶ πάλιν εἰ εἶπεν ‘ὧν ἡ ὑπογραφή’, παρέλιπεν ἂν τὰ δι’ ὁρισμῶν σημαινόμενα· διὰ τοῦτο οὖν τῷ λόγῳ ἐχρήσατο· κατηγορεῖται γὰρ οὗτος κοινῇ τοῦ ὁρισμοῦ καὶ τῆς ὑπογραφῆς.
“陈述。” 由于什么原因他用“陈述”代替了“定义”?我们回答说,这是因为我们并非在所有事物的情形下都能轻易给出定义;因为最属之属并不接受定义。不仅如此,有时我们也会使用描述性界说。而在我们使用描述性界说的事物中也存在同名异义性。正因如此他没有说“定义”,因为那样他就会遗漏通过描述性界说来表明的事物。反之,如果他说“其描述性界说”,他就会遗漏通过定义来表明的事物;因此,为了这个原因他使用了“陈述”;因为这个词是对定义和描述性界说共同述说的。
"Τῆς οὐσίας." Ἄρα οὖν οὐκ ἔστιν ἐν τοῖς συμβεβηκόσιν ὁμωνυμία; καὶ μὴν ὁρῶμεν· τὸ γὰρ ὀξὺ κατηγορεῖται καὶ χυμοῦ καὶ φωνῆς καὶ φθόγγου καὶ μαχαίρας· λέγομεν γὰρ ‘ὀξὺς χυμὸς’ καὶ ἐπὶ παντὸς τῶν ἄλλων ὁμοίως. πῶς οὖν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας; φαμὲν οὖν ὅτι οὐσίαν λέγει ἐνταῦθα οὐ τὴν ἀντιδιαστελλομένην πρὸς τὰ συμβεβηκότα, ἀλλὰ κοινότερον τὴν σημαίνουσαν τὴν ἑκάστου ὕπαρξιν, καθὸ καὶ τὰ συμβεβηκότα λέγεται ὑπάρχειν ἐν τοῖς οὖσι. τῆς οὐσίας οὖν φησιν ἀντὶ τοῦ τῆς φύσεως ἑκάστου καθ’ ἣν ὑφέστηκεν.3
“实体的。” 难道在偶性中就不存在同名异义性吗?事实上我们看到了这种情况;因为“锐利的”既被述说于味道,又被述说于声音,被述说于乐音,也被述说于匕首;因为我们说“锐利的味道”,在所有其他事物的情形下也是如此。那么怎么会是“与该名词相对应的实体的陈述”呢?因此我们回答说,他在此所说的“实体”并不是与偶性相对立的实体,而是更普遍意义上表示各自的现存存在的实体,据此偶性也被称为在存在者之中存在。因此,他说“实体的”,乃是用以代替“各自赖以成立的本性的”。
- 1.4εἴτε τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ ὁμόζυγον ... ἢ τὸ μοναδικόν
相关词 εἴτε... ἤ 引导选择结构,并列了“唯有”的两种含义:即“与同类事物相对立者”和“独一无二者”。
- 1.6ἵνα μὴ τὸν τυχόντα ὁρισμὸν λαμβάνωμεν, ἀλλὰ τὸν κατὰ τὸ ὄνομα, καθ’ ὃ κοινωνοῦσι
目的从句(ἵνα 搭配现在时虚拟语气 λαμβάνωμεν)内嵌对比结构(μὴ... ἀλλά),关系从句 καθ’ ὃ κοινωνοῦσι 修饰先行词 τὸ ὄνομα。
- 1.8ἀντὶ τοῦ τῆς φύσεως ἑκάστου καθ’ ἣν ὑφέστηκεν
介词 ἀντί 支配带有冠词属格的短语 τοῦ τῆς φύσεως,作为同位语解释说明“实体的”所替代的具体含义。
