- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:17.4-18.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕亚里士多德《范畴篇》开篇对同名异义者的定义,阿摩尼乌斯解释了为何该词用复数而谓语动词用单数被动态,确立了重音、格与气音这三项必要条件,并解答了动词是否包含在“名词”之中的疑问。
" Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν,1 ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος." Ἡ μὲν ἔννοια τῆς λέξεως ὅλη δήλη· ταῦτα γάρ ἐστι, φησίν, ὁμώνυμα, ὅσα κατὰ μὲν τὸ ὄνομα κοινωνεῖ, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρει. ζητεῖ δὲ ὁ λόγος ταῦτα· διὰ τί εἶπεν ὁμώνυμα καὶ μὴ ‘ὁμώνυμον’; καὶ διὰ τί εἶπε λέγεται καὶ οὐχὶ ‘λέγω’ ἢ ‘λέγονται’; καὶ διὰ τί εἶπεν ὄνομα κοινὸν καὶ μὴ εἶπεν ἔτι καὶ ‘ῥῆμα’; ἔπειτα δὲ καὶ διὰ τί εἶπεν ὁ δὲ λόγος τῆς οὐσίας καὶ μὴ εἶπεν ‘ὁ ὁρισμὸς’ ἢ ‘〈ἡ〉 ὑπογραφή’; καὶ διὰ τί μὴ καὶ τῶν συμβεβηκότων ἐμνημόνευσεν; [οὕτω γὰρ ὁ φιλόσοφος κατὰ τάξιν ἐξηγήσατο παραλείψας τὰ εἰρημένα ἐνταῦθα. πρῶτον γοῦν περὶ τοῦ τόνου καὶ τῆς πτώσεως διδάσκει, καὶ ὕστερον αὐτὰ ὡς ἐν παρέργῳ εἰσφέρων ἐμνημόνευσεν]. Ὅρα πῶς ἀκριβῶς οὐκ εἶπεν αὐτὰ ὁμώνυμον ἀλλ’ ὁμώνυμα, πληθυντικῶς χρησάμενος τῇ φωνῇ, ἐπειδὴ ταῦτα θεωρεῖται ἐν πλείοσι πράγμασιν ἢ ἐν δύο τὸ ἐλάχιστον, ἐν ἑνὶ δὲ οὐδέποτε λέγεται. δεῖ δὲ εἰδέναι ὅτι τὰ ὁμώνυμα δέεται πάντως τούτων τῶν τριῶν, τόνου πτώσεως πνεύματος· εἰ γὰρ εὕρωμεν ὀνόματα εἰς ἕν τι τούτων διαφέροντα, οὐκ εἰσὶν ὁμώνυμα, οἷον ὡς ἐπὶ τοῦ ἀργὸς καὶ ἄργος· ὁ γὰρ τόνος ἐνταῦθα ἐνήλλακται, καὶ τὸ παροξυνόμενον σημαίνει πόλιν τινὰ ἐν Πελοποννήσῳ, τὸ δ’ ὀξυνόμενον σημαίνει τὸν βραδύτερον ἄνθρωπον. ταῦτα οὖν οὐ λέγεται ὁμώνυμα διὰ τὴν ἐναλλαγὴν τοῦ τόνου. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς πτώσεως· λέγομεν γὰρ ‘ὁ ἐλάτης’ καὶ σημαίνομεν τὸν ὁρμῶντα, καὶ λέγομεν ‘τῆς ἐλάτης’ καὶ σημαίνομεν τὸ ξύλον τὴν ἐλάτην· ὥστε οὐδὲ ταῦτα ὁμώνυμα διὰ τὴν ἐναλλαγὴν τῆς πτώσεως. τὰ αὐτὰ λέγομεν καὶ ἐπὶ τοῦ πνεύματος· λέγομεν γὰρ ‘οἷον’, καὶ τὸ μὲν δασυνόμενον σημαίνει τὸ ὁποῖον, τὸ δὲ ψιλούμενον σημαίνει τὸ μόνον, καὶ οὐδὲ τοῦτο ὁμώνυμον. ἐπί δέ γε τῆς Αἴας φωνῆς καὶ τόνος ἐστὶν ὁ αὐτὸς καὶ πτῶσις ἡ αὐτή, ἀλλὰ μὴν καὶ τὸ πνεῦμα κοινὸν ἐπ’ ἀμφοτέρων· συμβήσεται οὖν εἶναι αὐτὰ ὁμώνυμα. Εἰδὼς δὲ ὁ φιλόσοφος ὅτι τὰ ὁμώνυμα εἰ καὶ πλείονά εἰσιν, ἀλλ’ οὖν ὑπὸ μιᾶς φωνῆς δηλοῦνται, διὰ τοῦτο καὶ αὐτὸς ἐχρήσατο τῷ λέγεται, οὐκ εἰρηκὼς ‘λέγονται’·2 ἀεὶ γὰρ ἔθος ἐστὶ τοῖς Ἀττικοῖς τῇ τοιαύτῃ φωνῇ κεχρῆσθαι, ὥσπερ οὖν καὶ ὁ Πλάτων φησί· ‘‘λέγεται ταῦτα, ὦ Γοργία, περὶ Θεμιστοκλέους’’. καὶ δηλοῖ ὅτι παρὰ τοῖς παλαιοῖς τὸ ὄνομα τοῦτο φέρεται καὶ οὐκ αὐτοῦ ἐστιν ἡ τοιαύτη θέσις· ὅταν γὰρ ᾖ αὐτοῦ, λέγει ‘καλῶ’, ὡς ἐν τοῖς Ἀναλυτικοῖς φησιν· “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”.
“同名异义者是指那些唯有名词相同,而与该名词相对应的实体的陈述不同者。” 文句的整个意旨是显而易见的;因为他说,凡在名词上共有而在定义上相异的一切事物,就是同名异义者。但该论述探讨以下问题:为什么他说复数的“同名异义者”而不是单数的“同名异义者”?为什么他说单数的“被称为”,而不是说“我称”或复数的“被称为”?为什么他说“共同的名词”,而没有同时提到“动词”?其次,为什么他说“实体的陈述”,而不是说“定义”或“描述性界说”?为什么也没有提及偶性?[因为哲学家就是这样按顺序进行解释的,在此略去了所谈论的那些事情。无论如何,他首先讲授重音和格,后来才顺带提及它们。]看他是多么精确地不用单数而用复数来称呼它们为“同名异义者”,以复数形式使用这个词,因为这些是在较多事物中、或至少在两件事物中被考察的,而绝不会就一件事物而言。必须知晓的是,同名异义者完全需要具备这三点:重音、格、气音。因为如果我们发现名词在这三者之一上有所不同,它们就不是同名异义的,正如在“阿尔戈斯”与“阿尔戈斯”的例子中那样;因为此处的重音互换了,次倒数音节带重音者表示伯罗奔尼撒的某个城邦,而末音节带重音者表示较迟钝的人。因此,这些由于重音的互换而不被称为同名异义的。在格的情形下同样如此;因为我们在主格中说“驱车者”并表示疾驰之人,而在属格中说“冷杉的”并表示木材冷杉;以至于这些由于格的互换也不是同名异义的。我们在气音的情形下也说同样的话;因为我们说“hoion/oion”,带粗气音者表示“怎样的”,而带顺气音者表示“唯一的”,这同样不是同名异义的。但在“埃阿斯”这个言词上,重音相同,格相同,而且气音对于两者确实也是共同的;因此结论是它们是同名异义的。哲学家知晓同名异义者纵然是多个事物,却仍由单一言词表明,因此他也亲自使用了单数的“被称为”,而没有说复数的“被称为”;因为阿提卡人一贯习惯使用这种言词,正如柏拉图也说:“高尔吉亚啊,关于忒弥斯托克勒斯流传着这些说法”。并且他表明这个名称流传于古人之中,这样的命名并非出自他本人;因为每当是他本人的命名时,他就说“我称”,正如他在《分析篇》中所说:“我把前提被分解入其中的东西称为项”。
"Ὁμώνυμα δὲ λέγεται." Ὑπακουστέον πράγματα.3
“被称为同名异义者。” 应当补入“事物”来理解。
"Ὧν ὄνομα μόνον κοινόν." Ἆρα οὖν ἐν τοῖς ῥήμασιν οὐχ εὑρίσκομεν ὁμωνυμίαν; καὶ μὴν λέγομεν ‘ἐρῶ’, σημαίνει δὲ τοῦτο καὶ τὸ λέξω καὶ τὸ ἐρωτικῶς διάκειμαι· πῶς οὖν φησι ταῦτα ὁμώνυμα εἶναι τὰ μόνον ὄνομα κοινὸν ἔχοντα; ἐροῦμεν πρὸς τοῦτο ὅτι ὄνομα ἐνταῦθα λαμβάνει οὐ τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ ῥῆμα, ἀλλὰ τὸ κοινότερον, καθὸ πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται,4 ὡς ἐν τῷ Περὶ ἑρμηνείας φησίν· “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ τὰ ῥήματα ὀνόματά ἐστιν”. ὥστε τὸ ἐρῶ ὁμώνυμόν ἐστι καὶ ἔχει ὄνομα κοινόν, ὅρον δὲ διάφορον, καὶ ἔστιν ἐν τοῖς ῥήμασιν ὁμωνυμία.
“唯有名词相同者。” 难道我们在动词中就发现不到同名异义现象吗?事实上我们说“ero”,而这既表示“我将说”,又表示“我处于恋爱中”;那么他怎么能说唯有名词相同的事物才是同名异义的呢?对此我们将回答说,在此他所取的“名词”并不是与动词相对立的那种,而是更普遍意义上的名词,即一切具有指称意义的言词都被称为名词,正如他在《解释篇》中所说:“因此,动词本身就其自身而言乃是名词”。所以“ero”是同名异义的,具有共同的名词,却具有不同的定义,在动词中也存在同名异义现象。
- 1.1ὧν ὄνομα μόνον κοινόν
关系代词 ὧν 作属格修饰 κοινόν,表示“(在这些事物中)唯有名词是共通的”。其先行词(如 πράγματα)被省略,整句构成具有独立述谓功能的关系从句。
- 1.1ἐχρήσατο τῷ λέγεται, οὐκ εἰρηκὼς ‘λέγονται’
此处指出谓语动词用了单数 λέγεται 与中性复数主语 τὰ ὁμώνυμα 搭配,遵循了经典的阿提卡希腊语语法规则。所引用的柏拉图文句(λέγεται ταῦτα)同样是中性复数主语 ταῦτα 搭配单数动词 λέγεται 的例证。
- 1.2Ὑπακουστέον πράγματα
动词性形容词 ὑπακουστέον 用于无人称结构,后接宾格 πράγματα(“应当补入理解‘事物’”),指示了在解释中性复数形容词 ὁμώνυμα 时应在语义上补充的名词。
- 1.3καθὸ πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται
连词 καθό 意为“就……而言”或“在……意义上”,引导解释性从句,界定前述 τὸ κοινότερον(“更普遍的意义”)的具体内容。
