← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§15.4-17.3

依名称与定义的四种分类及同名异义的优先

阿摩尼奥斯根据名称与定义(陈述)的共通与相异,将事物区分为四类(同名同义、异名异义、同名异义、多名同义),解释了亚里士多德为何仅优先讨论同名异义与同名同义,并辨析了异名异义者与单纯相异者的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#7

Εἰ μὲν αἱ ψυχαὶ ἄνω ἦσαν χωρὶς τοῦ σώματος τούτου, πάντα ἂν ἐγίνωσκον ἑκάστη οἴκοθεν μηδενὸς ἑτέρου προσδεόμεναι,1 ἀλλ’ ἐπειδὴ κατεληλύθασι πρὸς τὴν γένεσιν καὶ συνδέδενται τῷ σώματι καὶ τῆς ἐξ αὐτοῦ ἀχλύος ἀναπιμπλάμεναι ἀμβλυώττουσι καὶ οὐχ οἷαί τέ εἰσι τὰ πράγματα γινώσκειν ὡς ἔχει φύσεως, διὰ τοῦτο τῆς ἀλλήλων ἐδεήθησαν κοινωνίας διακονούσης αὐταῖς τῆς φωνῆς εἰς τὸ διαπορθμεύειν ἀλλήλαις τὰ νοήματα. δηλοῦνται δὲ πάντα καὶ δι’ ὀνομάτων καὶ διὰ λόγων. καὶ τοῦτό γε εἰκότως, εἴ γε τῶν ὄντων ἕκαστον καὶ ἕν τί ἐστι καὶ σύγκειται ἐκ πλειόνων μερῶν οἰκείων, ἃ συνελθόντα ἐπλήρωσαν αὐτοῦ τὴν φύσιν· οἷον ὁ ἄνθρωπος καὶ ἕν τί ἐστι καὶ σύγκειται ἐκ γένους καὶ τῶν συστατικῶν αὐτοῦ διαφορῶν· ὡς μὲν οὖν ἓν ὢν δηλοῦται ὑπὸ τῆς ἄνθρωπος φωνῆς, ἥτις ἁπλοῦν ἐστιν ὄνομα, ὡς δὲ συγκείμενος ἔκ τινων δηλοῦται ὑπὸ τοῦ λόγου ἑκάστην τῶν τοῦ ἀνθρώπου ἰδιοτήτων ἐπεξιόντος, οἷον ζῷον λογικὸν θνητόν. τούτων τοίνυν οὕτως εἰρημένων εἰ λάβοιμεν δύο πράγματα, ταῦτα ἢ κατὰ ἀμφότερα κοινωνοῦσι, λέγω δὴ κατὰ τὸ ὄνομα καὶ τὸν λόγον, ἢ κατ’ ἄμφω διαφέρουσιν, ἢ κατὰ μὲν τὸ ἓν κοινωνοῦσι, κατὰ δὲ τὸ ἕτερον διαφέρουσι· καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὸν λόγον κοινωνοῦσι κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, ἢ ἀνάπαλιν κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσι κατὰ δὲ τὸν λόγον διαφέρουσιν· ὥστε τέσσαρας εἶναι διαφοράς. εἰ μὲν οὖν κατ’ ἄμφω κοινωνοῦσιν, ὀνομάζεται συνώνυμα ὡσανεὶ σὺν τῷ ὀνόματι καὶ τοῦ ὁρισμοῦ μεταδιδόντα ἀλλήλοις, ὥσπερ κατηγορεῖται τὰ γένη τῶν οἰκείων εἰδῶν· ὁ γὰρ ἄνθρωπος καὶ ζῷον λέγεται καὶ οὐσία ἐστὶν ἔμψυχος αἰσθητική. εἰ δὲ κατ’ ἄμφω διαφέροιεν, ὀνομάζεται ἑτερώνυμα, ὥσπερ ἔχει ὁ ἄνθρωπος καὶ ὁ ἵππος· οὐ γὰρ τὸν ἄνθρωπον εἴποις ἵππον οὐδὲ τὸν ἵππον ἄνθρωπον, οὐ μὴν οὐδὲ τὸν αὐτὸν ἔχουσιν ὁρισμόν, ἀλλ’ ἄλλον καὶ ἄλλον. εἰ δὲ κατὰ μὲν τὸ ὄνομα κοινωνοῖεν, κατὰ δὲ τὸν λόγον διαφέροιεν, ὁμώνυμα λέγεται, ὥσπερ ἔχουσιν οἱ δύο Αἴαντες· οὗτοι γὰρ κοινὸν μὲν ὄνομα ἔχουσι τὸ Αἴας, ὁρισμὸν δὲ οὐ τὸν αὐτόν· τὸν γὰρ Τελαμῶνος ὁριζόμενοι λέγομεν ‘ὁ ἐκ Σαλαμῖνος’ ‘ὁ μονομαχήσας Ἕκτορι’ καὶ ὅσα τοιαῦτα, τὸν δὲ ἄλλον πάλιν ἄλλως ‘ὁ Ὀιλέως’ ‘ὁ Λοκρός’. εἰ δὲ κατὰ μὲν τὸν λόγον κοινωνοῦσι κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, ὀνομάζεται πολυώνυμα, ὡς ἔχει τὸ ἄορ ξίφος μάχαιρα. Ἐκ τῶν τεσσάρων τοίνυν τούτων περὶ τῶν δύο μόνον ἐνταῦθα ὁ Ἀριστοτέλης διαλέγεται, λέγω δὴ τῶν ὁμωνύμων καὶ τῶν συνωνύμων, ἐπείπερ ταῦτα μόνον αὐτῷ συμβάλλεται χρήσιμα ὄντα ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ, καὶ ὅτι ἐκ τούτων δηλοῦται καὶ τὰ λοιπὰ δύο ὡς ἀντικείμενα τούτοις· ἀντίκειται γὰρ τοῖς μὲν ὁμωνύμοις τὰ πολυώνυμα, εἴ γε ταῦτα κατὰ μὲν τὸ ὄνομα κοινωνεῖ, κατὰ δὲ τὸν λόγον διαφέρει, τὰ δὲ πολυώνυμα εἰρήκαμεν κατὰ μὲν τὸ ὄνομα διαφέρειν κατὰ δὲ τὸν λόγον κοινωνεῖν ἀλλήλοις. τοῖς δὲ συνωνύμοις ἀντίκειται τὰ ἑτερώνυμα· καὶ γὰρ ταῦτα μὲν κοινωνεῖ κατ’ ἀμφότερα, ἐκεῖνα δὲ κατ’ ἀμφότερα διαφέρει· ὥστε ὁ ταῦτα εἰδὼς ἐξ αὐτῶν καὶ τὰ ἀντικείμενα εἴσεται. τοῦτο δὲ διὰ βραχυλογίαν ὁ φιλόσοφος ἐπετήδευσεν· τῶν γὰρ ἀντικειμένων ἡ αὐτή ἐστιν ἐπιστήμη. ὥστε δεῖ τῷ περὶ τῶν δύο λόγῳ καὶ τὰ λοιπὰ δύο συνδιδαχθῆναι. προέταξε δὲ τὰ ὁμώνυμα τῶν συνωνύμων, οὐκ ἐπειδὴ τὸ ὂν κατηγορεῖται ὁμωνύμως τῶν δέκα κατηγοριῶν, ἀλλ’ ὅτι δεῖ τὰ ἁπλούστερα τῶν μὴ τοιούτων ἀεὶ προτάττεσθαι κατὰ τὴν διδασκαλίαν, ἔστι δὲ τὰ ὁμώνυμα τῶν συνωνύμων ἁπλούστερα, εἴ γε ταῦτα μὲν τὴν κατὰ τὸ ὄνομα μόνον κοινωνίαν ἔχει, τὰ δὲ συνώνυμα σὺν ταύτῃ καὶ τὴν κατὰ τὸν λόγον. Ἔστι δὲ εἰπεῖν ὅτι ἄλλα μέν ἐστιν ἕτερα, ἄλλα δὲ ἑτερώνυμα· καὶ ἕτερα μέν ἐστι τὰ παντελῶς ἠλλοτριωμένα, ὡς ἄνθρωπος καὶ ἵππος (ταῦτα γὰρ οὔτε ὄνομα τὸ αὐτὸ ἔχουσιν οὔτε ὁρισμὸν τὸν αὐτόν), ἑτερώνυμα δὲ ὅσα τούτοις διαφέρει καὶ τῷ ὑποκειμένῳ ταὐτά ἐστιν,2 ὥσπερ ἀνάβασις καὶ κατάβασις· τούτων γὰρ οὔτε ὄνομα τὸ αὐτὸ οὔθ’ ὁρισμὸς ὁ αὐτός, τῷ μέντοι ὑποκειμένῳ ταὐτά ἐστι· περὶ γὰρ τὴν αὐτὴν κλίμακα θεωροῦνται. ὁμοίως δὲ καὶ σπέρμα καὶ καρπὸς κατ’ ἀμφότερα διαφέροντα περὶ τὸν αὐτὸν σῖτον θεωροῦνται· οὗτος γὰρ πρὸς μὲν τὸ ἤδη πεφυκέναι λέγεται καρπός, πρὸς δὲ τὸ μέλλον σπέρμα.

如果灵魂在上方脱离这具身体而存在,每一个灵魂本来都可以由自身认知一切事物,而不需要任何其他事物;但既然它们已经降入生灭之中,与身体结合在一起,因充满由身体而来的阴霾而视力昏花,不能如事物本性所是的那样认知它们,为此它们便需要彼此之间的交往,言词为它们服务,向彼此摆渡意念。一切事物都是既通过名称也通过陈述(定义)被表明的。这确实是合乎情理的,如果存在者中的每一者既是某个单一之物,又由多个固有的部分构成——这些部分汇聚在一起充实了它的本性;例如人既是某个单一之物,又由属和构成他的种差所组成。因而,作为单一之物,他通过“人”这个言词来表明,这是一个简单的名称;而作为由某些要素构成的,他通过详尽阐述人的各个特有性质的陈述来表明,例如“有理性的会死的动物”。那么,在这样陈述之后,如果我们取两件事物,这两者要么在两方面都共有——我是指在名称和陈述(定义)上——,要么在两方面都相异,要么在一方面共有而在另一方面相异;而这后者有两种方式:因为它们要么在陈述(定义)上共有而在名称上相异,要么反过来在名称上共有而在陈述(定义)上相异;以至于有四种区分。如果它们在两方面都共有,则被称为“同名同义的”,仿佛在名称之外还彼此分享定义,正如属被述说于其固有的种那样;因为人既被称为动物,又是具有感觉的有灵实体。但如果它们在两方面都相异,则被称为“异名异义的”,正如人和马的情形那样;因为你既不会称人为马,也不会称马为人,而且它们确实也不拥有相同的定义,而是各自具有不同的定义。但如果它们在名称上共有,而在陈述(定义)上相异,则被称为“同名异义的”,正如两位埃阿斯的情形那样;因为他们具有“埃阿斯”这一共同的名称,却没有相同的定义;因为在定义忒拉蒙之子时我们说“来自萨拉米斯的那位”、“与赫克托耳单独决斗的那位”以及诸如此类的话,而对另一位则另作说法,“奥伊琉斯之子”、“洛克里斯人”。但如果它们在陈述(定义)上共有而在名称上相异,则被称为“多名同义的”,正如aor、xiphos、machaira(各类剑的名词)的情形那样。那么,在这四者之中,亚里士多德在此仅讨论两者,我是指同名异义的和同名同义的,因为唯有这两者在范畴的讲授中由于有用而对他有所贡献,并且通过这两者其余两者作为与它们相对者也得以表明;因为与同名异义者相对的是多名同义者,既然前者在名称上共有而在陈述(定义)上相异,而我们已经说过多名同义者在名称上相异但在陈述(定义)上彼此共有。而与同名同义者相对的是异名异义者;因为前者在两方面都共有,而后者在两方面都相异;以至于知晓这些的人,也能由它们认识与其相对者。这位哲学家为了简练而采取了这种做法;因为对相对事物的认识是同一门知识。所以通过关于这两者的论述,其余两者必定也一同被讲授了。他把同名异义者置于同名同义者之前,并不是因为存在对于十个范畴是被同名异义地述说的,而是因为在讲授中必须始终把较单纯者置于非如此者之前,并且同名异义者比同名同义者更单纯,既然前者仅在名称上具有共通性,而同名同义者除此以外在陈述(定义)上也具有共通性。还可以说,有些是“相异者”,有些是“异名异义者”;“相异者”是全然无关的事物,正如人和马(因为它们既没有相同的名称,也没有相同的定义),而“异名异义者”则是指在这些方面相异而在作为底层的主体上相同的一切事物,正如上升与下降;因为它们既没有相同的名称,也没有相同的定义,但在主体上却是相同的;因为它们是就同一个楼梯而被考察的。同样,种子与果实虽然在两方面都相异,也是就同一谷物而被考察的;因为就已经生成而言它被称为果实,而就未来而言它被称为种子。

语法注2 条
  1. 1.0πάντα ἂν ἐγίνωσκον ἑκάστη οἴκοθεν μηδενὸς ἑτέρου προσδεόμεναι

    在条件句的归结节中,ἑκάστη(阴性单数主格)作为复数主语 αἱ ψυχαί 的分配性同位语出现。限定动词 ἐγίνωσκον 为复数,随后的分词 προσδεόμεναι 则与复数主语一致,作阴性复数主格。

  2. 1.0ἑτερώνυμα δὲ ὅσα τούτοις διαφέρει καὶ τῷ ὑποκειμένῳ ταὐτά ἐστιν

    τούτοις 指向前文的 ταῦτα γὰρ οὔτε ὄνομα τὸ αὐτὸ ἔχουσιν οὔτε ὁρισμὸν τὸν αὐτόν,作表示限定/关系的与格,意为“在这些方面[即名称与定义上]”。它与后面的 τῷ ὑποκειμένῳ(“在主体上”)形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:15.4-17.3