- 底本
- Ammonius, In Aristotelis Categorias Commentarius. Commentaria in Aristotelem Graeca IV.4, ed. A. Busse, Berlin: Reimer 1895, pp. 1-106. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:104.14-105.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《范畴篇》14b24关于“同时”的论述,阿摩尼奥斯阐释了依时间与依本性这两种同时的方式,并说明依本性的同时适用于出自同一个属之同一次划分的同位物种。
" Ἅμα δὲ λέγεται ἁπλῶς μὲν καὶ κυριώτατα, ὧν ἡ γένεσις." Ἐπειδὴ καὶ περὶ τοῦ ἅμα ἐμνημόνευσεν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ, διδάσκει καὶ περὶ τούτου. καθάπερ δὲ καὶ ἐν τῷ προτέρῳ ἐλέγομεν πρῶτον σημαινόμενον αὐτοῦ κυρίως τὸ κατὰ χρόνον, τοῦτο κἀνταῦθά φησι, δεύτερον δὲ τὸ φύσει, καθὰ καὶ ἐπ’ ἐκείνων εἴρηται. τοῦτο δὲ ἀντίκειται τῷ δευτέρῳ τρόπῳ καὶ πέμπτῳ τοῦ προτέρου· καὶ γὰρ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι1 ἀκολούθησιν καὶ οὐκ ἔστιν τῷ ἑτέρῳ τὸ ἕτερον αἴτιον τοῦ εἶναι, οἷον τὸ πεζὸν ζῷον καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον· τοῦ γὰρ ζῴου τὸ μέν ἐστι πτηνὸν τὸ δὲ πεζὸν τὸ δὲ ἔνυδρον· ταῦτα οὖν ἅμα λέγεται εἶναι, ἐπείπερ ἐκ τοῦ αὐτοῦ γένους κατὰ τὴν αὐτὴν διαίρεσίν ἐστιν, ὥς φησιν. ἐὰν δὲ τὸ πτηνὸν διαιρεθῇ εἰς ὄρνιθας, εἰ τύχοι, καὶ ἀκρίδας, οὐκέτι ὄρνις καὶ πτηνὸν ἅμα λέγεται, ἀλλὰ πρότερον τὸ πτηνόν, διότι ἐκ τῆς πρώτης διαιρέσεως τοῦ ζῴου διῄρηται.2
“同时,无条件地且最严格地言说,是指那些事物的生成[在同一时间中]。” 既然在范畴的讲授中他也提到了“同时”,那么他也对这一概念进行讲授。正如在“先者”中我们曾说它的第一种含义严格说来是依时间的,他在这里也说了这一点;第二则是依本性的,正如在那些[先者]的情形中所说的那样。而这与“先者”的第二种和第五种方式相对立;因为它确实按照存在的跟随而换位,并且一者不是另一者存在的原因,例如陆生动物、有翼[动物]和水生[动物];因为在动物中,有些是有翼的,有些是陆生的,有些是水生的。因此,正如他所说,既然这些是出自同一个属、依同一次划分而来的,它们就被称为是同时的。但如果有翼者被划分为例如鸟类和蝗虫类,鸟和有翼者就不再被称为是同时的,而是有翼者先[于鸟],因为[有翼者]是从动物的第一次划分中划分出来的。
- 10.1τοῦτο δὲ ἀντίκειται τῷ δευτέρῳ τρόπῳ καὶ πέμπτῳ τοῦ προτέρου· καὶ γὰρ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν καὶ οὐκ ἔστιν τῷ ἑτέρῳ τὸ ἕτερον αἴτιον τοῦ εἶναι
由 καὶ γάρ ... καὶ οὐκ ... 连接的两个并列分句分别给出了与前文“第二种方式”和“第五种方式”相对立的理由:第一分句(换位)对应不换位的第二种方式,第二分句(不是存在的原因)对应作为原因的第五种方式。
- 10.1διότι ἐκ τῆς πρώτης διαιρέσεως τοῦ ζῴου διῄρηται
完成体被动态动词 διῄρηται 的隐含主语是前文主句中被对比的两项中处于较高阶概念的 τὸ πτηνόν(有翼者)。由于它源于“动物”的初次划分,因而先于属于次级划分的 ὄρνις(鸟)。
