← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§105.8-106.7

六种运动在四范畴的分布及增加与变质的区别

阿摩尼奥斯根据亚里士多德 15a23–15a25 阐明了运动的六个种如何分布在四个范畴(实体、数量、性质、处所)中,并通过几何学中磬折形的例证论证了增加与变质并非同一,进而结束了全书的注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

" Κινήσεως δέ ἐστιν εἴδη ἕξ." Πάλιν περὶ κινήσεώς φησιν, ἐπειδὴ καὶ ταύτης ἐμνημόνευσεν ἐν τοῖς προλαβοῦσιν. ἡ οὖν κίνησις μεταβολή ἐστι, τὸ δὲ μεταβάλλον ἢ κατ’ οὐσίαν μεταβάλλει ἢ κατὰ συμβεβηκός. καὶ εἰ μὲν κατ’ οὐσίαν, γίνεται γένεσις καὶ φθορά (εἰ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἔσται γένεσις, εἰ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, γίνεται φθορά), εἰ δὲ κατὰ συμβεβηκός, ἢ ἐν αὐτῷ ἐστιν ἡ μεταβολὴ ἢ ἐπ’ αὐτῷ ἢ περὶ αὐτό.1 καὶ εἰ μὲν ἐν αὐτῷ, καλεῖται αὔξησις καὶ μείωσις, εἰ δὲ ἐπ’ αὐτῷ, ἀλλοίωσις, εἰ δὲ περὶ αὐτό, καλεῖται ἡ κατὰ τόπον μεταβολή, ὥστε γίνεσθαι τὴν κίνησιν ἐν τέτρασι κατηγορίαις, ἐν μὲν τῇ οὐσίᾳ γένεσιν καὶ φθοράν, ἐν δὲ τῷ ποσῷ αὔξησιν καὶ μείωσιν, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσιν, ἐν δὲ τῇ ποῦ τὴν κατὰ τόπον μεταβολήν. ὅπερ δὲ ἐπὶ τῶν ἀντικειμένων ἐποίησε, καὶ νῦν ποιεῖ· διακρίνει γὰρ τὰ εἴδη τῆς κινήσεως ἀπ’ ἀλλήλων.

“运动有六个种。” 他又论及运动,因为他在前面的部分中也提到了这一概念。运动乃是变化,而变化者要么依实体变化,要么依偶性变化。若依实体,则发生生成与毁灭(若从非存在到存在,将是生成;若从存在到非存在,则发生毁灭);但若依偶性,则变化要么在它之中,要么在它之上,要么在它周围。若在它之中,便被称为增加与减少;若在它之上,则被称为变质;若在它周围,便被称为依位置的变化;以致运动发生在四个范畴中:在实体中为生成与毁灭,在数量中为增加与减少,在性质中为变质,在处所中为依位置的变化。正如他在论对立者时所做的那样,他现在也同样在做;因为他将运动的诸种彼此区分开来。

§11.2

"Εἰ γὰρ ἦν ἡ αὐτή, ἔδει τὸ ἀλλοιούμενον." Ἐπὶ τῶν ἄλλων οὐδὲν κατασκευάσας ὡς προφανῶν2 περὶ τῆς ἀλλοιώσεως τοῦτο ποιεῖ καί φησιν ὅτι εἰ ἡ αὐτὴ ἦν ἡ ἀλλοίωσις τῇ αὐξήσει, ἔδει τὸ αὐξανόμενον πάντως ἀλλοιοῦσθαι, ὅπερ οὐ γίνεται· τὸ γὰρ τετράγωνον γνώμονος αὐτῷ περιτεθέντος3 αὔξεται μὲν ἀλλοιοῦται δὲ οὐδαμῶς· μένει γὰρ πάλιν τὸ τετράγωνον. γνώμων δέ ἐστιν ἡ περὶ τὴν διάμετρον περιφέρεια μετὰ τῶν δύο παραπληρωμάτων. τὸ ᾱ γ̄ τετράγωνον περιτεθέντος τοῦ ᾱ ζ̄ ε̄ η̄ γ̄ γνώμονος ηὔξηται μὲν οὐκ ἠλλοίωται δέ· καὶ γὰρ τετράγωνον καὶ τὸ η̄ ζ̄ ἐστί. καὶ αὖθις τὸ ε̄ δ̄ τετράγωνον περιτεθέντος τοῦ θ̄ ζ̄ β̄ η̄ ῑ γνώμονος ηὔξηται καὶ οὐκ ἠλλοίωται· τετράγωνον γὰρ καὶ τὸ ε̄ β̄ ἐστίν. ἔστιν οὖν ὁ γνώμων τετράγωνον μετὰ τῶν περὶ τὴν διάμετρον αὐτοῦ δύο παραπληρωμάτων. Καὶ περὶ τῶν ὄντων τοσαῦτα εἰρήσθω· ὡς εὐχερῆ δὲ τὰ λοιπὰ παρήκαμεν.

“因为如果是相同的,那么变质者就必须[……]。” 由于其他情况显而易见,他并未对其建立任何证明,唯独就变质做了证明,并说如果变质与增加是相同的,那么增加者就必定必须变质,但这种情况并未发生;因为正方形在一个磬折形被置于其周时虽然增加了,却绝没有变质;因为它仍然保持为正方形。磬折形乃是对角线周围的外周连同两个补形。当磬折形 ᾱ ζ̄ ε̄ η̄ γ̄ 被置于正方形 ᾱ γ̄ 周围时,它增加了却并未变质;因为 η̄ ζ̄ 也同样是正方形。再次,当磬折形 θ̄ ζ̄ β̄ η̄ ῑ 被置于正方形 ε̄ δ̄ 周围时,它增加了却并未变质;因为 ε̄ β̄ 也同样是正方形。因此,磬折形是一个正方形连同其对角线周围的两个补形。关于存在者,就说这么多了;至于其余的部分,由于平易,我们就略过了。

语法注3 条
  1. 11.1ἢ ἐν αὐτῷ ἐστιν ἡ μεταβολὴ ἢ ἐπ’ αὐτῷ ἢ περὶ αὐτό

    作者利用前置词 ἐν(在内部)、ἐπί(在表面上)、περί(在周围)的空间色彩差异,将偶性变化的三种情况(数量、性质、处所)进行概念上的系统化划分:ἐν αὐτῷ 对应数量的增减,ἐπ’ αὐτῷ 对应性质的变质,περὶ αὐτό 对应外部空间的位移。

  2. 11.2Ἐπὶ τῶν ἄλλων οὐδὲν κατασκευάσας ὡς προφανῶν

    短语 ὡς προφανῶν 是一个由 ὡς 引出的属格独立结构(省略了 ὄντων),或者修饰受介词 ἐπί 支配的 τῶν ἄλλων,表达理由(“由于[其他运动]显而易见”)。

  3. 11.2γνώμονος αὐτῷ περιτεθέντος

    属格绝对结构(genitive absolute)。古希腊几何学中,γνώμων(磬折形)指附加在某个图形(此处为正方形)外周以形成更大相似图形的L形补足部分。与格 αὐτῷ 受动词复合前缀 περί- 支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:105.8-106.7