← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《范畴篇》注释

§103.2-104.12

先者的五种含义及其相关性

阿摩尼奥斯阐释了亚里士多德《范畴篇》第12章(14a26–14b22)中“先者”的五种含义(时间、本性/存在的跟随、秩序、尊严与原因),并指明亚里士多德未单独论述“后者”是由于两者的相关性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

" Πρότερον ἕτερον ἑτέρου λέγεται." Ἐπειδὴ ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ ἐμνημόνευσε τοῦ προτέρου, εἰκότως τούτου ἀπαριθμεῖται τὰ σημαινόμενα καὶ διελὼν μὲν τέσσαρα αὐτὰ εἶναί φησιν, ὕστερον δὲ καὶ πέμπτον προστίθησι. καί φησι, πρῶτον μὲν πρότερον λέγεται τῷ χρόνῳ, καθ’ ὃ καὶ τὸν πρεσβύτερον τοῦ νέου λέγομεν πρότερον εἶναι (εἰδέναι δὲ χρὴ ὅτι τὸ μὲν πρεσβύτερον ἐπὶ ἐμψύχων τὸ δὲ παλαιότερον ἐπὶ ἀψύχων λέγεται), δεύτερον δὲ σημαινόμενον τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν,1 ἤγουν τὸ συνεισφερόμενον μὴ συνεισφέρον δέ· τοῦτο γάρ ἐστι τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν· οἷον δυοῖν ὄντοιν ἐξ ἀνάγκης ἓν ἔσται (συνεισφέρεται γὰρ τὸ ἕν), ἑνὸς δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἔσονται δύο (οὐ γὰρ συνεισφέρεται τῷ ἑνί), ὥστε πρότερον τὸ ἓν τοῖν δυοῖν. πάλιν ἀνθρώπου μὲν ὄντος ἐξ ἀνάγκης ἔσται ζῷον (συνεισφέρεται γὰρ τὸ ζῷον τῷ ἀνθρώπῳ), ζῴου δὲ ὄντος οὐ πάντως ἔσται ἄνθρωπος· οὐ γὰρ συνεισφέρεται αὐτῷ ὁ ἄνθρωπος· πολλὰ γάρ εἰσι ζῷα, ἃ οὐκ εἰσὶν ἄνθρωποι· οὐκοῦν τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου. τῇ φύσει δὲ τοῦτο καὶ οὐ τῷ χρόνῳ λέγεται. τρίτον δὲ τῇ τάξει ἐστίν, ὡς τὸ προοίμιον πρότερον τῆς διηγήσεως. τέταρτον τῷ ἀξιώματι ὡς ὁ ἄρχων τῶν ἀρχομένων. πέμπτον ὃ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, αἴτιον δὲ τῷ ἑτέρῳ τοῦ εἶναι γίνεται.

“一物被称为先于另一物[有四种方式]。” 既然在范畴的讲授中他提到了“先者”,那么他合理地列举了它的各种含义,并且在划分之后,他说它们有四种,但在后面他又补充了第五种。他说:第一,“先者”是在时间上言说的,据此我们也说年长者先于年轻者(应当知道,“年长”是就具有灵魂者而言说的,而“古老”是就无灵魂者而言说的);第二种含义是按照存在的跟随而不换位者,即被连带引入但自身并不连带引入者;因为这就是按照存在的跟随而不换位者;例如,若有两个存在,必然会有一个存在(因为一被连带引入),但若有一个存在,并不必然会有两个存在(因为[二]并不与一连带引入),因此一先于二。又如,若人存在,必然会有动物存在(因为动物与人连带引入),但若动物存在,并不必定有人存在;因为人并不与它连带引入;因为有许多动物并不是人;因此动物先于人。而这是依本性言说的,不是在时间上言说的。第三是在秩序上,正如序言先于叙述。第四是在尊严上,正如统治者[先于]被统治者。第五是按照存在的跟随而换位,但成为另一方存在的原因者。

§9.2

"Ἔστι μὲν δὴ καὶ σχεδὸν ἀλλοτριώτατος." Ἐπείπερ οὗτος ἐκ τῆς ἡμετέρας προαιρέσεως τέθειται καὶ οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων.

“这确实差不多是最疏远的[方式]。” 因为这一[方式]是出于我们的抉择而被确立的,而不是出于事物的本性。

§9.3

"Τῶν γὰρ ἀντιστρεφόντων κατὰ τήν." Ἐὰν γάρ, φησί, τῶν ἀντιστρεφόντων τὸ ἕτερον τοῦ ἑτέρου αἴτιον ᾖ τοῦ εἶναι,2 εἰκότως πρότερον λέγοιτ’ ἄν, οἷον πατὴρ υἱοῦ ἐστι πατήρ, ἀλλὰ καὶ πρὸς 〈ἄλληλα〉 ἀντιστρέφει· ὁ υἱὸς πατρός ἐστιν υἱός· εἰ οὖν ὁ πατὴρ αἴτιος τοῦ εἶναι τῷ υἱῷ, εἰκότως πρότερον τῇ φύσει τοῦ υἱοῦ λέγοιτο ἄν.

“因为在按照[存在的跟随]换位的事物中。” 因为他说,如果在换位的事物中,一者是另一者存在的原因,那么它就可以合理地被称为先者,正如父亲是儿子的父亲,但彼此之间也是换位的:儿子是父亲的儿子;因此,如果父亲是儿子存在的原因,他就可以合理地被称为依本性先于儿子。

§9.4

"Ὥστε κατὰ πέντε τρόπους πρότερον 〈ἕτερον〉 ἑτέρου λέγοιτ’ ἄν." Εἰπὼν δὲ περὶ τοῦ προτέρου οὐκέτι περὶ τοῦ ὑστέρου ἐμνημόνευσεν· ἐκ γὰρ τῆς τούτου διδασκαλίας καὶ ὁ τοῦ ὑστέρου λόγος σαφής· ἅμα γὰρ ταῦτα ὑπάρχει, ἐπεὶ καὶ τῶν πρός τί ἐστιν·3 τὸ γὰρ πρότερον ὑστέρου λέγεται πρότερον· κατὰ τοσούτους γὰρ τρόπους λέγεται τὸ ὕστερον, ὅσους καὶ τὸ πρότερον.

“因此,一物被称为先于另一物可以依五种方式。” 在谈论了“先者”之后,他不再提及“后者”;因为根据对前者的讲授,关于后者的说明也是清楚的;因为这两者是同时具备的,既然它们也属于关系者;因为先者被称为后者的先者;因为后者被言说的方式与先者被言说的方式正好一样多。

语法注3 条
  1. 9.1τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν

    κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν 是表示方面或标准的介词短语,意为“按照存在的跟随 / 就存在的蕴涵而言”。其后的 ἤγουν τὸ συνεισφερόμενον μὴ συνεισφέρον δέ 是对该短语的解释性同位成分,具体说明这种逻辑上的不对称性。

  2. 9.3τῶν ἀντιστρεφόντων τὸ ἕτερον τοῦ ἑτέρου αἴτιον ᾖ τοῦ εἶναι

    τῶν ἀντιστρεφόντων 是修饰条件从句主语 τὸ ἕτερον 的部分属格(“在换位者中一者”)。τοῦ ἑτέρου 是取决于 αἴτιον 的关系属格,τοῦ εἶναι 则是 αἴτιον 所支配的宾格性属格(“另一方存在的[原因]”)。

  3. 9.4ἅμα γὰρ ταῦτα ὑπάρχει, ἐπεὶ καὶ τῶν πρός τί ἐστιν

    ἅμα 作状语/谓词性用法,指的不是时间上的同时,而是范畴论意义上相关项在“本性上的同时”共存。随后的 ἐπεὶ καὶ τῶν πρός τί ἐστιν 则是说明其理由的从属从句(“既然它们也属于关系者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg002.humanitext-grc1:103.2-104.12