- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:98.16-101.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
承接波菲利对差异的分类,阐明同一差异根据不同考察视角既可作构成性差异亦可作划分性差异,分析其结合所产生的四种配对之成立情况与本体论实例(包括“非理性且不死”的疑难),并阐述差异在最高属、中介者与最低种中的不同作用,以及为何有时以固有属性代取实体性差异。
" p. 9,24 Τριῶν οὖν εἰδῶν τῆς διαφορᾶς θεωρουμένων καὶ τῶν μὲν οὐσῶν χωριστῶν τῶν δὲ ἀχωρίστων, καὶ πάλιν τῶν ἀχωρίστων τῶν μὲν οὐσῶν καθ’ αὑτὸ τῶν δὲ κατὰ συμβεβηκός." Ὑπέσχετο ὁ Πορφύριος περὶ τῶν προκειμένων διδάσκειν λογικώτερον· βούλεται τοίνυν ἐκ τῶν διαφορῶν κἀνταῦθα διδάξαι τινὰ συμβαλλόμενα πρὸς τὴν ὁριστικὴν καὶ διαιρετικὴν μέθοδον. φησὶν οὖν ὅτι τῶν εἰδοποιῶν διαφορῶν αἱ μέν εἰσι συστατικαὶ αἱ δὲ διαιρετικαί, οὐκ ἄλλαι καὶ ἄλλαι, ἀλλ’ αἱ αὐταὶ πῇ μὲν γίνονται συστατικαὶ πῇ δὲ διαιρετικαί, ἄλλως καὶ ἄλλως παραλαμβανόμεναι· τὸ γὰρ λογικὸν καὶ τὸ ἄλογον τὸ θνητὸν καὶ τὸ ἀθάνατον τοῦ ζῴου εἰσὶ διαφοραί, καὶ εἰσὶν αὗται διαιρετικαί (τὸ γὰρ ζῷον εἰς ταῦτα διαιρεῖται)· ἐὰν δὲ αἱ δυνάμεναι συμπλακῆναι ἅμα ληφθῶσιν οἷον τὸ λογικὸν καὶ τὸ θνητόν, γίνονται συστατικαὶ τοῦ ἀνθρώπου διαφοραί· συνιστῶσι γὰρ καὶ συμπληροῦσιν αὐτοῦ τὴν φύσιν. δῆλον οὖν ὅτι αἱ μὲν διαιρετικαὶ διαφοραὶ χρησιμεύουσι πρὸς τὴν διαιρετικὴν μέθοδον, εἴπερ κατὰ ταύτας γίνονται αἱ τῶν γενῶν εἰς τὰ εἴδη διαιρέσεις, αἱ δὲ συστατικαὶ εἰς τὴν ὁριστικήν, εἴπερ οἱ ὁρισμοὶ ἐκ γενῶν εἰσι καὶ τῶν τοιούτων διαφορῶν. ἰστέον δ’ ὅτι συντιθέμεναι αὗται ποιοῦσι τέσσαρας συζυγίας, ὧν αἱ μὲν τρεῖς συνίστανται ἡ δὲ μία ἀσύστατός ἐστιν. οἷον ἔστω λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον. ἰδοὺ τοίνυν λογικὸν καὶ θνητὸν συνίσταται, ἔστι γὰρ ὁ ἄνθρωπος, λογικὸν καὶ ἀθάνατον ὁ θεός, ἄλογον δὲ καὶ θνητὸν ὁ ἵππος, οὐκ ἔστι δέ τι ἄλογον καὶ ἀθάνατον· ζητεῖται γὰρ περὶ τῆς λοιπῆς συζυγίας, τῆς τοῦ ἀλόγου φημὶ καὶ τοῦ ἀθανάτου, πότερον συνέστηκε καὶ ἔστι τι ἄλογον καὶ ἀθάνατον, οἷόν τι δοκεῖ καὶ περὶ τῆς Σκύλλης ὁ ποιητὴς λέγειν ἀλλ’ ἀθάνατον κακόν ἐστιν, ἢ οὔ· οἱ μὲν γάρ φασιν εἶναί τι δαιμονίων ἀλόγων γένος ἀθάνατον, ὅπερ δὴ μείονα ἐπέχει τάξιν, οὓς καὶ ἀποτρεπόμεθα.1 οἱ δέ φασι καὶ τὸ τοιοῦτον γένος θνητὸν εἶναι· ὃ γάρ ἐστιν ἀθάνατον, καὶ λογικόν ἐστι πάντως. ἔλθωμεν καὶ ἐπὶ τὴν οὐσίαν, καὶ τὰ αὐτὰ εὑρήσομεν· καὶ γὰρ καὶ ἐνταῦθα δύο οὐσῶν ἀντιθέσεων, ἐμψύχου καὶ ἀψύχου, αἰσθητικοῦ καὶ ἀναισθήτου, καὶ τούτων συμπλεκομένων τρεῖς μόναι συνίστανται συζυγίαι, ἡ δὲ λοιπὴ ἀσύστατός ἐστι· τὸ μὲν γὰρ ἔμψυχον καὶ αἰσθητικὸν τὸ ζῷον, τὸ δὲ ἔμψυχον καὶ ἀναίσθητον τὸ φυτόν, τὸ δὲ ἄψυχον καὶ ἀναίσθητον ὁ λίθος, ἄψυχον δὲ καὶ αἰσθητικὸν οὐδέν ἐστιν· ὃ γὰρ ἂν ἔχῃ αἴσθησιν, πολλῷ μᾶλλον τὴν φυσικὴν ἔχει ψυχήν· ὅπου γὰρ φυσική, οὐ πάντως καὶ αἰσθητική, ὅπου δὲ αἰσθητική, πάντως καὶ φυσική. Ἀλλ’ αὗταί γε αἱ διαιρετικαὶ διαφοραὶ τῶν γενῶν· ὥσπερ γάρ εἰσί τινα μόνως εἴδη, τινὰ δὲ καὶ γένη καὶ εἴδη, οὕτως καὶ ἐπὶ τῶν διαφορῶν· τῶν γὰρ εἰδοποιῶν διαφορῶν αἱ μέν εἰσι μόνως διαιρετικαὶ αἱ τῶν γενικωτάτων, αἱ δὲ μόνως συστατικαὶ αἱ τῶν εἰδικωτάτων, αἱ δὲ συστατικαί τε καὶ διαιρετικαὶ αἱ τῶν ὑπαλλήλων· αἱ μὲν γὰρ τῆς οὐσίας διαφοραί, τὸ σῶμά φημι καὶ τὸ ἀσώματον, διαιρετικαὶ μόνως τῆς οὐσίας, οὐδαμῶς δὲ συστατικαί, αἱ δὲ τοῦ ἀνθρώπου διαφοραί, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν, μόνως συστατικαὶ τοῦ ἀνθρώπου, αἱ δὲ τῶν μέσων, οἷον αἱ τοῦ ζῴου τὸ θνητὸν καὶ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ συστατικαὶ καὶ διαιρετικαί, διότι ἔχουσί τι πρὸ αὐτῶν ἐπαναβεβηκός· αἱ μὲν γὰρ ἐναντίαι διαιρετικαὶ τοῦ ζῴου, ὅτι αὗται διαιροῦνται εἰς ἕτερα εἴδη, οἷον τὸ θνητὸν καὶ ἀθάνατον (εἰς ταῦτα γὰρ διαιρεῖται τὸ ζῷον), καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον ὁμοίως. αἱ δὲ ὑπάλληλοι τῶν εἰδῶν εἰσι συστατικαί· λογικὸν μὲν γὰρ καὶ θνητὸν ἀνθρώπου συστατικά, λογικὸν δὲ καὶ ἀθάνατον ἀγγέλου, ἄλογον δὲ καὶ θνητὸν ἵππου, αἱ δὲ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ τῶν ἀλόγων ζῴων.2 παρέλειψεν ὁ Πορφύριος τὸ ἄλογον καὶ τὸ ἀθάνατον ὡς ἀμφιβαλλόμενον, εἴτε εἰσὶ τοιαῦται οὐσίαι εἴτε οὔ· εἰσὶ γάρ, ὡς εἶπον, τὰ ἄλογα δαιμόνια μείω τάξιν ἐν τῷ παντὶ ἐπέχοντα καὶ ἀφορισθέντα πρὸς τὸ τὰς ἀξίας κολάζειν ψυχάς, ἅπερ ὑπό τινων μὲν ἀθάνατα ὑπό τινων δὲ θνητὰ εἶναι νενόμισται.
“因此,当差异的三个种被考察,且有的可分离,有的不可分离,再者在不可分离者中,有的是就自身而言的,有的是出于附随的。” 波菲利曾许诺以更为逻辑的方式讲授所提出的主题;因此,他在此亦希望从诸差异出发讲授某些有助于定义法与划分法的内容。于是他说,在种形成的差异中,有些是构成性的,有些是划分性的;它们并非彼此不同,而是同一批差异以不同方式被选取时,在一方面成为构成性的,在另一方面成为划分性的;因为“理性的”与“非理性的”、“会死的”与“不死的”是动物的差异,且这些是划分性的(因为动物被划分为这些);但若能够结合在一起的差异被一同选取,例如“理性的”与“会死的”,它们便成为人的构成性差异;因为它们构成并充实了他的本性。因此显而易见,划分性差异有助于划分法,既然属向种的划分是依照这些差异进行的;而构成性差异有助于定义法,既然定义是由属和此类差异构成的。必须知晓,这些差异组合起来构成四种配对,其中三种得以成立,一种不可成立。例如,设为理性的与非理性的、会死的与不死的。看哪,理性的与会死的得以成立,因为人存在;理性的与不死的是神;非理性的与会死的是马;但没有任何事物是非理性的且不死的;因为对于剩下的配对——我是指非理性的与不死的——人们探究它是否成立且是否存在某种非理性的且不死之物(如诗人关于斯库拉似乎亦说过的,“但她是不死之灾”),或者不存在;因为有人说存在某种属于非理性守护神的不死种族,它占据着较低的等阶,亦是我们避之不及的。另有人说此类种族亦是会死的;因为凡是不死的,必然在一切方面亦是理性的。让我们进而考察实体,我们亦将发现同样的事情;因为在此亦存在两个对立项,即有灵魂的与无灵魂的、有感觉的与无感觉的,当这些结合时,只有三种配对得以成立,而剩下的一种不可成立;因为有灵魂且有感觉的是动物,有灵魂且无感觉的是植物,无灵魂且无感觉的是石头,但没有任何事物是无灵魂且有感觉的;因为凡具有感觉的,远更为优先地具有自然的灵魂;因为在有自然灵魂之处,并不必然亦有感觉灵魂,但在有感觉灵魂之处,必然亦有自然灵魂。 但这乃是属的划分性差异;正如有些事物仅为种,有些事物既为属亦为种,在诸差异上亦是如此;因为在种形成的差异中,最高属的差异仅为划分性的,最底层的种的差异仅为构成性的,而处于从属地位的中介者的差异则既是构成性的亦是划分性的;因为实体的差异——我是指物体与非物体——仅为实体的划分性差异,决非构成性的;人的差异,如理性的与会死的,仅为人的构成性差异;而中介者的差异,如动物的会死的与不死的、理性的与非理性的,由于在它们之前拥有位阶更高的上位者,因而既是构成性的亦是划分性的;因为相反的差异是动物的划分性差异(因为它们被划分为其他种,例如会死的与不死的,因为动物被划分为这些,理性的与非理性的亦同样如此)。而相互从属的差异则是诸种的构成性差异;因为理性的与会死的是人的构成性差异,理性的与不死的是天使的,非理性的与会死的是马的,非理性的与会死的〔诸差异〕则是非理性动物的构成性差异。波菲利省略了非理性的与不死的,因为此类实体究竟存在与否尚存疑问;因为如我所言,存在着在全宇宙中占据较低等阶、被指派用以惩罚应受惩之灵魂的非理性守护神,它们被某些人认为是不死的,而另一些人则认为是会死的。
" p. 10,19 Καὶ τούτων γε μάλιστα χρεία εἰς τὰς διαιρέσεις τῶν γενῶν." Τὸ μάλιστα προσέθηκεν, ὅτι πολλάκις διὰ τὴν ἀνθρωπείαν ἀσθένειαν ἀποροῦντες τοιούτων διαφορῶν παραλαμβάνομεν ἐκ τῶν κατὰ συμβεβηκός, οἷον ἐπὶ τοῦ κόρακος ἀντὶ διαφορᾶς τὸ μέλαν λαμβάνομεν καὶ ἐπὶ τοῦ κύκνου τὸ λευκόν, ὡς ὅταν ἵππον ὁριζόμενοι εἴπωμεν, ζῷον εἶναι ἄλογον χρεμετιστικόν, τὸ ἴδιον ἐπουσιῶδες ὂν ἀντὶ διαφορᾶς οὐσιώδους λαμβάνομεν3 διὰ τὸ μὴ δύνασθαι οὐσιώδη διαφορὰν ἵππου φέρε καὶ ὄνου εὑρεῖν.
“并且对于属的划分,尤其需要这些。” 他加上“尤其”,是因为出于人性的软弱,在缺乏此类差异时,我们往往取自附随的事物,例如在乌鸦的情形中我们用“黑”代替差异,在天鹅的情形中用“白”代替差异;正如在给马下定义时我们说它是“能够嘶鸣的非理性动物”,因无法发现譬如马与驴的实体性差异,而用附随于实体的固有属性来代替实体性差异。
- 2.72ὅπερ δὴ μείονα ἐπέχει τάξιν, οὓς καὶ ἀποτρεπόμεθα
承接先行词 γένος(中性单数),前半部分的关系代词 ὅπερ 在语法性数上保持一致(中性单数),而随后的关系代词 οὕς 则根据其所指的实际对象(守护神们,作阳性复数理解)采用了意念一致(constructio ad sensum),变为阳性复数宾格。
- 2.72αἱ δὲ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ τῶν ἀλόγων ζῴων
承接前句的并列结构(λογικὸν μὲν γὰρ καὶ θνητὸν ἀνθρώπου συστατικά...),此处省略了表语 συστατικαί(或 συστατικαί εἰσι)。属格短语 τῶν ἀλόγων ζῴων 依附于该省略的表语,意为“‘非理性的’与‘会死的’[的诸差异]是无理性动物的[构成性差异]”。
- 2.73ὡς ὅταν ἵππον ὁριζόμενοι εἴπωμεν, ζῷον εἶναι ἄλογον χρεμετιστικόν, τὸ ἴδιον ἐπουσιῶδες ὂν ἀντὶ διαφορᾶς οὐσιώδους λαμβάνομεν
句子的核心骨架为 ὡς ὅταν... εἴπωμεν(时间/条件从句)与主句 τὸ ἴδιον... λαμβάνομεν 相呼应。在从句内部,带不定式的宾格结构 ζῷον εἶναι... 作为 εἴπωμεν 的间接引语从属成分。
