- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:101.5-102.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯解释了波菲利关于差异为“种借以超出属之物”的定义,阐述了由此引发并基于无中不能生有与相反者不可共存两条公理的疑难,并通过潜能与现实的区别说明了漫步学派对该疑难的解决。
" p. 10,22 Ἃς δὴ καὶ ὁριζόμενοί φαμεν· διαφορά ἐστιν ᾗ περισσεύει τὸ εἶδος τοῦ γένους." Ἀπαριθμησάμενος τὰ σημαινόμενα τῆς διαφορᾶς καὶ εἰπὼν περὶ ποίου σημαινομένου μάλιστα τοῖς φιλοσόφοις ὁ λόγος, βούλεται ταύτης τὴν ὑπογραφὴν ἀποδοῦναι. φησὶν οὖν ὅτι διαφορά ἐστιν ᾗ περισσεύει τὸ εἶδος τοῦ γένους· ὁ γὰρ ἄνθρωπος τῷ λογικῷ καὶ τῷ θνητῷ περιττεύει τοῦ ζῴου. ἀπορίαν δέ τινα ἀπορεῖ ὁ Πορφύριος ἐκ τοῦ ὁρισμοῦ τούτου καὶ ἐπιλύεται ταύτην. προλαμβάνει δὲ τῆς ἀπορίας1 δύο ἐναργῆ τινα ἀξιώματα, ἃ οὕτω καλοῦνται ὑπὸ τῶν Περιπατητικῶν ὡς οἴκοθεν τὸ ἀξιόπιστον ἔχοντα. εἰσὶ δὲ τὰ ἀξιώματα ταῦτα· πρῶτον μὲν ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, οἷον τὸ ἀβάκιον γέγονεν ἐκ τοῦ ξύλου, ὃ πῇ μὲν ὂν ὑπῆρχε (ξύλον γὰρ ἦν), πῇ δὲ μὴ ὄν· οὔπω γὰρ ἦν ἀβάκιον· εἰ γὰρ ἦν, οὐκ ἔχρῃζε τέκτονος τοῦ ποιοῦντος. καὶ οἱ λίθοι πῇ μέν εἰσιν ὄντες ὡς λίθοι, πῇ δὲ οὐκ ὄντες, ὅτι οὔπω οἶκος. ἐκ δὲ τοῦ μηδαμῇ μηδαμῶς ὄντος πῶς ἄν τι γένοιτο; δεύτερον δὲ ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ κατὰ τὸν αὐτὸν χρόνον ἅμα οὐκ ἐνδέχεται εἶναι· ἀναιρετικὰ γὰρ ἀλλήλων τὰ ἐναντία εἰσί. τούτων προλεχθέντων ἡ ἀπορία προβαίνει τοῦτον τὸν τρόπον· ἀνάγκη τὰς διαφορὰς ἢ ἐκ τοῦ γένους τοῖς εἴδεσιν ἐπιγίνεσθαι προϋπαρχούσας ἐν αὐτῷ ἢ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. ἑκάτερον δὲ τούτων ἄτοπον· εἰ γάρ εἰσιν ἐν τοῖς γένεσιν αἱ διαφοραί, ἔσονται τὰ ἐναντία ἐν τῷ αὐτῷ κατὰ τὸν αὐτὸν χρόνον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον, ὅπερ ἄτοπον. εἰ δὲ μὴ εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσι, πόθεν γίνονται ἐν τοῖς εἴδεσιν; ἔσται γάρ τι γινόμενον ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ὅπερ ἄτοπον· οὐ γὰρ ἐξ ἄλλου τινὸς δύνανται εἶναι, ἐπεὶ μηδὲ ἔστι μεταξὺ γένους καὶ εἴδους ἄλλο, εἰ μὴ αἱ διαφοραί. δῆλον οὖν ὅτι ἀπορώτατος ὁ λόγος. Ἀπορήσας τοίνυν ἐπιλύεται τὴν ἀπορίαν περιπατητικῶς· λέγει γὰρ ὁ Πορφύριος, ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ κατὰ τὸν αὐτὸν χρόνον ἐνεργείᾳ μὲν εἶναι οὐ δύναται, δυνάμει μέντοι δύναται εἶναι. ἵνα δὲ σαφῆ γένηται τὰ λεγόμενα, εἴπωμεν οὕτως· ἄλλο τί ἐστι τὸ δυνάμει εἶναί τι καὶ ἄλλο τὸ ἐνεργείᾳ· δυνάμει μὲν γὰρ λέγεται τὸ ἀτελὲς καὶ μὴ προαχθὲν εἰς ἐνέργειαν, δυνάμενον μέντοι καὶ ἐπιτηδείως ἔχον ἐνεχθῆναι ἐπὶ τὸ ἐνεργείᾳ· οἷον τὸ παιδίον δυνάμει μὲν γραμματικόν ἐστι (δύναται γὰρ γενέσθαι γραμματικόν) καὶ τὸ ψυχρὸν ὕδωρ λέγεται δυνάμει θερμόν. τοῦτο οὖν ἐστι τὸ δυνάμει. ἐνεργείᾳ δὲ λέγεται γραμματικὸς ὁ ἤδη τὴν γραμματικὴν ἐπιστήμην κατὰ τὴν ἕξιν τελειωθεὶς2 καὶ παραδιδοὺς τοὺς γραμματικοὺς λόγους, καὶ τὸ μὲν ψυχρὸν ὕδωρ δυνάμει λέγεται εἶναι θερμόν, τὸ δ’ ἤδη θερμανθὲν λέγεται ἐνεργείᾳ θερμόν. φησὶν οὖν ὅτι τὰ ἐναντία οἷον τὸ ψυχρὸν καὶ τὸ θερμὸν ἐνεργείᾳ μὲν ἅμα τινὶ παρεῖναι ἀδύνατον, δυνάμει δὲ δυνατόν· τὸ γὰρ χλιαρὸν ὕδωρ οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν ἐνεργείᾳ, δυνάμει δέ ἐστιν ἀμφότερα, καὶ τὸ βρέφος δυνάμει καὶ ἀρετὴν ἔχει καὶ κακίαν, καὶ ἡ ὕλη δυνάμει πάντα ἐστὶ τὰ ἐναντία.
“我们亦正是在下定义时说这些:‘差异乃是种借以超出属之物。’” 在列举了差异的诸种意义,并说明了哲学家们的论述主要是关于哪一种意义之后,他希望给出它的描述性规定。于是他说,差异乃是种借以超出属之物;因为人以“理性的”和“会死的”超出动物。波菲利从这个定义中提出了一个疑难,并将它加以解决。而在该疑难之前,他预先提出了两个自明的公理,漫步学派之所以如此称呼它们,是因为它们自身便具有可信性。这些公理如下:第一,没有任何事物产生自决然在任何方面都不存在者,正如写字板产生于木料,木料在一方面作为存在者而存在(因为它是木料),在另一方面作为非存在者而存在(因为它尚不是写字板;因为若已是写字板,就不需要制作它的木匠了);石头在一方面作为石头是存在者,但在另一方面是非存在者,因为它尚不是房屋。但从决然在任何方面都不存在者之中,又怎能产生出任何事物呢?第二,相反者不可能在同一时间同时存在于同一基体中;因为相反者是彼此毁灭的。在预先说明了这些之后,疑难便以此种方式展开:诸差异必然要么是预先存在于属中而从其中发生于诸种,要么是产生自决然在任何方面都不存在者。但这二者皆是荒谬的;因为如果诸差异存在于诸属中,相反者便将在同一时间存在于同一事物中,即“会死的”与“不死的”、“理性的”与“非理性的”,这是荒谬的。而如果诸差异不在诸属中,它们又是从何处发生于诸种之中的呢?因为这将会有某种事物产生自决然在任何方面都不存在者,这是荒谬的;因为它们不可能来自任何其他事物,既然在属与种之间除了诸差异之外别无他物。因此显而易见,这一论证是极度困难的。于是,在提出了疑难之后,他以漫步学派的方式解决了这一疑难;因为波菲利说,相反者不可能在现实中在同一时间存在于同一事物中,但在潜能中却能够存在。为了使所言之事变得清楚,让我们这样来说:在潜能中存在是一回事,在现实中存在是另一回事;因为被称为在潜能中的,是未完成且未被引导至现实、然而具有被引向现实状态的能力和适合的资质者;例如,儿童在潜能上是文法学者(因为他能够成为文法学者),冷水在潜能上被称为是热的。这便是潜能之物。而在现实中被称为文法学者的,则是已经就知识状态而言在文法学知识上达致完善并传授文法论理的人;冷水被称为在潜能上是热的,而已被加热的则被称为在现实上是热的。因此他说,相反者(如冷与热)在现实中同时临在于某物是不可能的,但在潜能中则是可能的;因为温水在现实中既不是热的也不是冷的,但在潜能中则是二者,婴儿在潜能中兼有德性与恶德,质料在潜能中是一切相反者。
- 2.74προλαμβάνει δὲ τῆς ἀπορίας
复合动词 προλαμβάνει 所支配的属格 τῆς ἀπορίας 源于前缀 προ- 所表述的时间或次序上的在先性(相当于比较或分离性属格),意为“在该疑难之前”或“在该疑难之先”。
- 2.74τὴν γραμματικὴν ἐπιστήμην κατὰ τὴν ἕξιν τελειωθεὶς
相对于被动分词 τελειωθείς,名词短语 τὴν γραμματικὴν ἐπιστήμην 用作限定性(或关联性)宾格,表示“在……方面”(即“在文法学知识方面达致完善”)。
