- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:96.10-98.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注解了波菲利关于种形成的差异构成实体的定义且不接纳“更多”与“更少”的主张。针对亚里士多德称个别事物为第一实体的疑难,他通过人类认识的顺序以及“横向宽度”与“纵向深度”的区分提出了解决。
" p. 9, 14 Ἐν τῷ τῆς οὐσίας λαμβάνονται λόγῳ." Ἀντὶ τοῦ ἐν τῷ λόγῳ τῷ δηλοῦντι τὴν φύσιν τοῦ πράγματος, τοῦτ’ ἔστι τῷ ὁρισμῷ· οἱ γὰρ ὁρισμοὶ ἐκ γένους καὶ τῶν συστατικῶν εἰσι διαφορῶν, τοῦτ’ ἔστι τῶν εἰδοποιῶν, αἵτινες οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γὰρ λέγεταί τις μᾶλλον λογικὸς οὐδὲ μᾶλλον θνητὸς καὶ ἧττον λογικὸς ἢ ἧττον θνητός· καὶ γὰρ καὶ οἱ μικροὶ παῖδες ὁμοίως εἰσὶ λογικοί, ἐμποδίζονται δὲ ὑπὸ τοῦ ὀργάνου πρὸς τὰς λογικὰς ἐνεργείας. καὶ ἁπλῶς δεῖ εἰδέναι, ὅτι ἐκεῖνα ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅσα περὶ τὰ αὐτὰ ὑποκείμενα συνίστανται ἐναντία ὄντα, ἅτινα καὶ μίγνυνται ἀλλήλοις· οἷον λευκὸν λευκοῦ μᾶλλον γίνεται λευκὸν καὶ ἧττον, ἐπειδὴ τὸ αὐτὸ ὑποκείμενον ποτὲ μὲν λευκὸν γίνεται ποτὲ δὲ μέλαν καὶ μίγνυται ταῦτα ἀλλήλοις, τὸ λευκὸν λέγω τῷ μέλανι, καὶ ποῦ μὲν καθαρώτερα ποῦ δὲ ἐπιμεμιγμένα συμβαίνει γίνεσθαι. ἐπὶ δὲ τῶν οὐσιῶν οὐκ ἔστι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ οὐδὲ ἐναντίον ἐστὶ τῇ οὐσίᾳ, οὐδὲ τὸ λογικὸν καὶ τὸ ἄλογον περὶ τὸ αὐτὸ ὑποκείμενον συνίστανται. εἰ δέ τις εἴποι ‘πῶς οὖν ὁ Ἀριστοτέλης ἐν Κατηγορίαις εἶπεν “οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη”; ἰδοὺ γὰρ “μάλιστα” εἶπεν ὡς ἂν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχομένης’,1 φαμὲν ὡς πρῶτον μὲν ὡς πρὸς τὴν ἡμετέραν γνῶσιν ἐκεῖνο λέγεται· πρώτην γὰρ εἶπε καὶ μάλιστα τὴν ἄτομον διὰ τὸ συνεγνῶσθαι μᾶλλον ἡμῖν καὶ πρώτην κατειλῆφθαι· ἐκ ταύτης γὰρ χρόνῳ καὶ ἐπιστήμῃ προκόψαντες πρόιμεν καὶ ἐπὶ τὴν δευτέραν, τὴν κατὰ τὰ γένη καὶ εἴδη. ἔπειτα εἰ καὶ συγχωρήσειέ τις ἐν αὐταῖς τὸ μᾶλλον καὶ τὸ ἧττον εἶναι, οὐκ ἐν ταῖς κατὰ πλάτος ἔσται, ἀλλ’ ἐν ταῖς κατὰ βάθος·2 οὐ γὰρ ἄνθρωπος ἀνθρώπου μᾶλλον ἄνθρωπος ἢ μᾶλλον λογικὸς οὐδ’ ὁ ἵππος τοῦ βοὸς μᾶλλον ζῷον ἢ τούτων ὁ ἄνθρωπος, ἀλλ’ ἐν ταῖς κατὰ βάθος, ὡς εἶπον, δυνατόν πως θεωρῆσαι τοῦτο· αἱ γὰρ ἐπάνω τῶν ὑποκάτω τρανέστεραι, ὅσῳ καὶ ἀπολαύουσι τῶν κρειττόνων, οἷον μᾶλλον τὸ λογικὸν ἐν νῷ ἧττον δὲ ἐν τῇ ψυχῇ, καὶ μᾶλλον ἐν ἀγγέλοις, ἧττον δὲ ἐν οὐρανίοις σώμασιν, εἴπερ καὶ αὐτὰ ἔμψυχά εἰσι καὶ λογικά, καὶ εἰ τοῦτο, μᾶλλον ἐν τούτοις ἢ ἐν ἡμῖν. καὶ ἄλλως· ἡ οὐσία μᾶλλον ἐν τῷ ζῴῳ ἢ ἐν τῷ ἀνθρώπῳ, καὶ μᾶλλον ἐν τούτῳ ἢ ἐν τῷ Σωκράτει· εἰ γὰρ μὴ ἀμέσως ἡ οὐσία τῷ Σωκράτει, ἀλλὰ διὰ μέσου τοῦ ζῴου, κἀκ τούτου πάλιν διὰ μέσου τοῦ ἀνθρώπου ἐπιφοιτᾷ, πρόδηλον ὅτι τὰ πρώτως καὶ ἀμέσως τινὸς μετέχοντα τῶν δευτέρων καὶ διὰ μέσου μετεχόντων μᾶλλον μετέχει, καὶ καλῶς εἴρηται, ὡς αἱ μὲν κατὰ πλάτος οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, αἱ δὲ κατὰ βάθος ἐπιδέχονται· εἰ γὰρ αἱ κατὰ πλάτος ἐπεδέχοντο τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐκ ἂν οὐδὲ ἡ αὐτὴ ἀπόστασις ἦν αὐτῶν ἀπὸ τοῦ γένους, τοῦ τε λογικοῦ φημι καὶ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ καὶ τοῦ ἀθανάτου.
“在实体的说明中被选取。” 意思是:在指明事物本性的说明中,也就是在定义中;因为定义是由属和构成性的差异构成的,也就是由种形成的差异构成的,这些差异并不接纳“更多”与“更少”;因为没有人被称为更是理性的或更是会死的,亦未被称为更少是理性的或更少是会死的;因为即便小孩子也同样是理性的,只是在理性活动方面受到了身体器官的阻碍。一般而言必须知晓,凡是在同一基底中作为对立面共存、且彼此混合的事物,才接纳“更多”与“更少”;例如白比白变得“更多”白和“更少”[白],因为同一基底有时变白,有时变黑,并且这些彼此混合——我是说白与黑[混合]——在某些地方碰巧变得更纯粹,而在某些地方碰巧成为混合的。但就诸实体而言,并不存在“更多”与“更少”,因为实体既无对立面,“理性的”与“非理性的”亦不在同一基底中共存。但若有人说:“那么亚里士多德在《范畴篇》中为何说‘最本原、第一位且最为被称呼的实体是……’呢?看哪,他说了‘最为’,仿佛它接纳‘更多’与‘更少’似的”,我们便回答说:首先,那是就我们的认识而言被说的;因为他将个别者称为第一且最为[实体],是由于它对我们而言更为已知且最先被把握;因为随着我们在时间和知识上的进步,我们从它出发,亦前进至依照属和种的第二[实体]。其次,即便有人承认在实体中存在“更多”与“更少”,那亦不会是在横向宽度的[实体]中,而是在纵向深度的[实体]中;因为一个人并不比另一个人更是人或更是理性的,马并不比牛更是动物,人亦不比这些更是动物;但在纵向深度的[实体]中,如我所说,以某种方式考察这一点是可能的;因为上位者比下位者更为明晰,正如它们亦享有更优越的事物一样,例如“理性的”在理智中较多而在灵魂中较少,在天使中较多而在天体中较少(若它们亦是有生命和理性的,且若是如此,在它们中便比在我们中较多)。从另一角度亦是如此:实体在动物中比在人中更多,在此[人]中又比在苏格拉底中更多;因为如果实体并非直接临在于苏格拉底,而是通过动物作为中介,又由此再次通过人作为中介而临在,那么显而易见,第一位且直接分有某物者,比第二位且通过中介分有者分有得更多。因此说得好:横向宽度的[差异]不接纳“更多”与“更少”,而纵向深度的[差异]则接纳;因为如果横向宽度的[差异]接纳了“更多”与“更少”,它们与属的距离——我是指“理性的”与“非理性的”,以及“会死的”与“不死的” ——亦就不会是相同的了。
" p. 9, 17 Αἱ δὲ κατὰ συμβεβηκός, κἂν ἀχώριστοι ὦσιν, ἐπίτασιν καὶ ἄνεσιν λαμβάνουσιν." Ἀντὶ τοῦ ‘ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον’· ταῦτα δὲ εἴληπται τὰ ὀνόματα ἀπὸ μεταφορᾶς τῶν χορδῶν· ἐκεῖ μὲν γὰρ ἡ μὲν ἐπιτεινομένη σφοδρὸν ἀποτελεῖ ψόφον ἡ δ’ ἀνειμένη ἐλάττονα. οὕτως οὖν οἱ φιλόσοφοι ἐπίτασιν μὲν λέγουσι τὴν σφοδρὰν ἀντίληψιν τοῦ πράγματος, ἄνεσιν δὲ τὴν ἐλάττονα.
“附随的差异即便不可分离,亦接受增强与减弱。” 意思是:“它们接纳‘更多’与‘更少’”;而这些名称是从琴弦的隐喻中借用的;因为在那里的琴弦紧绷时发出强烈的声响,松弛时则发出较小的声响。因此,哲学家们将对事物的强烈把握(增强)称为增强,将较小的[把握]称为减弱。
" p. 9, 20 Αὗται μὲν γάρ εἰσιν αἱ τὸν ἑκάστου λόγον συμπληροῦσαι." Αἱ διαφοραὶ αἱ τῆς οὐσίας συμπληρωτικαί. αὗται δὲ καὶ τῶν ὁρισμῶν εἰσι συμπληρωτικαί· οἱ δὲ ὁρισμοὶ τοῦ αὐτοῦ οἱ αὐτοί εἰσιν ἀεί· οὐ γὰρ ποτὲ μὲν ζῷον λογικὸν ὁ ἄνθρωπος ποτὲ δὲ οὔ, ἀλλ’ ἀεὶ ὡσαύτως οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἐπιδεχόμενος.
“因为正是这些构成了各事物的说明。” 即实体的构成性差异。而这些亦是定义的充实者;并且同一事物的诸定义永远是相同的;因为人并非有时是理性的动物而有时不是,而是始终如一,既不接纳增强亦不接纳减弱。
" p. 9, 22 Ἢ κεχρῶσθαί πως." Τοῦτ’ ἔστι μέλαν ἢ λευκὸν εἶναι· ἐπιτείνεται γὰρ καὶ ἀνίεται· ἔστι γὰρ ἄλλο ἄλλου λευκότερον καὶ μελανώτερον.
“或以某种方式着色。” 这就是说,为黑或为白;因为它是被增强和被减弱的;因为一物可以比另一物更白或更黑。
- 2.68ὡς ἂν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχομένης
连词 ὡς ἄν 后接属格独立结构(分词 ἐπιδεχομένης 修饰承前省略的阴性名词 οὐσία),表示所引用词语(μάλιστα)背后的假设或表面理由(“仿佛它接纳更多与更少似的”)。
- 2.68οὐκ ἐν ταῖς κατὰ πλάτος ἔσται, ἀλλ’ ἐν ταῖς κατὰ βάθος
阴性定冠词 ταῖς 之后承前省略了名词 οὐσίαις 或 διαφοραῖς。该句构成了同等种或个体并列的横向关系(“横向宽度”,κατὰ πλάτος)与从上位属或理智贯穿至下位个体的阶层纵向关系(“纵向深度”,κατὰ βάθος)的对比。
