← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§94.3-96.9

种形成差异与造成别物及异质者的区分

阿摩尼奥斯阐明了种形成差异的性质,解析了差异划分为“造成另一物”与“造成异质者”的逻辑。进而,他考察了由“可分离/不可分离”与“另一物/异质者”组合而成的分类体系,排除了不能成立的组合,论证了三类真正差异的基础。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.64

" p. 8,16 Ὥσπερ ὁ ἄνθρωπος τοῦ ἵππου εἰδοποιῷ διαφορᾷ διενήνοχε τῇ τοῦ λογικοῦ ποιότητι." Τοῦτ’ ἔστι συμπληρωτικῇ τοῦ εἴδους·1 τὸ γὰρ ζῷον προσλαμβάνον μὲν τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ ἄνθρωπον, τὸ δὲ θνητὸν καὶ ἄλογον ποιεῖ ἵππον καὶ κύνα καὶ τἆλλα ζῷα. αὗται οὖν αἱ διαφοραὶ συντιθέμεναι τοῖς γένεσι ποιοῦσι τὰ εἴδη, καὶ διὰ τοῦτο εἰδοποιοὶ λέγονται.

“正如人以种形成的差异,以理性的性质与马相区别一样。” 这就是说,以充实种的[差异];因为动物接纳“理性的”和“会死的”便造成人,而[接纳]“会死的”和“非理性的”便造成马、狗及其他动物。因此,这些差异与属相结合便造成种,且因这一缘故它们被称为种形成的。

§2.65

" p. 8,19 Τῶν γὰρ διαφορῶν αἱ μὲν ἄλλο ποιοῦσιν, αἱ δὲ ἀλλοῖον." Ἄλλην διαίρεσιν ἐκτίθεται τῶν διαφορῶν· αἱ μὲν γάρ, φησί, ποιοῦσιν ἄλλο αἱ δὲ ἀλλοῖον, καὶ αἱ μὲν ποιοῦσαι ἄλλο καθ’ αὑτὰς αἱ δὲ ἀλλοῖον κατὰ συμβεβηκός εἰσι καὶ χωρισταί. χωριστὰς δὲ λέγουσι τὴν κοινῶς καὶ τὴν ἰδίως· καὶ αὕτη γὰρ χωριστὴ ἐπινοίᾳ· δύναμαι γὰρ τὸν Σωκράτην καὶ φαλακρὸν καὶ κομήτην ἐπινοῆσαι. τὴν δὲ ἰδιαίτατα οὐκέτι χωρίσαι αὐτοῦ οὐδὲ κατ’ ἐπίνοιαν δύναμαι· οὐδὲ γὰρ ἐπινοῆσαι τὸν ἄνθρωπον ἐκτὸς τοῦ λογικοῦ δυνατόν, ἐπειδὴ οὐκέτι ἔσται ἄνθρωπος· πάντες γὰρ ἄνθρωποι λογικοὶ καὶ πάντες θνητοί. ὥστε τὸν μὲν σιμὸν δύναμαι γρυπὸν νοῆσαι τοῦ αὐτοῦ ἀνθρώπου μένοντος,2 τὸν δὲ ἄνθρωπον οὐκέτι ἐκτὸς τοῦ λογικοῦ ἢ τοῦ θνητοῦ· οὐκέτι γὰρ ἄνθρωπος. ὥστε οὖν αἱ ἰδίως καὶ κοινῶς λεγόμεναι διαφοραὶ χωρισταί εἰσιν· ὅταν γὰρ ὁ ἱστάμενος καθίσῃ, οὐκ ἐγένετο ἄλλος, ἀλλὰ μόνον ἀλλοῖος, ὡς δηλοῖ τοῦτο καὶ ὁ ποιητὴς περὶ τοῦ Ὀδυσσέως κατὰ τὰ περὶ αὐτὸν συμβεβηκότα μεταβεβλημένου ὑπὸ τῆς Ἀθηνᾶς λέγων ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν· οὐ γὰρ εἶπεν ‘ἄλλος’ ἀλλὰ ‘ἀλλοῖος’. ἀλλὰ μὴν εἰ σιμὸς γρυπὸς ἐπινοηθείη, οὐ παρὰ τοῦτο ἄλλος ἐγένετο, ἀλλ’ ἀλλοῖος· ὁ αὐτὸς γὰρ δύναται εἶναι. αἱ δὲ ἄλλο ποιοῦσαι εἰδοποιοί· τὸ γὰρ λογικὸν οὐ ποιεῖ ἀλλοῖον τὸν ἄνθρωπον παρὰ τὸν ἵππον, ἀλλὰ ἄλλον· ἄλλα γὰρ λέγομεν τὰ τῇ οὐσίᾳ διαφέροντα, ὡς εἰρήκαμεν νῦν, οἷον ἄνθρωπον ἵππον.

“因为在诸差异中,一些造成另一物,另一些造成异质的。” 他陈述了差异的另一种划分;因为他说,在诸差异中,一些造成另一物,另一些造成异质的;造成另一物的差异是依其自身的,造成异质者的差异则是附随且可分离的。而他们将“通俗地”和“固有地”陈述的差异称为可分离的;因为后者在观念上亦是可分离的(因为我能够在观念中将苏格拉底设想为秃顶的,亦可设想为蓄长发的)。但“最固有地”[陈述的差异],我再也无法即便在观念上将之与他分离;因为在“理性的”之外设想人是不可能的,因为那样他就将不再是人;因为所有人都是理性的,所有人都是会死的。因此,在同一个人保持不变的情况下,我能够将塌鼻子设想为鹰钩鼻,但再也不能在“理性的”或“会死的”之外设想人;因为他将不再是人。因此,“固有地”和“通俗地”陈述的差异是可分离的;因为当站立者坐下时,他并没有变成另一个人,而只是变成异质的,正如诗人谈到奥德修斯在附随事物上被雅典娜改变时所指出的那样,他说:“异乡人,如今你对我显得与先前不同性质(异质)了”;因为他并未说“另一个人”,而是说“异质的”。再者,即便塌鼻子在观念中被设想为鹰钩鼻,他并未因此变成另一个人,而是变成了异质的;因为他可以是同一个人。但造成另一物的差异则是种形成的;因为“理性的”并未使人相对于马成为异质的,而是使之成为另一物;因为正如我们刚才所言,我们将实体上有别的事物称为另一物,例如人和马。

§2.66

" p. 9,2 Κατὰ μὲν οὖν τὰς ἄλλο ποιούσας διαφορὰς αἵ τε διαιρέσεις γίνονται τῶν γενῶν εἰς τὰ εἴδη." Λέγομεν γὰρ τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον καὶ τὸ μὲν θνητὸν τὸ δὲ ἀθάνατον. καὶ πάλιν τοὺς ὁρισμοὺς διὰ τούτων ἀποδίδομεν· λέγομεν γὰρ τί ἐστιν ἄνθρωπος, ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν.

“因此,依照造成另一物的诸差异,属向诸种的划分得以产生。” 因为就动物而言,我们说一者是理性的,另一者是非理性的,一者是会死的,另一者是不死的。并且我们再次通过这些来给出定义;因为我们说人是什么:是理性的、会死的、能接纳理智与知识的动物。

§2.67

" p. 9,7 Τῶν διαφορῶν τὰς μὲν εἶναι χωριστὰς τὰς δὲ ἀχωρίστους." Ἐντεῦθεν πάλιν ἄρχεται τελειοτέρας τῆς διαιρέσεως, ὥσπερ ἀπ’ ἀρχῆς τινος πρὸς τὸ αὐτὰς χωρίσαι ἀπ’ ἀλλήλων. τῶν οὖν διαφορῶν αἱ μέν εἰσι χωρισταὶ αἱ δὲ ἀχώριστοι, καὶ ταύτῃ διακρίνονται αἱ κοινῶς τῶν ἰδίως καὶ ἰδιαίτατα. πάλιν τῶν διαφορῶν αἱ μὲν ποιοῦσιν ἄλλο αἱ δὲ ἀλλοῖον, καὶ ταύτῃ διακρίνονται αἱ ἰδιαίτατα τῶν ἰδίως καὶ κοινῶς. ἐκ τούτων οὖν τῶν ἀντιθέσεων, ἐξ ὧν διακρίνονται αἱ διαφοραὶ ἀλλήλων, γίνονται συζυγίαι ἕξ,3 ὧν αἱ δύο ὁμολογουμένως μέν εἰσιν ἀσύστατοι (οὐ γὰρ συνίσταται τὸ χωριστὸν καὶ τὸ ἀχώριστον ἢ τὸ ἀλλοῖον καὶ ἄλλο), τῶν δὲ τεσσάρων συζυγιῶν τῶν λοιπῶν μία ἐστὶν ἀσύστατος, ἡ χωριστὴ καὶ ἄλλο ποιοῦσα, αἱ δὲ λοιπαὶ τρεῖς συνίστανται· αἱ μὲν γὰρ χωρισταὶ καὶ ἀλλοῖον ποιοῦσαί εἰσιν αἱ κοινῶς, αἱ δὲ ἀχώριστοι καὶ ἄλλο ποιοῦσαι αἱ ἰδιαίτατα, αἱ δ’ ἀχώριστοι καὶ ἀλλοῖον αἱ κατὰ συμβεβηκός εἰσι καὶ ἰδίως ὥσπερ ἡ γρυπότης. δόξειε δ’ ἂν καὶ ἕτερόν τι διάφορον εἶναι,4 τὸ τῶν χωριστῶν καὶ ἄλλο ποιουσῶν· κατὰ ἀλήθειαν δὲ καὶ αὕτη ἡ συζυγία ἀσύστατός ἐστι· τὸ μὲν γὰρ λογικὸν καθ’ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ (καθ’ αὐτὸ γὰρ ὁ ἄνθρωπος λογικὸς ὑπάρχει, διὸ καὶ ἄνθρωποι πάντες λογικοί), τὸ δὲ γρυπὸν ἢ μέλαν ἢ ἑστάναι ἤ τι τῶν παραπλησίων οὐ καθ’ αὑτό· οὐ γὰρ καθὸ ἄνθρωπος, γρυπός ἐστιν ἢ μέλας ἤ τι τῶν λοιπῶν, ἐπεὶ ἔδει πάντας ἀνθρώπους μέλανας ἢ γρυποὺς εἶναι. ὥστε κἂν μὴ ᾖ τις γρυπὸς ἢ μέλας, οὐδὲν ἧττον ἄνθρωπός ἐστιν. οὐδεμία ἄρα τῶν τοιούτων διαφορῶν ποιεῖ ἄλλο τι πρᾶγμα· ἀσύστατος ἄρα.

“诸差异中,一些是可分离的,另一些是不可分离的。” 从这里起,他为了将它们彼此区分开来,仿佛从某一始元开始,再次展开更完备的划分。因此在诸差异中,一些是可分离的,另一些是不可分离的,借此,“通俗地”[陈述的差异]便与“固有地”及“最固有地”[陈述的差异]区分开来。再者,在诸差异中,一些造成另一物,另一些造成异质的,借此,“最固有地”[陈述的差异]便与“固有地”及“通俗地”[陈述的差异]区分开来。因此,从这些借以区分诸差异的对立中,产生了六种组合,其中两种公认是不能成立的(因为可分离的与不可分离的、或异质的与另一物不能并存);而在其余四种组合中,有一种不能成立——即既可分离又造成另一物的组合——其余三种则能成立。因为既可分离又造成异质者的乃是“通俗地”陈述的差异,既不可分离又造成另一物的乃是“最固有地”陈述的差异,而既不可分离又造成异质者的乃是附随且“固有地”陈述的差异,如鹰钩鼻。或许有人会认为还存在另一种不同的差异,即既可分离又造成另一物的差异;但在真实层面上,这种组合亦是不能成立的。因为“理性的”依其自身属于人(因为人依其自身即作为理性者而存在,故而所有人都是理性的),而鹰钩鼻、黑色、站立或任何此类事物则非依其自身属于;因为并非就其是人而言,他才是鹰钩鼻、黑皮肤或其余诸物,否则所有人就必须都是黑皮肤或鹰钩鼻了。因此,即便某人既非鹰钩鼻亦非黑皮肤,他也丝毫不减其为人。所以,此类差异无一造成另一事物;因此[这种组合]是不能成立的。

语法注4 条
  1. 2.64συμπληρωτικῇ τοῦ εἴδους

    与格短语 συμπληρωτικῇ τοῦ εἴδους([以]充实种的[差异])在无主要动词的情况下出现,作为对引文(lemma)中与格短语 εἰδοποιῷ διαφορᾷ(以种形成的差异)的解释补充,承接了引文动词 διενήνοχε 所支配的方式/手段与格结构。

  2. 2.65τοῦ αὐτοῦ ἀνθρώπου μένοντος

    由名词 ὁ αὐτὸς ἄνθρωπος 和现在分词 μένοντος 构成的属格独立结构,表伴随情况或让步条件(“在同一个人保持不变/同一本质存续的情况下”),修饰不定词 νοῆσαι。

  3. 2.67γίνονται συζυγίαι ἕξ

    指从两组对立项(可分离/不可分离,异质者/另一物)所衍生的逻辑组合数。总数六种(ἕξ)包含同一组内矛盾项自身的两两组合(既可分离又不可分离、既异质又是另一物)以及两组交叉构成的四种组合(2×2)。随后的文句指出前两者必然不成立(ἀσύστατοι),并进一步检视其余四种组合。

  4. 2.67δόξειε δ’ ἂν καὶ ἕτερόν τι διάφορον εἶναι

    由 ἄν 加上不定过去时希求法(δόξειε)构成的潜在语气(“或许有人会认为……”)。此处用来虚拟地引出一个可能提出的异议或假说,紧接着由 κατὰ ἀλήθειαν δέ(但在真实层面上)予以反驳和否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:94.3-96.9