← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§91.23-94.2

差异的三分法及其在定义与划分中的作用

阿摩尼奥斯从可分离性与是否充实实体(本质性或付随性)的角度阐述了差异的三分法(通俗的、固有的、最固有的),区分了使事物成为“异质的”还是“另一者”的差异,并论述了唯有最固有的差异才用于属的划分和定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.60

" p. 8,8 Διαφορὰ δὲ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα λεγέσθω." Ὅτι μὲν ἡ διαφορὰ προτέρα ἐστὶ τοῦ εἴδους καὶ δι’ ἣν αἰτίαν πρότερον περὶ τοῦ εἴδους διελέχθη, ἤδη λέλεκται. νῦν οὖν περὶ τῆς διαφορᾶς ποιεῖται τὸν λόγον καὶ τῷ εἰρημένῳ κανόνι πάλιν χρώμενος ἀπαριθμεῖται τῆς διαφορᾶς τὰ σημαινόμενα. ἵνα δὲ τοῖς μέλλουσι λέγεσθαι παρακολουθήσωμεν, εἴπωμεν οὕτως· ἡ διαφορὰ ἑτερότης ἐστί τινων πρὸς ἄλληλα. αὕτη οὖν ἡ ἑτερότης ἢ χωριστή ἐστι καὶ κατὰ συμβεβηκός, ἥτις πέφυκε χωρίζεσθαι ἐκείνων ὧν ἐστιν ἑτερότης, ἢ ἀχώριστος. οἷον διαφέρουσιν ἀλλήλων τινὲς τῷ τὸν μὲν ἑστάναι τὸν δὲ καθῆσθαι,1 καὶ δύναται ὁ καθήμενος στῆναι καὶ ὁ ἱστάμενος καθῆσθαι, καὶ διαφέρουσι κατὰ τοῦτο ἀλλήλων· αὕτη οὖν ἡ διαφορὰ λέγεται χωριστή, ἣν καλεῖ ὁ Πορφύριος κοινῶς, ἐπειδήπερ οὐκ ἀφωρισμένως τῷδέ τινι ὑπάρχει, ἀλλὰ κοινῶς πᾶσι. καὶ αὕτη μέν ἐστι χωριστὴ καὶ κατὰ συμβεβηκὸς ἡ διαφορά. εἰ δ’ ἀχώριστος ἡ διαφορὰ ὑπάρχει, ἢ καθ’ αὑτὸ ὑπάρχει, τοῦτ’ ἔστι συμπληρωτική ἐστι τῆς τοῦ ὑποκειμένου οὐσίας, ἢ κατὰ συμβεβηκός, τοῦτ’ ἔστι μηδὲν συντελοῦσα εἰς τὸ εἶναι τοῦ πράγματος. καὶ αὕτη μέν ἐστιν ἀχώριστος καὶ κατὰ συμβεβηκὸς οἷον γρυπότης σιμότης γλαυκότης· διαφέρουσι γὰρ ἀλλήλων τινὲς τῷ τὸν μὲν σιμὸν εἶναι τὸν δὲ γρυπόν. αὗται δὲ κατὰ συμβεβηκὸς μέν εἰσιν ὡς μὴ οὖσαι τῶν οὐσιῶν συμπληρωτικαὶ τῶν ὑποκειμένων2 (ἠδύνατο γὰρ ὁ Σωκράτης μὴ εἶναι σιμός, καὶ ὅμως εἶναι Σωκράτης), ἀχώριστοι δέ (οὐ γὰρ πεφύκασι χωρίζεσθαι τοῦ ὑποκειμένου), ἃς καλεῖ ὁ Πορφύριος ἰδίως, ἐπειδὴ ἀφωρισμένως τῷδέ τινι ὑπάρχει τὸ σιμόν. ἀχώριστον δέ ἐστι καὶ οὐ κατὰ συμβεβηκὸς ἀλλὰ συμπληρωτικὸν τῆς οὐσίας οἷον τὸ λογικὸν τὸ θνητόν· διαφέρομεν γὰρ τῶν ἀλόγων ζῴων, καθὸ ἡμεῖς μὲν λογικοί, ἐκεῖνα δὲ ἄλογα. ταύτην οὖν τὴν διαφορὰν ἰδιαίτατα ἐκάλεσε. τῆς οὖν διαφορᾶς ἡ μὲν λέγεται κοινῶς ἡ δὲ ἰδίως ἡ δὲ ἰδιαίτατα· κοινῶς μὲν αἱ κατὰ συμβεβηκὸς καὶ χωρισταί, ἰδίως δὲ αἱ κατὰ συμβεβηκὸς καὶ ἀχώριστοι, αἱ δὲ ἀχώριστοι μὲν συμπληρωτικαὶ δὲ τῆς οὐσίας τοῦ ὑποκειμένου καὶ οὖσαι καθ’ αὑτὸ ἰδιαίτατα λέγονται. πρώτη μὲν οὖν διαίρεσις τῶν διαφορῶν αὕτη. πάλιν δὲ ἐπιδιαιρῶν αὐτάς φησιν ὅτι τῶν διαφορῶν αἱ μὲν ἀλλοῖον ποιοῦσι τὸ ὑποκείμενον, αἱ δὲ ἄλλο, ἡ μὲν κοινῶς καὶ ἰδίως λεγομένη διαφορὰ ἀλλοῖον (ἀλλοῖον γὰρ τὸ καθέζεσθαι καὶ τὸ ἑστάναι καὶ ἀλλοῖον τὸ σιμὸν καὶ τὸ γρυπόν), αἱ δὲ ἰδιαίτατα ἄλλο· ἄλλο γὰρ τὸ λογικὸν καὶ ἄλλο τὸ ἄλογον. τὸ μὲν γὰρ ἀλλοῖον κατά τι τῶν τοῦ πράγματος ἐναλλαγὴν ποιεῖται, τὸ δὲ ἄλλο πάντως ἕτερον ποιεῖ· τὸ μὲν γὰρ λογικὸν ζῷον ἄλλο παρὰ τὸ ἄλογον, ὁ δὲ καθεζόμενος τοῦ ἑστῶτος οὐκ ἄλλο, ἀλλοῖον δέ, ὁμοίως καὶ ὁ γρυπὸς τοῦ σιμοῦ. τριχῶς οὖν τῶν διαφορῶν λεγομένων τῶν μὲν κοινῶς τῶν δὲ ἰδίως τῶν δὲ ἰδιαίτατα περὶ τῶν ἰδιαίτατα παρὰ τοῖς φιλοσόφοις ὁ λόγος· αἱ γὰρ ἰδίως καὶ αἱ κοινῶς εἰς διαίρεσιν τῶν γενῶν οὐ χρησιμεύουσιν· οὐδεὶς γὰρ λέγει ὅτι τῶν ζῴων τὰ μὲν κάθηται τὰ δὲ ἵσταται (οὐ γὰρ πάντα περιλαμβάνομεν), οὐδὲ ὅτι τὰ μὲν σιμὰ τὰ δὲ γρυπὰ διὰ τὸ αὐτό. εἰ δὲ μὴ εἰς τὴν διαίρεσιν χρήσιμοι, οὐδ’ εἰς τοὺς ὁρισμούς· μόναι ἄρα αἱ ἰδιαίτατα χρησιμεύουσι.

“差异当通俗地、固有地、最固有地被陈述。” 差异先于种,以及由于何种原因先论述了种,前面已经说明。因此,现在他展开关于差异的论述,并再次运用上述规则列举差异的诸含义。为了让我们能够跟上即将讲述的内容,让我们这样来说:差异是某些事物彼此之间的相异性。于是,这种相异性要么是可分离且附随的——它本性上适合与它作为其相异性的那些事物相分离——要么是不可分离的。例如,某些人彼此有别,在于一人站立而另一人坐着,坐着的人能够站立,站立的人能够坐着,他们在这方面彼此有别;于是这种差异被称为可分离的,波菲利称之为“通俗地”,因为它不是确定地属于这特定的某个人,而是通俗地属于所有人。这就是可分离且附随的差异。然而,若差异不可分离地属于事物,它要么依其自身属于——即充实底层基质的实体——要么作为附随属性属于,即对事物的存在毫无贡献。这就是不可分离且附随的,例如鹰钩鼻、塌鼻子、蓝眼睛;因为某些人彼此有别,在于一人是塌鼻子而另一人是鹰钩鼻。这些是附随的,因为它们并不充实底层基质的实体(因为苏格拉底可以不是塌鼻子,却仍然是苏格拉底),但它们是不可分离的(因为它们本性上不适合与底层基质分离);波菲利将这些称为“固有地”,因为塌鼻子确定地属于这特定的某个人。但还有一种不可分离且非附随、而是充实其实体的差异,例如“理性的”、“会死的”;因为我们与非理性动物相区别,在于我们是理性的,而它们是非理性的。因此,这种差异他称为“最固有地”。于是,在差异中,一种被称为通俗地,一种被称为固有地,一种被称为最固有地:附随且可分离的被称为通俗地,附随且不可分离的被称为固有地,而不可分离、充实底层基质的实体且依其自身存在的,被称为最固有地。因此,这是差异的第一次划分。接着在对它们进行细分时,他说差异中有一些使底层基质成为异质的,另一些则使其成为另一者:所谓“通俗地”和“固有地”陈述的差异使其成为异质的(因为坐着与站立是异质的,塌鼻子与鹰钩鼻亦是异质的),而“最固有地”陈述的差异则使其成为另一者;因为理性者是另一者,非理性者亦是另一者。因为异质者是根据事物的某个方面产生改变,而“另一者”则完全制造出相异之物;因为理性动物相对于非理性动物而言是另一者,但坐着的人相对于站立的人而言不是另一者,而是异质的,同样鹰钩鼻者相对于塌鼻子者亦是如此。因此,尽管差异有三种陈述方式——有些通俗地,有些固有地,有些最固有地——哲学家们的论述乃是关于最固有的差异;因为固有的差异和通俗的差异对于属的划分毫无用处(因为没有人会说动物中一些坐着一些站着[因为我们并不能包罗所有],出于同样的原因亦不会说一些是塌鼻子一些是鹰钩鼻)。而如果它们对于划分无用,对于定义亦无用;因此唯有最固有的差异有用。

§2.61

" p. 8,8 Καὶ ἰδιαίτατα λεγέσθω." Τὸ λεγέσθω προσθεὶς ἐσήμανε τὸ αὐτὸν τοῦτο τεθεικέναι τὸ ὄνομα·3 εἰώθασι γὰρ οἱ παλαιοί, ὅταν ὀνόματί τινι τῶν φερομένων κέχρηνται, λέγειν ‘λέγεται’, ὅταν δὲ αὐτοὶ ὀνόματα θῶσιν, εἰώθασι τὸ ‘καλείσθω’ λέγειν ἢ τὸ ‘λεγέσθω’.

“p. 8,8 以及当最固有地被陈述。” 通过加上“当被陈述”,他表明是他自己确立了这个名称;因为古人们习惯于在运用通行的某个名称时说“被陈述”,而在他们自己确立名称时,习惯于说“当被称为”或“当被陈述”。

§2.62

" p. 8,10 Διαφέρει γὰρ Σωκράτης Πλάτωνος τῇ ἑτερότητι." Καθὸ μὲν γὰρ ἄνθρωποι, οὐδὲν διαφέρουσι, καθὸ δὲ ὁ μέν, εἰ τύχοι, κάθηται ὁ δὲ περιπατεῖ, διαφέρουσι.

“p. 8,10 因为苏格拉底在相异性上与柏拉图有别。” 因为就他们是人而言,他们毫无区别,但就一人(碰巧而言)坐着而另一人散步而言,他们是有区别的。

§2.63

" p. 8,12 Καὶ ἀεί γε ἐν ταῖς τοῦ πῶς ἔχειν ἑτερότησι." Τοῦτ’ ἔστιν· αὗται αἱ διαφοραὶ κατὰ συμβεβηκὸς θεωροῦνται. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘κατὰ συμβεβηκὸς’ εἶπεν ἐν ταῖς τοῦ πῶς ἔχειν ἑτερότησιν, ἐπειδήπερ τὸ συμβεβηκὸς ἐν τῷ πῶς ἔχειν κατηγορεῖται.

“p. 8,12 并且始终在处于某种状态的诸相异性之中。” 这就是说:这些差异是依照附随属性而被考察的。他不用“依照附随属性”这一说法,而说“在处于某种状态的诸相异性之中”,是因为附随属性是在“处于某种状态”之中被陈述的。

语法注3 条
  1. 2.60τῷ τὸν μὲν ἑστάναι τὸν δὲ καθῆσθαι

    带与格定冠词 τῷ 的不定式短语,充当修饰主动词 διαφέρουσιν 的方式或原因与格。宾格的 τὸν μέν 和 τὸν δέ 分别作为各自不定式的逻辑主语。

  2. 2.60ὡς μὴ οὖσαι τῶν οὐσιῶν συμπληρωτικαὶ τῶν ὑποκειμένων

    带有 ὡς 的分词 οὖσαι 引导原因从句。形容词 συμπληρωτικαί 支配宾格性属格 τῶν οὐσιῶν(“充实实体”),后者进一步被属格 τῶν ὑποκειμένων(“底层基质的”)所修饰。

  3. 2.61τὸ αὐτὸν τοῦτο τεθεικέναι τὸ ὄνομα

    由定冠词 τό 引导的带宾格不定式短语,作为动词 ἐσήμανε 的直接宾语。代词宾格 αὐτόν(指波菲利自身)作为不定式 τεθεικέναι 的主语,τοῦτο τὸ ὄνομα 为其宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:91.23-94.2