- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:89.13-91.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥阐述了最高之属、种与个体之间的谓述关系,界定个体的独特性状总和,以及属、种、个体作为整体与部分的关系,并解释了关系词在语法格(属格与与格)上的呼应机制。
" p. 7, 16 Λέγεται γὰρ τὸ μὲν γενικώτατον κατὰ πάντων τῶν ὑφ’ αὐτὸ γενῶν τε καὶ εἰδῶν καὶ ἀτόμων." Εἰ γὰρ ἀεὶ τὰ ἐπάνω τῶν ὑποκάτω κατηγορεῖται, δῆλον ὅτι τὸ μὲν γενικώτατον πάντων τῶν ὑφ’ αὑτὸ γενῶν τε καὶ εἰδῶν καὶ ἀτόμων κατηγορηθήσεται, τὸ δ’ εἶδος τῶν ἀτόμων μόνον.
“因为最属的范畴就其下的一切属、种和个体而被陈述。” 因为如果上位者始终作为下位者的谓词被陈述,显然最属的范畴将就其下的一切属、种和个体而被陈述,而种则仅就个体被陈述。
" p. 7,19 Ἄτομον δὲ λέγεται ὁ Σωκράτης καὶ τουτὶ τὸ λευκόν." Τουτὶ προσθεὶς ἐποίησε μερικὸν τὸ δεικνύμενον· τὸ γὰρ καθόλου ἐστὶ λευκόν.
“p. 7,19 所谓个体,是指苏格拉底和这件白色的东西。” 通过加上“这”,他使被指明的事物成为个别的;因为“白色的东西”[自身]是普遍的。
" p. 7, 22 Ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου ποτὲ τὸ αὐτὸ γένοιτο." Οὐκ εἶπεν ‘ὧν ἕκαστον’, ἀλλ’ ὧν τὸ ἄθροισμα· ἕκαστον γὰρ καὶ ἄλλοις ὑπάρχειν δύναται, ἅμα δὲ πάντα οὐδενί.
“它们的总和绝不会在另一物中成为相同的。” 他没有说“它们中的每一个”,而是说“它们的总和”;因为每一个属性亦可能属于其他事物,但全部同时则不属于任何〔其他〕事物。
" p. 7, 24 Αἱ μέντοι τοῦ ἀνθρώπου, λέγω δὴ τοῦ κοινοῦ, ἰδιότητες γένοιντ’ ἂν αἱ αὐταί." Αἱ μὲν τοῦ Σωκράτους ἰδιότητες οὐκ ἂν ἐπ’ ἄλλου τινὸς γένοιντ’ ἄν αἱ αὐταί, αἱ μέντοι τοῦ ἀνθρώπου ὑπάρχουσι καὶ τοῖς κατὰ μέρος ἀνθρώποις, οἷον τὸ ζῷον τὸ λογικὸν τὸ θνητόν, καὶ ἁπλῶς ὃ θέλεις εἰπεῖν τοιοῦτόν ἐστιν. ἰστέον οὖν ὅτι τὸ γένος ἔχει τινὰς ἰδιότητας καὶ τὸ εἶδος καὶ τὸ ἄτομον. ἀλλ’ αἱ μὲν τοῦ γένους καὶ τοῦ εἴδους πλείοσιν ὑπάρχειν δύνανται, αἱ δὲ τοῦ ἀτόμου ἀθροιζόμεναι ἐκείνῳ μόνῳ τῷ ἀτόμῳ καὶ οὐδενὶ ἄλλῳ. οἷόν τι λέγω· εἰσὶν ἰδιότητες τοῦ γένους, οἷον τοῦ ζῴου, ἡ οὐσία τὸ ἔμψυχον τὸ αἰσθητικόν· αὗται δὲ πλείοσιν ὑπάρχουσι· καὶ γὰρ ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνὶ καὶ τοῖς κατὰ μέρος ζῴοις. ἔλθωμεν ἐπὶ τὸ εἶδος οἷον τὸν ἄνθρωπον· ἰδιότητες αὐτοῦ τὸ ζῷον τὸ λογικὸν τὸ θνητὸν τὸ ἐπιστήμης δεκτικόν· πᾶσι τοῖς ἀνθρώποις ταῦτα πάντα ὑπάρχει. ἔλθωμεν ἐπὶ τὸ ἄτομον οἷον τὸν Σωκράτην· ἰδιότητες αὐτοῦ τὸ φιλόσοφον τὸ φαλακρὸν τὸ προγάστορα εἶναι1 τὸ Σωφρονίσκου υἱὸν τὸ Ἀθηναῖον καὶ εἴ τι τοιοῦτον. ἕκαστον οὖν τούτων καθ’ ἑαυτὸ μὲν δύναται καὶ ἄλλοις ὑπάρχειν (εἰσὶ γὰρ καὶ ἄλλοι φαλακροὶ καὶ σιμοὶ καὶ φιλόσοφοι καὶ Ἀθηναῖοι, εἰ τύχοι δὲ καὶ Σωφρονίσκου υἱοί), τὸ δ’ ἐκ πάντων ἄθροισμα, τὸ φαλακρὸν τὸ φιλόσοφον τὸ σιμὸν τὸ προγάστορα εἶναι καὶ ἐν τῷδε γενέσθαι τῷ χρόνῳ, μόνῳ Σωκράτει ὑπάρχει καὶ οὐδενὶ ἄλλῳ.
“然而人、我是指共同的人的诸特性,则可能成为相同的。” 苏格拉底的诸特性绝不可能在任何他人身上成为相同的,然而人的诸特性亦属于个别的各个人,例如“动物”、“理性的”、“会死的”,简而言之凡你想说的皆属此类。因此须知,属拥有某些特性,种与个体亦然。但属与种的特性能够属于更多事物,而个体的特性一旦汇集起来,则仅属于那个个体而绝不属于任何他物。我所说的乃是这样:存在属的特性,例如动物的特性,有实体、有生命的、具感觉能力的;而这些属于更多事物;因为它们既属于人、马、狗,亦属于个别的各种动物。让我们来看种,例如人:它的特性是“动物”、“理性的”、“会死的”、“能够接受知识的”;所有这些属于所有的人。让我们来看个体,例如苏格拉底:他的特性是“身为哲学家”、“秃顶”、“大腹便便”、“索弗罗尼斯科斯之子”、“雅典人”以及诸如此类的任何东西。因此,这些特性中的每一个就其自身而言亦可能属于其他人(因为还有其他人是秃顶、塌鼻子、哲学家和雅典人,碰巧亦可能是索弗罗尼斯科斯之子);但由全部汇集而成的总和——秃顶、哲学家、塌鼻子、大腹便便以及在这个时代出生——则仅属于苏格拉底而绝不属于任何他人。
" p. 7, 27 Τὸ δὲ εἶδος ὑπὸ τοῦ γένους· ὅλον γάρ τι τὸ γένος." Τὸ μὲν γὰρ γένος μόνως ὅλον, τὸ δὲ ἄτομον μόνως μέρος, τὸ δ’ εἶδος καὶ ὅλον καὶ μέρος, καὶ ὅλον μὲν ὡς πρὸς τὸ ἄτομον, μέρος δὲ ὡς πρὸς τὸ γένος.
“而种被属〔包含〕;因为属是某种整体。” 因为属仅仅是整体,个体仅仅是部分,而种既是整体又是部分——相对于个体而言是整体,相对于属而言则是部分。
" p. 8, 2 Ἀλλὰ μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις." Ἐπειδὴ τὸ ὅλον καὶ τὸ μέρος τῶν πρός τί ἐστι, τῶν δὲ πρός τι τὰ μὲν κατ’ ὀρθὴν πτῶσιν λέγομεν, τὰ δὲ κατά τινα τῶν πλαγίων, οἷον ὁ πατὴρ υἱοῦ πατήρ (ἐνταῦθα πρὸς γενικὴν ἡ ἀπόδοσις, κατὰ δὲ δοτικὴν ἡ ἀπόδοσις, ἐὰν εἴπω ὁ φίλος φίλῳ φίλος, εἰ δὲ λέξω ὁ τύπτων τυπτόμενον τύπτει, πρὸς αἰτιατικήν)· ἐπεὶ οὖν τοῦθ’ οὕτως ἔχει, διὰ τοῦτο εἶπε τὸ μέρος ἄλλου, τὸ δὲ ὅλον ἐν ἄλλοις· λέγομεν γὰρ τὸ μὲν μέρος τοῦ ὅλου μέρος καὶ ποιοῦμεν τὴν ἀπόδοσιν πρὸς γενικὴν δηλονότι, τὸ δὲ ὅλον οὐκέτι λέγομεν μέρους ὅλον (οὐ γὰρ σύγκειται τὸ ὅλον ἐξ ἑνὸς μέρους ἀλλ’ ἐκ πολλῶν), ἀλλὰ λέγομεν τὸ ὅλον τοῖς μέρεσιν ὅλον, καὶ γίνεται ἡ ἀπόδοσις πρὸς δοτικήν· τοῖς γὰρ μέρεσίν ἐστιν ὅλον τὸ ὅλον. καλῶς οὖν εἶπε τὸ ὅλον οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις. ἰστέον δὲ ὅτι δυνατὸν καὶ πρὸς γενικήν,2 οὐχ ἑνικὴν ἀλλὰ πληθυντικήν, ἀποδοῦναι καὶ εἰπεῖν ‘τὸ ὅλον μερῶν ἐστιν ὅλον’, ἀλλ’ ὁ Πορφύριος τῇ πολλῇ χρήσει ἀκολουθεῖ πρὸς δοτικὴν ποιούμενος τὴν ἀπόδοσιν.
“但[它]是另一者的部分,整体却非另一者的[整体],而是在诸他者之中。” 既然整体与部分属于关系词,而在关系词中,我们陈述某些词项是依照主格,陈述另一些词项则是依照某种斜格,例如“父亲是儿子的父亲”(此处是与属格的对应表达;若我说“朋友是对朋友而言的朋友”,则是依照与格的对应表达;若我说“击打者击打被打者”,则是与宾格的对应表达)——既然情况如此,因此他说部分是另一者的,而整体是在诸他者之中;因为我们说部分是整体的“部分”,显然作出了与属格的对应表达,但关于整体,我们不再说是部分的“整体”(因为整体不是由一个部分构成,而是由许多部分构成),而是说整体是对诸部分而言的“整体”,而对应表达是朝向与格建立的;因为整体是对诸部分而言的整体。因此他说整体“非另一者的,而是在诸他者之中”是正确的。然而须知,对应于属格——非单数而是复数——说“整体是诸部分的整体”亦是可能的,但波菲利遵循普遍的用法,作出了与与格的对应表达。
" p. 8, 5 Καὶ τίνα καὶ γένη καὶ εἴδη ἐστίν." Ὅτι τὰ ὑπάλληλα· ταῦτα γὰρ καὶ γένη καὶ εἴδη. p. 8,5 Καὶ ποσαχῶς τὸ γένος καὶ τὸ εἶδος. Ὅτι τὸ μὲν γένος τριχῶς λέγεται, τὸ δὲ εἶδος διχῶς. Περὶ διαφορᾶς.
“p. 8, 5 以及哪些既是属又是种。” 即中介者;因为这些既是属又是种。 “以及属和种以几种方式[被陈述]。” 即属以三种方式被陈述,而种以两种方式被陈述。 论差异。
- 2.56τὸ προγάστορα εἶναι
形容词 προγάστωρ 以宾格形式 προγάστορα 作为带冠词不定式(τὸ ... εἶναι)的表语补足语。在这一不定式结构中,不定式的逻辑主语被省略,其表语相应采用宾格。
- 2.58ἡ ἀπόδοσις πρὸς γενικήν
逻辑学与语法学中用于指示关系词(τῶν πρός τι)与其相应词项之间句法照应(ἀπόδοσις)的术语。此指该关系词所要求的格(此处为“针对属格的对应”)。
