- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:87.12-89.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐述了从物种上升至最高属时数量收缩而效能增长的道理,继而解释了逻辑学中属与种在命题谓述上的非对称性与传递性规则。
" p. 6, 18 Ἀνιόντων δὲ εἰς τὰ γενικώτατα ἀνάγκη συναιρεῖν τὸ πλῆθος εἰς ἕν." Βούλεται ἐνταῦθα ὁ Πορφύριος εἰπεῖν, τί μὲν συμβαίνει ἀνιοῦσιν ἀπὸ τῶν εἰδικωτάτων εἰς τὰ γενικώτατα, τί δὲ κατιοῦσιν ἀπὸ τῶν γενικωτάτων ἐπὶ τὰ εἰδικώτατα.
“而在上升到最属的范畴时,则必然将多归结为一。” 波菲利在此意欲说明,从最种的物种上升到最属的范畴时会发生什么,而从最属的范畴下降到最种的物种时又会发生什么。
" p. 6, 19 Καὶ ἔτι μᾶλλον τὸ γένος." Τὸ γὰρ εἶδος περιεκτικόν ἐστι τῶν κατὰ μέρος, τὸ δὲ γένος καὶ τῶν εἰδῶν· κάτωθεν μὲν γὰρ ἀπὸ τῶν ἀτόμων ἀνιοῦσιν ἐπὶ τὰ γενικώτατα1 πλήθει μὲν τὰ πράγματα στενοῦται, δυνάμει δὲ αὔξεται· τὰ γὰρ εἴδη τῶν μὲν ἀτόμων πλήθει ἐστὶν ἐλάττονα, δυνάμει δὲ ὑπέρκειται καὶ αὔξει. ὁμοίως δὲ καὶ τῶν εἰδῶν τὰ γένη, μέχρις ἂν εἰς ἓν τὸ γενικώτατον φθάσωμεν. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ μία ἐστὶν ἡ πάντων αἰτία καὶ ἀρχή, διὰ τοῦτο τὰ μὲν ταύτῃ πλησιάζοντα στενοῦται πλήθει, αὔξεται δὲ δυνάμει, τὰ δὲ πορρωτέρω αὐτῆς ὄντα τὸ ἔμπαλιν πληθύνεται μὲν ἀριθμῷ, μειοῦται δὲ δυνάμει.
“p. 6, 19 而属则更是如此。” 因为种包容了个别的部分事物,而属甚至包容了诸物种;事实上,对于从下方的个体上升到最属的范畴者而言,事物在数量上收缩,但在效能上增加;因为诸物种在数量上少于个体,但在效能上则居优且增长。同样地,诸属相对于诸物种亦是如此,直到我们达到那唯一的最高之属。这合情合理;因为既然万物的因由与始基是唯一的,因此接近这一始基的事物在数量上收缩,但在效能上增长,而远离它的事物则相反,在数目上增多,但在效能上减少。
" p. 6,24 Ἀποδεδομένου δὲ τοῦ γένους καὶ τοῦ εἴδους τί ἐστιν ἑκάτερον αὐτῶν." Ὑπέσχετο ὁ Πορφύριος διδάξαι περὶ τῶν προκειμένων φωνῶν λογικώτερον, τοῦτ’ ἔστι πρεπόντως τῇ λογικῇ πραγματείᾳ. μετὰ τοίνυν τὸ διδάξαι περὶ γένους καὶ εἴδους τί ἐστιν ἑκάτερον βούλεται προσθεῖναι, πῶς χρησίμη ἐστὶν ἡ περὶ αὐτῶν θεωρία ἐν τῇ λογικῇ πραγματείᾳ· ἐπειδὴ γὰρ ἡ λογικὴ πραγματεία καταγίνεται περὶ τὴν ἀπόδειξιν, ἡ δ’ ἀπόδειξίς ἐστι συλλογισμός τις, ἐν δὲ τῷ συλλογισμῷ δεόμεθα προτάσεων, ἡ δὲ πρότασις ἐκ δύο ὅρων σύγκειται, ὧν ὁ μέν ἐστιν ὑποκείμενος ὁ δὲ κατηγορούμενος, καὶ ὑποκείμενος μέν ἐστι περὶ οὗ ὁ λόγος, κατηγορούμενος δὲ ὁ περὶ ἐκείνου λεγόμενος, οἷον Σωκράτης περιπατεῖ (ὑπόκειται μὲν γὰρ ὁ Σωκράτης περὶ οὗ ὁ λόγος, κατηγορεῖται δὲ τὸ περιπατεῖν, ὅπερ κατ’ ἐκείνου λέγεται· πάλιν ἐὰν εἴπω ὅτι ἡ ψυχὴ αὐτοκίνητος, ὑπόκειται μὲν ἡ ψυχή, κατηγορεῖται δὲ τὸ αὐτοκίνητον, καὶ ἐπὶ πάσης προτάσεως ὡσαύτως)· βούλεται περὶ τῶν γενῶν καὶ εἰδῶν τίνα τίνων κατηγορεῖται εἰπεῖν2 καὶ τίνα τίσιν ὑπόκειται. καὶ ἵνα γνῶμεν, πῶς συμπλεκόμενα προτάσεις ποιοῦσιν, ἐξ ὧν ὁ συλλογισμὸς γίνεται, περὶ ὃν ἡ λογικὴ καταγίνεται πραγματεία, φησὶν ὅτι τὸ μὲν γένος ἀεὶ τοῦ εἴδους κατηγορεῖται, οἷον τοῦ ἀνθρώπου τὸ ζῷον καὶ τούτου ἡ οὐσία, τὸ δ’ εἶδος οὐδέποτε τοῦ γένους κατηγορεῖται· οὐ γὰρ ἀληθὲς εἰπεῖν, ὅτι ἡ οὐσία ζῷόν ἐστιν ἢ ὅτι τὸ ζῷον ἄνθρωπος. δῆλον οὖν ὅτι ἀεὶ τὰ μὲν γένη τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη τῶν γενῶν οὐδέποτε. καὶ ἁπλῶς εἰπεῖν, δεῖ τὰ κατηγορούμενα ἢ ἐπὶ πλέον εἶναι τῶν ὑποκειμένων3 ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἢ ἐξισάζειν ὡς τὸ γελαστικὸν τῷ ἀνθρώπῳ. τὰ δ’ ἐξισάζοντα καὶ ἀντικατηγορεῖται· ὡς γὰρ λέγομεν, πᾶς ἄνθρωπος γελαστικόν, οὕτως καὶ πᾶν γελαστικὸν ἄνθρωπος.
“p. 6,24 在说明了属与种各自是什么之后。” 波菲利曾许诺以更合乎逻辑的方式、亦即以合乎逻辑学探讨的方式讲授预先提出的词句。因此在讲授了属与种各自是什么之后,他希望补充说明关于它们的考察在逻辑学探讨中有何用途;因为逻辑学探讨致力于论证,而论证是一种三段论,在三段论中我们需要命题,而命题由两个词项构成,其中一个是主词,另一个是谓词,主词是言述所关涉者,谓词则是就前者所陈述者,例如“苏格拉底散步”(因为所关涉的苏格拉底是主词,而就他陈述的散步则是谓词;又如我说“灵魂是自动的”,灵魂是主词,自动的则是谓词,在所有命题中亦皆如此)——他意欲就属与种说明哪些被用来陈述哪些,哪些充当哪些的主词。为了使我们知晓它们如何通过结合而构成命题(由这些命题产生三段论,逻辑学探讨正是致力于这种三段论),他说:属始终作为种的谓词被陈述,例如动物陈述人,实体陈述动物;而种则绝不作为属的谓词被陈述;因为说“实体是动物”或说“动物是人”是不真实的。由此显然,诸属始终作为诸种的谓词被陈述,而诸种绝不作为诸属的谓词被陈述。简而言之,谓词要么必须比主词外延更广,如动物相对于人;要么必须均等,如会笑的相对于人。均等者亦可相互作谓词陈述;因为正如我们说“凡人皆是会笑的”,同样我们也说“凡会笑的皆是人”。
" p. 7,2 Καὶ πάντα τὰ ἐπάνω τῶν ὑποκάτω." Οἷον ἡ οὐσία τοῦ σώματος καὶ τὸ σῶμα τοῦ ἐμψύχου καὶ τὸ ἔμψυχον τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου.
“p. 7,2 以及上位的一切陈述下位的一切。” 例如实体陈述身体,身体陈述有生命的,有生命的陈述动物,动物陈述人。
" p. 7, 8 Καθ’ ὧν δ’ ἂν τὸ εἶδος κατηγορῆται, κατ’ ἐκείνων ἐξ ἀνάγκης καὶ τὸ τοῦ εἴδους γένος κατηγορηθήσεται." Ἕτερον θεώρημα παραδίδωσι χρήσιμον καὶ αὐτὸ εἰς τὴν λογικὴν πραγματείαν. ἔστι δὲ τοιοῦτον· ἐὰν τὸ εἶδος κατηγορῆταί τινος, κατὰ τοῦ αὐτοῦ κατηγορηθήσεται καὶ τὸ τοῦ εἴδους αὐτοῦ γένος, καὶ τοῦτο γίνεται μέχρι τοῦ γενικωτάτου. οἷον τοῦ Σωκράτους κατηγορεῖται ὁ ἄνθρωπος, τούτου δὲ κατηγορεῖται τὸ ζῷον· τοῦτο ἄρα καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσεται. ὡσαύτως καὶ τὸ ἔμψυχον κατὰ τοῦ ζῴου, οὐκοῦν καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ Σωκράτους. πάλιν τὸ σῶμα κατὰ τοῦ ἐμψύχου καὶ ἡ οὐσία κατὰ τοῦ σώματος, καὶ διὰ τοῦτο καὶ ἡ οὐσία καὶ τὸ σῶμα κατὰ τοῦ ἐμψύχου καὶ κατὰ τοῦ ζῴου καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσονται.
“p. 7, 8 凡种被作为谓词陈述的那些事物,该种的属也必然作为谓词陈述那些事物。” 他传授了另一条定理,它自身对于逻辑学探讨亦有用处。其内容如下:如果种被作为某物的谓词陈述,则该种自身的属也将作为同一事物的谓词陈述,并且这一过程一直持续到最高之属。例如,人被用来陈述苏格拉底,而动物被用来陈述人;因此动物也将被用来陈述苏格拉底。同样,有生命的用来陈述动物,因而也将陈述人和苏格拉底。又,身体用来陈述有生命的,实体用来陈述身体,因此实体和身体都将被用来陈述有生命的、动物、人和苏格拉底。
- 2.49ἀνιοῦσιν ἐπὶ τὰ γενικώτατα
ἀνιοῦσιν 为现在分词阳性复数与格,作关涉与格(或视点与格)。虽然该分句的语法主语是事物(τὰ πράγματα),但该分词引入了从下层上升至最高属的考察者的视点。
- 2.50ἐπειδὴ γὰρ ἡ λογικὴ πραγματεία ... βούλεται περὶ τῶν γενῶν καὶ εἰδῶν τίνα τίνων κατηγορεῖται εἰπεῖν
长篇嵌套复合句的句式骨架。由 ἐπειδὴ γὰρ 引导的原因从句依次推进:“逻辑学探讨→论证→三段论→命题→主词与谓词”,并在插入具体例证后,连接至主句的主动词 βούλεται(其省略的主语为前句中的波菲利)与不定词 εἰπεῖν。
- 2.50ἐπὶ πλέον εἶναι τῶν ὑποκειμένων
ἐπὶ πλέον 为副词性短语,意为“更为广阔”或“外延更大”,后接的属格 τῶν ὑποκειμένων 用作比较属格(意指谓词比主词外延更广)。
