← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§85.11-87.11

最种的物种与个体的本性有限性

阿摩尼奥斯探讨最种的物种及其属下的个体在本性上是有限还是无限,并根据“不存在大于无限的量”这一公理证明物种与个体在数目上实则皆为有限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.47

" p. 6, 16 Κατιόντων μὲν οὖν εἰς τὰ εἰδικώτατα." Εἶπεν ὅτι τὸ ὂν οὐκ ἔστι γένος τῶν γενικωτάτων, ἅ εἰσι καὶ πεπερασμένα τῇ φύσει καὶ ἡμῖν γνώριμα. βούλεται οὖν ἐπισκέψασθαι καὶ περὶ τῶν εἰδικωτάτων εἰδῶν, εἰ οὕτως ἔχει, ὥσπερ ἐπὶ τῶν γενικωτάτων γενῶν. φησὶν οὖν ὅτι τὰ μὲν γενικώτατα καὶ πεπερασμένον ἔχει ἀριθμὸν καὶ ἡμῖν γνώριμον (δέκα γάρ εἰσι τὰ γενικώτατα γένη), τὰ δὲ εἰδικώτατα εἴδη, οἷον ἄνθρωπος ἵππος βοῦς κύων ἄμπελος ἐλαία, μεθ’ ἃ ἡ τῶν ἀτόμων ἐστὶ διαίρεσις, τῇ μὲν αὑτῶν φύσει πεπερασμένα εἰσὶ καὶ αὐτά, ἡμῖν δὲ ἄγνωστα ἄλλων ἄλλοις τόποις γινομένων. ὅτι δὲ πεπερασμένα ἐστὶν ὅσα ποτ’ ἂν εἴη, δείξομεν λαβόντες λημμάτιόν τι ἐναργές, ὅτι τοῦ ἀπείρου μεῖζον οὐκ ἔστι πλῆθος.1 τούτου τοίνυν προληφθέντος ὑποκείσθω τὰ εἴδη τὰ εἰδικώτατα ἄπειρα εἶναι. ἐπεὶ οὖν καθ’ ἕκαστον εἶδος πολλά ἐστιν ἄτομα (ἓν γὰρ ὂν τὸ ἀνθρώπειον εἶδος εἰς μυρία ἴσα διαιρεῖται ἄτομα τοὺς κατὰ μέρος ἀνθρώπους, ὁμοίως καὶ τὸ ἵππειον εἶδος ἓν ὂν πλεῖστα ἔχει τὰ ὑφ’ αὑτὸ ἄτομα, καὶ ἐπὶ τῶν λοιπῶν ἑκάστου ὡσαύτως), παντὶ δῆλόν ἐστιν, ὡς τοῦ παντὸς τῶν εἰδῶν ἀθροίσματος πολλαπλάσιόν ἐστι καθ’ ὑπερβολὴν τὸ τῶν ἀτόμων ἄθροισμα. εἰ δὲ πολλαπλάσιά ἐστι τῶν εἰδῶν τὰ ὑπὸ τὰ εἴδη ἄτομα, ἄπειρος δέ ἐστιν ὁ τῶν εἰδικωτάτων εἰδῶν ἀριθμός, ὁ ἄρα τῶν ἀτόμων ἀριθμὸς μείζων ἐστὶ τοῦ ἀπείρου τῶν εἰδῶν ἀριθμοῦ καὶ πολλαπλάσιος. εἰ οὖν ἀδύνατον τοῦ ἀπείρου πολλαπλάσιον εἶναι ἢ ὅλως μεῖζον, ἀδύνατον ἄρα τὸν τῶν εἰδῶν ἀριθμὸν εἶναι ἄπειρον· αὐτῷ γὰρ τῷ λέγειν μείζονα εἶναι ἀριθμὸν ἀριθμοῦ, ὁρίζομεν καὶ περατοῦμεν τὸν ἐλάττονα·2 ὁ γὰρ μείζων τινὸς ὑπάρχων ὑπεροχῇ τινι μείζων ἐστίν· ἀφαιρουμένης οὖν τῆς ὑπεροχῆς ὥρισται τὸ λοιπὸν καὶ πεπέρασται. οὕτω μὲν οὖν ἐδείχθη, ὅτι τὰ εἰδικώτατα εἴδη οὐκ ἔστιν ἄπειρα. ὁμοίως δὲ δείξομεν, ὅτι οὐδὲ τὰ ἄτομα τὰ ὑπὸ τὰ εἰδικώτατά ἐστιν ἄπειρα, καίτοι πολλαπλασίονα τῶν εἰδῶν ὄντα· εἰ γάρ τις λέγει τὰ ἄτομα ἄπειρα εἶναι, ἤτοι τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα λέξει (οἷον φέρε τὰ τοῦ ἀνθρωπείου εἴδους αὐτὰ καθ’ αὑτὰ ἄπειρα, ὁμοίως καὶ τὰ τοῦ ἱππείου εἴδους ἄτομα καὶ ταῦτα ἄπειρα, καὶ τὰ ὑφ’ ἕκαστον τῶν λοιπῶν εἰδῶν ὁμοίως), ἢ τὰ μὲν ὑφ’ ἕκαστον εἶδος ἄτομα πεπερασμένα φησὶν εἶναι, τὸ δὲ ἐκ πάντων ὁμοῦ τῶν ὑπὸ πάντα τὰ εἴδη ἀτόμων ἄθροισμα ἄπειρον εἶναι. εἰ μὲν οὖν τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα εἶναι λέγει, συμβήσεται πάλιν τοῦ ἀπείρου μεῖζον εἶναί τι καὶ πολλαπλάσιον· ἐπεὶ γὰρ οἱ κατὰ μέρος ἄνθρωποι ἄπειροι καὶ οἱ κατὰ μέρος ἵπποι ἄπειροι, τὸ ἐξ ἀμφοῖν ἄρα διπλάσιον ἔσται τοῦ ἀπείρου καὶ τὸ ἐκ πάντων πολλαπλάσιον, ὅπερ ἄτοπον. ἀδύνατον ἄρα τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα εἶναι. εἰ γοῦν τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα πεπερασμένα ἐστίν, καὶ τὸ ἐκ πάντων ἄρα συγκείμενον πλῆθος πεπερασμένον ἐστί τὸ γὰρ ἐκ πεπερασμένων συγκείμενον πεπερασμένον ἐστίν. ὥστε πεπερασμένος ἐστὶν ὁ τῶν ἀτόμων ἀριθμός, τῷ δὲ ἀεὶ γίνεσθαι εἰς τὸ πᾶν ἀΐδιον ὂν τὴν ἀπειρίαν ἔχει, ὥσπερ καὶ ὁ ἀριθμὸς λέγεται ἄπειρος τῷ ἀεὶ δύνασθαι αὔξεσθαι καὶ μὴ ἐλλείπειν, ὁ μέντοι ἐνεργείᾳ λαμβανόμενος ἀεὶ πεπέρασται. ὁμοίως δὲ δείκνυται καὶ ἡ ψάμμος πεπερασμένη, ὅθεν καὶ ὁ χρησμὸς οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης· εἰ γὰρ ἄπειρος ἦν, ἐπειδὴ προστιθέμενος αὐτῇ ὁ τῶν ἀνθρώπων ἀριθμὸς τὸ ἐξ ἀμφοῖν μεῖζον θατέρου ποιεῖ, ἔσται ἄρα τοῦ ἀπείρου τι μεῖζον, ὅπερ ἀδύνατον. οὐκοῦν τὰ μὲν εἰδικώτατα τῇ μὲν φύσει ὥρισται ἡμῖν δέ ἐστιν ἄγνωστα, τὰ δὲ ἄτομα τῇ μὲν φύσει οὐχ ὥρισται τῷ πάλιν καὶ πάλιν γίνεσθαι, ἡμῖν δὲ τὰ γινόμενα καὶ ἐνεργείᾳ ὄντα καὶ τὰ ἤδη γεγενημένα, εἰ ἀρχὴν ἔσχεν ἡ γένεσις, εἰ καὶ μὴ ἔγνωσται πόσα ἐστίν, ἀλλ’ οὖν γνωσθῆναι ὅσον ἐπὶ τῇ φύσει τῇ ἑαυτῶν ἐδύνατο,3 ὥσπερ τὰ εἰδικώτατα εἴδη, ἐπειδήπερ καὶ δέδεικται ὡς ὡρισμένος ἐστὶν ὁ τούτων ἀριθμός.

“因此当下降到最种的物种时。” 他说,“存在”并不是诸最属范畴的属,而这些最属范畴在本性上既是有限的,对我们而言也是可知的。因此他希望对最种的物种也进行考察,看情况是否如同诸最属的属那样。于是他说,诸最属的范畴固然具有既有限又对我们而言可知的数目(因为最属的属有十个),而最种的物种——例如人、马、牛、犬、葡萄树、橄榄树,在其之后便是个体的划分——它们自身依其本性固然也是有限的,但由于不同事物产生于不同地域,对我们而言则是未知的。至于无论它们有多少都是有限的这一点,我们将通过取一条明白的预设前提来证明:即不存在大于无限的量。那么预先假定这一点之后,且让我们假设诸最种的物种是无限的。既然在每个物种之下都存在许多个体(因为人这一物种虽然是一个,却均等地划分为无数的个体即个别的人,同样马这一物种虽然是一个,其属下也有极多的个体,对于其余各类物种中的每一种亦是如此),每个人都很清楚,个体之总集相较于全部物种之总集而言是极其倍增的。但如果物种之下的个体是物种的倍数,而最种的物种的数目又是无限的,那么个体的数目就会大于物种的无限数目,且为其倍数。因此,如果某个量成为无限的倍数、或者一般而言大于无限是不可能的,那么物种的数目是无限的也就是不可能的;因为单凭说一个数大于另一个数,我们便已经界定并限制了较小的数;因为凡大于某物者,都是凭借某种多余部分而大于它的;因此除去该多余部分,剩余者便被界定且被限制了。于是就这样证明了:最种的物种不是无限的。同样地我们将证明,即使处于最种物种之下的个体是物种的倍数,它们也不是无限的;因为如果有人说个体是无限的,他要么是说每个物种之下的个体是无限的(例如假设人这一物种的个体就其自身而言是无限的,同样马这一物种的个体也是无限的,在其余各物种之下的个体亦是如此),要么是说每个物种之下的个体是有限的,但由所有物种之下的所有个体汇聚而成的总集是无限的。如果他说每个物种之下的个体是无限的,那么就又会出现某种东西大于无限并且是其倍数的结果;因为既然个别的人是无限的,个别的马也是无限的,那么由两者构成的整体就将是无限的两倍,而由一切构成的整体将是其许多倍,这是荒谬的。因此,每个物种之下的个体是无限的,这是不可能的。那么,如果每个物种之下的个体是有限的,由一切个体组成的量也就必定是有限的;因为由有限之物构成者必是有限的。所以个体的数目是有限的,只是由于在永恒存在的全宇宙中不断生成而具有无限性,正如数由于总是能够递增且不匮乏而被称作无限的一样,然而在现实中被取定的数始终是有限的。同样地,沙粒也被证明是有限的,因此神谕也说:“我知沙之数与海之量”;因为如果沙是无限的,既然将人的数目加于其上会使两者之和大于其中任一者,那么就将存在某种大于无限之物,而这是不可能的。因而,最种的物种在本性上是被界定的,但对我们而言是未知的;个体由于反反复复地生成在本性上是没有界定的,然而对我们而言,那些正在生成的、在现实中存在的个体,以及倘若生成有一开端则业已生成的个体,即使我们并不知晓其数目究竟是多少,但就其自身的本性而言本是可以被认识的,正如同最种的物种一样,因为确实已经证明了它们的数目是被界定的。

语法注3 条
  1. 2.47λαβόντες λημμάτιόν τι ἐναργές, ὅτι τοῦ ἀπείρου μεῖζον οὐκ ἔστι πλῆθος

    由 ὅτι 引导的从句作为同格解说从句(epexegesis),具体阐明先行名词短语 λημμάτιόν τι ἐναργές(一条明白的预设前提)的内容。

  2. 2.47αὐτῷ γὰρ τῷ λέγειν μείζονα εἶναι ἀριθμὸν ἀριθμοῦ, ὁρίζομεν καὶ περατοῦμεν τὸν ἐλάττονα

    αὐτῷ τῷ λέγειν 是带有定冠词的不定词,充当表示手段或原因的工具与格,支配宾格加不定词结构(μείζονα εἶναι ἀριθμὸν ἀριθμοῦ)作为其宾语(“单凭说一个数大于另一个数本身”)。

  3. 2.47γνωσθῆναι ὅσον ἐπὶ τῇ φύσει τῇ ἑαυτῶν ἐδύνατο

    直陈式过去时 ἐδύνατο 与不定词 γνωσθῆναι 连用,不带语气词 ἄν,表达客观的潜在可能或固有能力(“就其自身的本性而言本是可以被认识的”),构成让步从句 εἰ καὶ μὴ ἔγνωσται 的主句结论核心。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:85.11-87.11