- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:84.1-85.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼乌阐明了将十个范畴设定为事物本原的合理性,并根据同音异义与同义的定义论述了“存在”如何同音异义地划分为十个范畴。随后,他解释了最下层种之后的个体为何是无限的,以及为何对于此类无限之物既无知识亦无定义。
" p. 6, 6 Ἀλλὰ κείσθω ὥσπερ ἐν ταῖς κατηγορίαις." Ὑποκείσθω φησὶ νῦν ἀρχὰς εἶναι τῶν πραγμάτων καὶ ὥσπερ γένη δέκα· τὸ γὰρ ἀποδεῖξαι, ὅτι δέκα εἰσὶν ἀρχαὶ μόνον, ἄλλης ἐστὶ πραγματείας τελεωτέρας (ἐν γὰρ ταῖς Κατηγορίαις τοῦτο δείκνυται ὅτι δέκα εἰσί), νῦν δὲ ὑποκείσθω μόνον ὡς ὁμολογούμενον.
“但且如在《范畴篇》中那样予以设定吧。” 他说,现在姑且假定存在着事物的诸本原以及如同十个属一样的东西;因为证明本原仅有十个,属于另一部更完备的著作(因为它们是十个,这正是在《范畴篇》中被证明的),而现在只须将其作为公认之事予以假定即可。
" p. 6, 8 Κἂν δὴ πάντα τις ὄντα καλῇ, ὁμωνύμως, φησί, καλέσει, ἀλλ’ οὐ συνωνύμως." Ὁμώνυμά ἐστι τὰ ὀνόματος μὲν τοῦ αὐτοῦ κοινωνοῦντα, οὐκέτι δὲ καὶ τοῦ πράγματος τοῦ διὰ τοῦ ὀνόματος σημαινομένου τοῦ αὐτοῦ μετέχοντα, οἷον ὁ ἀστρῷος κύων καὶ ὁ χερσαῖος· κοινωνοῦντες γὰρ τῷ ὀνόματι διαφέρουσι τοῖς πράγμασι τοῖς ὑπὸ τῶν ὀνομάτων σημαινομένοις. συνώνυμα δέ ἐστιν, ὧν καὶ τὸ ὄνομα κοινὸν καὶ ὁ κατὰ τὸ ὄνομα ὁρισμός, οἷον καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος ζῷον ἑκάτερον· καὶ γὰρ ὄνομα κοινὸν ἔχουσι τὸ τοῦ ζῴου καὶ ὁρισμὸν τὸν αὐτὸν τὸν κατὰ τὸ ζῷον, ὅς ἐστιν οὐσία ἔμψυχος αἰσθητική. φησὶν οὖν ὅτι εἰ καὶ πάντα ὄντα καλοῦμεν, ὁμωνύμως λέγομεν, οὐ συνωνύμως· καθὰ γὰρ εἴρηται, ὁμώνυμά ἐστι τὰ μόνου ὀνόματος κοινωνοῦντα, συνώνυμα δὲ τὰ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ. τὸ οὖν ὂν μόνου ὀνόματος κοινωνίαν παρέχει τοῖς ὑπ’ αὐτὸ (λέγονται γὰρ ὄντα αἱ δέκα κατηγορίαι), οὐκέτι δὲ καὶ κατὰ τὸν τοῦ ὀνόματος ὁρισμὸν κοινωνοῦσιν ἀλλήλοις· ἄλλη γὰρ ἄλλου κατηγορία,1 καθὸ τὸ εἶναι ἔχει, ὀνόματός τε καὶ τοῦ κατὰ τοὔνομα τετύχηκεν ὁρισμοῦ. ὅθεν ὡς ὁμώνυμος φωνὴ τὸ ὂν εἰς δέκα κατηγορίας διαιρεῖται τὰς γενικωτάτας, εἰς οὐσίαν ποσὸν ποιὸν πρός τι ποῦ πότε ποιεῖν πάσχειν κεῖσθαι ἔχειν.
“p. 6, 8 即使有人把一切事物都称为存在,他说,那也是同音异义地称呼,而不是同义地。” 同音异义的事物,是指共有相同的名称、但不再分有由该名称所指意的同一事物本身的事物,例如天上的犬星与陆地上的犬;因为它们虽然在名称上相通,但在由名称所指意的事物本身上却互不相同。而同义的事物,是指名称是共通的,且相应于该名称的定义也是共通的事物,例如人和马各自都是动物;因为它们既拥有动物这一共同名称,又拥有相应于动物的同一定义,即“有灵魂的、有感觉的实体”。因此他说,即使我们把一切事物都称为存在,我们也是同音异义地、而非同义地说;因为正如所言,同音异义的事物是仅共有名称的事物,而同义的事物则是既共有名称又共有定义的事物。因此,“存在”仅向其下属的事物提供名称上的相通(因为十个范畴都被称为存在),但它们根据该名称的定义却不再彼此相通;因为各个范畴按照其具有存在的方式,各自获得了不同的名称以及相应于该名称的定义。由此,“存在”作为同音异义词被划分为十个最属的范畴:实体、数量、性质、关系、何处、何时、主动、受动、姿态、具有。
" p. 6, 15 Τὰ δ’ ἄτομα, ἅπερ ἐστὶ μετὰ τὰ εἰδικώτατα, ἄπειρα." Ἄπειρά φησιν οὐ τῷ εἶναι ἀλλὰ τῷ πάλιν καὶ πάλιν γίνεσθαι, εἰδοποιοῖς δὲ διαφοραῖς ἀντὶ τοῦ ταῖς οὐσιώδεσι διαφοραῖς, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον εἰσὶ γὰρ καὶ μὴ οὐσιώδεις διαφοραί.
“p. 6, 15 而最种之后不可分割者(个体),则是无限的。” 他所说的无限,不是指其在存在上,而是指其反反复复地生成;而[说]“凭物种构成的差异”,是代替“凭本质性的差异”,例如动物[被划分为]理性的与无理性的;因为也存在非本质性的差异。
" p. 6, 16 Τὰ δ’ ἄπειρά φησιν ἐᾶν, μὴ γὰρ ἂν γενέσθαι τούτων ἐπιστήμην.2" Τοῦτό φησιν ὁ Πλάτων ἐν τῷ Σοφιστῇ ἡ γὰρ ἐπιστήμη βούλεται λαμβάνειν τὸ ὁριστόν. τὸ οὖν ἀπερίληπτον οὐδ’ ἐπιστητὸν δύναται εἶναι. ἀμέλει, ὡς δέδεικται ἐν τῇ Ἀποδεικτικῇ, τῶν καθ’ ἕκαστα οὔθ’ ὁρισμός ἔστιν οὔτ’ ἐπιστήμη, ἀλλὰ μόνων τῶν καθόλου.
“并且他说应当舍弃无限之物,因为对这些事物不可能产生知识。” 柏拉图在《智者篇》中说了这一点;因为知识想要把握的是可被界定者。因此,无法限定包摄者甚至不可能成为可知者。诚然,正如在《后分析篇》中所指出的那样,对于个别事物既没有定义也没有知识,而唯独对于普遍者才有。
- 2.44ἄλλη γὰρ ἄλλου κατηγορία
主格 ἄλλη(主语)与属格 ἄλλου(修饰动词 τετύχηκεν 的补足语 ὀνόματος)并置的分配表达(即 ἄλλος ἄλλο 结构),表示“这一范畴获得了一种名称及定义,而另一范畴获得了另一种名称及定义”。
- 2.46μὴ γὰρ ἂν γενέσθαι τούτων ἐπιστήμην
由 φησίν 引出的间接引语中的“宾格加不定词”结构,带有 ἄν,表示潜在或可能性,相当于直接引语中的潜在希求语气(οὐκ ἂν γένοιτο),意为“关于这些事物不可能产生知识”。否定词 μή 用于间接引语的不定词。
