- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:82.13-83.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯论证,由于实体先于偶性且实体的消除必然导致偶性的消除,因此“存在”既非划分为种的属,亦非划分为同质或异质部分的整体,而是作为同音异义词被划分为不同的意项。
νῦν δὲ ἔστι τὸ πρῶτον καὶ τὸ ὕστερον· πρότερον γὰρ λέγομεν τὴν οὐσίαν καὶ τὰ λοιπὰ καθεξῆς, εἴ γε ἀναιρουμένης1 συναναιρεῖται καὶ τὰ συμβεβηκότα. ὅθεν καὶ μᾶλλον αὐτὴν τοῦ ὄντος μετέχειν φαμέν, εἴπερ ἡ οὐσία τοῖς συμβεβηκόσι τὸ εἶναι δίδωσι (ἐν αὐτῇ γὰρ ὑφεστήκασι) καὶ αὕτη μὲν τῶν συμβεβηκότων αὐτῇ εἰς τὸ εἶναι οὐ δεῖται, τὰ δὲ συμβεβηκότα οὐκ ἂν εἴη μὴ οὔσης αὐτῆς, ἧ καὶ συμβέβηκε·2 τὸ γὰρ συμβεβηκός τινι προεπινοούμενον ἔχει τὸ ἧ συμβέβηκεν.3 οὐκ ἄρα τὸ ὂν ὡς γένος εἰς εἴδη διαιρεῖται εἰς τὰς δέκα κατηγορίας· οὐ γὰρ ἂν ἑνὸς εἴδους ἀναιρεθέντος ἀναιρεῖται τὸ γένος,4 ὡς εἴπομεν. νῦν δὲ τῆς οὐσίας ἀναιρεθείσης ἀναιροῦνται καὶ αἱ λοιπαὶ κατηγορίαι· ἐν αὐτῇ γὰρ τὸ εἶναι ἔχουσιν. οὐκ ἄρα τὸ ὂν ὡς γένος διαιρεῖται. ὥστε οὐ δύναται τὸ ὂν διαιρεῖσθαι εἰς τὰς δέκα κατηγορίας ὡς γένος εἰς εἴδη. λέγω δὲ οὐδὲ ὡς ὅλον εἰς μέρη· τοῦτο γὰρ ἢ ὡς ὁμοιομερὲς ἢ ὡς ἀνομοιομερὲς διαιρεῖται, ὡς εἴρηται. καὶ ὁμοιομερὲς μέν ἐστι τὸ ἔχον τὰ μέρη ὅμοια τῷ ὅλῳ, ὡς τὰ μέρη ὀνομάζεσθαι τῷ τοῦ ὅλου ὀνόματι καὶ μηδὲν ἀλλήλων διαφέρειν· τοῦ γὰρ ξύλου τὰ μέρη ξύλον ἕκαστον προσαγορεύεται καὶ οὐδὲν ἀλλήλων διαφέρει, ὁμοίως δὲ καὶ τοῦ νεύρου τὸ μέρος τῇ τοῦ ὅλου φωνῇ προσαγορεύεται καὶ ἡ σὰρξ καὶ ἡ φλέψ. ἀδύνατον ἄρα τὸ ὂν ὡς ὁμοιομερὲς διαιρεῖσθαι εἰς τὰς δέκα κατηγορίας· τὰ γὰρ μέρη, τοῦτ’ ἔστιν αἱ κατηγορίαι, εἰ καὶ τῇ τοῦ ὅλου προσηγορίᾳ προσαγορεύονται (ὄντα δὲ πᾶσαι καλοῦνται), ἀλλ’ οὖν ἀλλήλων διαφέρουσιν ὀνόματι καὶ πράγματι καὶ οὐκ εἰσὶν ὅμοιαι ἀλλήλαις· ἄλλο γὰρ σημαίνει ἡ οὐσία καὶ ἄλλο τὸ ποσόν. πάλιν τὸ ὡς ἀνομοιομερὲς διαιρούμενον οὐκ ἔχει τὰ μέρη ὀνομαζόμενα τῇ τοῦ ὅλου προσηγορίᾳ, ἃ καὶ διαφέρει ἀλλήλων· οἷον τοῦ προσώπου τὰ μέρη ἐστὶν ἡ ῥὶς καὶ οἱ ὀφθαλμοί, ἃ οὔτε τῷ τοῦ ὅλου ὀνόματι προσαγορεύεται οὔτε ἀλλήλοις ἐστὶν ὅμοια· οὐ γὰρ τὴν ῥῖνα εἴποιμεν ἂν πρόσωπον ἢ τὸν ὀφθαλμόν. οὐδὲ οὖν ὡς ἀνομοιομερὲς τὸ ὂν δύναται διαιρεῖσθαι· εἰ γὰρ καὶ τὰ μέρη εἰσὶν ἀλλήλων διαφέροντα καὶ ὀνόματι καὶ πράγματι καὶ διὰ τοῦτο δόξει ἀνομοιομερὲς εἶναι τὸ ὄν, ἀλλ’ οὖν τῷ τοῦ ὅλου ὀνόματι τὰ μέρη προσαγορεύεται (ὂν γάρ ἐστι καὶ ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιόν), τὰ δ’ ἀνομοιομερῆ τῷ τοῦ ὅλου ὀνόματι οὐ προσαγορεύεται. εἰ οὖν μήτε ὡς ὁμοιομερὲς μήτε ὡς ἀνομοιομερὲς τὸ ὂν δύναται εἰς τὰς δέκα κατηγορίας διαιρεῖσθαι, ἐδείχθη δὲ ὅτι οὐδὲ ὡς γένος εἰς εἴδη, λείπεται ἄρα ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα διαιρεῖσθαι.
然而事实上,存在着第一与后继;因为我们说实体居先,其余依次在后,既然在〔实体〕被取消时,偶性也一同被取消。由此我们也说它更多地分有存在,既然实体赋予偶性以存在(因为偶性存立于它之中),而且实体自身为了存在并不需要属于它的偶性,而若实体——亦即偶性所附属者——不存在,偶性就不可能存在;因为某物的偶性将它所附属者作为预先被设想者而具有。因此,“存在”并不是作为属划分为种那样划分为十个范畴;因为正如我们所说,并不在一个种被取消时属就被取消。然而事实上,在实体被取消时,其余诸范畴也被取消;因为它们在实体中拥有其存在。因此,“存在”不是作为属被划分的。从而“存在”不可能作为属划分为种那样划分为十个范畴。我进而主张,它也不是作为整体划分为部分;因为正如所言,这或是作为同质整体被划分,或是作为异质整体被划分。同质整体是具有与整体相似之部分者,以致这些部分以整体之名被命名,且彼此毫无差异;因为木材的各个部分都被称为木材,彼此毫无差异,同样,腱的部分也以整体之名被称呼,肉与静脉亦然。因此,“存在”不可能作为同质整体划分为十个范畴;因为各部分即诸范畴,纵然以整体的称谓被称呼(因为全都被称为存在),但它们无论在名称上还是在事物本身上都彼此有别,彼此并不相似;因为实体意味着一事,而数量意味着另一事。反之,作为异质整体被划分者,并不具有以整体之称谓命名的部分,而这些部分彼此也有差异;例如面部的部分是鼻与眼,它们既不以整体之名被称呼,彼此也不相似;因为我们不会把鼻或眼称为面部。因此,“存在”也不能作为异质整体被划分;因为即便各部分在名称上和在事物本身上都彼此有别,且因这一缘故“存在”看起来会是异质整体,但各部分终究是以整体之名被称呼的(因为实体、数量、性质都是存在),而异质部分是不以整体之名被称呼的。因此,如果“存在”既不能作为同质整体亦不能作为异质整体划分为十个范畴,并且已经证明它也不能作为属划分为种,那么剩下的就只能是作为同音异义词被划分为不同的被指意项。
- 2.42ἀναιρουμένης
省略了逻辑主语(τῆς οὐσίας)的独立属格结构;上下文清晰表明其指代前文的 τὴν οὐσίαν。
- 2.42ἧ καὶ συμβέβηκε
阴性单数与格代词 ἧ 指向前文的 οὐσία(实体),表示偶性所附属的基体。它与紧随其后的名词化短语 τὸ ἧ συμβέβηκεν(“其所附属者”)相互照应。
- 2.42προεπινοούμενον ἔχει τὸ ἧ συμβέβηκεν
由动词 ἔχει 与被动分词 προεπινοούμενον 构成的迂说法(或将 προεπινοούμενον 作宾语补足语),意为“将……作为预先被设想者而具有”。其宾语是名词化的关系子句 τὸ ἧ συμβέβηκεν。
- 2.42οὐ γὰρ ἂν ἑνὸς εἴδους ἀναιρεθέντος ἀναιρεῖται τὸ γένος
小词 ἄν 与直陈式现在时 ἀναιρεῖται 连用。在后古典希腊语中,ἄν 有时与直陈式结合,用以表示一般性断言或潜在推论(“属决不会被取消”)。
