← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§81.5-82.12

三种划分方式与存在并非各范畴之属的论证

阿摩尼奥斯指出,世系中宙斯的例子可能会让人误以为“存在”是十个范畴共同的最高属;随后他提出了三种划分方式(属划分为种、整体划分为部分、同音异义词划分为意义),并开始论证“存在”不可能像属划分为种那样被划分,因为属不容许有先后之别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.42#1

" p. 6,3 Ἀλλ’ ἐπὶ μὲν τῶν γενεαλογιῶν εἰς ἕνα ἀνάγουσι, φέρε εἰπεῖν τὸν Δία, τὴν ἀρχὴν ὡς ἐπὶ τὸ πλεῖστον." Ἀπορίαν τινὰ ἴσως ἂν ἐκίνησεν ἡμῖν τὸ παράδειγμα, ἣν φθάσας ὁ Πορφύριος ἐπιλύεται· ὑπέλαβε γὰρ ἄν τις, μήποτε ὡς ἐπὶ τῶν γενεαλογιῶν σειραὶ σχεδὸν ἐπὶ μίαν ἀρχὴν ἀνατρέχουσι, φέρε εἰπεῖν τὸν Δία (πάντων γὰρ τῶν ὄντων ἡ μυθοποιΐα πατέρα ἀνδρῶν τε καὶ θεῶν καλεῖ τὸν Δία), οὕτως καὶ ἐνταῦθα πᾶσαι αἱ κατηγορίαι ἐπὶ μίαν τινὰ ἀρχὴν ἀνατρέχουσιν,1 οἷον τὴν τοῦ ὄντος· καὶ γὰρ καὶ ἡ οὐσία ὄν ἐστι καὶ τὸ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι. καὶ εἰ τοῦτο οὕτως, οὐκέτι ἔσονται γένη δέκα γενικώτατα, ἀλλὰ τὸ ὂν πάντων ἕν τι κοινὸν γένος. τοῦτ’ οὖν ἐπισημηνάμενος ὁ Πορφύριός φησι μὴ εἶναι τὸ ὂν γένος τῶν κατηγοριῶν. Ὅτι δὲ τὸ ὂν οὐκ ἔστι γένος τῶν δέκα κατηγοριῶν, δείξομεν οὕτως· πάντα τὰ διαιρούμενα ἢ ὡς γένη εἰς εἴδη διαιρεῖται, ὡς ὅταν εἴπωμεν, τοῦ ζῴου τὸ μέν ἐστιν ἵππος τὸ δὲ κύων τὸ δὲ ἄνθρωπος, ἢ ὡς ὅλον εἰς μέρη, καὶ τοῦτο διττόν, ἢ γὰρ εἰς ὁμοιομερῆ διαιρεῖται ἢ εἰς ἀνομοιομερῆ (καὶ εἰς ὁμοιομερῆ μὲν διαιροῦνται φλέβες, ἀρτηρίαι, ὀστᾶ, ταῦτα γὰρ διαιρούμενα ἔχει τὰ μέρη καὶ ἀλλήλοις ὅμοια καὶ τῷ ὅλῳ, εἰς ἀνομοιομερῆ δέ, ὡς ὅταν εἴπωμεν, ὅτι τοῦ σώματος τὸ μέν ἐστι κεφαλὴ τὸ δὲ χεὶρ τὸ δὲ πούς), ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ὅταν εἴπωμεν, τοῦ κυνὸς ὁ μέν ἐστι χερσαῖος ὁ δὲ θαλάττιος ὁ δὲ ἀστρῷος. ἐὰν οὖν δειχθῇ ὅτι τὸ ὂν οὔτε ὡς γένος εἰς εἴδη οὔτε ὡς ὅλον εἰς μέρη διαιρεῖται εἰς τὰς κατηγορίας, λείπεται ὡς ὁμώνυμος φωνὴ τέμνεσθαι εἰς διάφορα σημαινόμενα. ὅτι μὲν οὖν οὐ διαιρεῖται ὡς γένος εἰς εἴδη, ἐντεῦθεν δῆλον· τὸ γένος διαιρούμενον εἰς εἴδη πᾶσι τοῖς εἴδεσιν ἐξ ἴσου πάρεστι, καὶ οὐ θεωρεῖται ἐν τοῖς εἴδεσι τὸ πρῶτον καὶ τὸ ὕστερον κατὰ τὴν τοῦ γένους μετοχήν (οὐδὲ γὰρ μᾶλλον ὁ ἄνθρωπος τοῦ ἵππου ζῷόν ἐστι, καὶ πάλιν ἀναιρεθέντος ἑνὸς εἴδους οὐκ ἀνάγκη τὰ λοιπὰ εἴδη ἀναιρεθῆναι· ἀναιρεθέντος γὰρ τοῦ ἀνθρώπου οὐκ ἀναιρεῖται τὸ ζῷον οὐδὲ τὰ λοιπὰ εἴδη οἷον ἵππος καὶ κύων τὰ ἄλλα)· εἰ οὖν τὸ ὂν διαιρεῖται εἰς τὰς δέκα κατηγορίας ὡς γένος εἰς τὰ εἴδη, οὐκ ἔδει ἐν αὐταῖς εἶναι τὸ πρῶτον καὶ τὸ δεύτερον2 οὐδὲ τὸ μὲν αὐτῶν μᾶλλον τοῦ ὄντος μετέχειν τὸ δὲ ἧττον.

“但是在世系中,他们多半将本原上溯到一个人,比方说宙斯。” 这个例子或许会引起我们的疑难,但波菲利已预先予以解决。因为有人可能会推想,难道正如在世系中各个宗系大致上溯到单一的本原,比方说宙斯(因为在万物之中神话创作称宙斯为“人与诸神之父”),在此处同样,一切范畴也都上溯到某个单一的本原,即“存在”的本原?因为实体是存在,数量以及其他范畴也是存在。如果情况如此,就将不再有十个最高属,而是“存在”作为一切事物的一个共同属。因此,波菲利指出了这一点,说“存在”并不是诸范畴的属。至于“存在”不是十个范畴的属,我们将如此证明:凡被划分者,或是作为属划分为种(正如我们说:动物中,有的是马,有的是狗,有的是人),或是作为整体划分为部分——这又有两种,或是划分为同质部分,或是划分为异质部分(静脉、动脉、骨骼被划分为同质部分,因为它们在被划分时,其部分彼此相似且与整体相似;划分为异质部分,则正如我们说:身体中,有的是头,有的是手,有的是脚),或是作为一个同音异义词划分为不同的被指意项(正如我们说:犬中,有的是陆上犬,有的是海中犬,有的是星宿犬)。因此,如果指明“存在”划分为诸范畴既非作为属划分为种,亦非作为整体划分为部分,剩下的就只能是作为同音异义词被划分为不同的被指意项。首先,它并非作为属划分为种,由此显而易见:划分为种的属平等地存在于所有种中,在诸种之间就分有该属而言并不存在先后之别(因为人并不比马更是动物;再者,当一个种被取消时,其余的种并不必然被取消,因为取消了人,动物并没有被取消,马、狗等其余的种也没有被取消)。因此,如果“存在”作为属划分为种那样划分为十个范畴,那么在它们之中本不该有第一与第二,也不该其中一个更多地分有存在,而另一个更少地分有存在。

语法注2 条
  1. 2.42μήποτε ὡς ἐπὶ τῶν γενεαλογιῶν σειραὶ σχεδὸν ἐπὶ μίαν ἀρχὴν ἀνατρέχουσι ... οὕτως καὶ ἐνταῦθα πᾶσαι αἱ κατηγορίαι ἐπὶ μίαν τινὰ ἀρχὴν ἀνατρέχουσιν

    连词 μήποτε 引出依赖于虚拟判断动词 ὑπέλαβε ἄν τις 的宾语从句,表达一种疑虑或推测(“是否可能……”)。相关词 ὡς ... οὕτως(“正如……同样……”)构成了比较结构的呼应,从属句的谓语动词 ἀνατρέχουσι 与主句部分的 ἀνατρέχουσιν 均使用现在时直陈式。

  2. 2.42οὐκ ἔδει ἐν αὐταῖς εἶναι τὸ πρῶτον καὶ τὸ δεύτερον

    在接续条件从句(εἰ οὖν τὸ ὂν διαιρεῖται...)的主句中,表示应当或必然的动词未完成过去时 ἔδει 在不带 ἄν 的情况下使用,表达对与事实相反之情形的推论(“本不应当有……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:81.5-82.12