- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:78.19-81.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
以实体范畴为例,论述了从最高属到最狭种的下行序列以及中间项(相继从属者)的双重关系,并借助神话家谱的比喻阐明了最高属、最狭种与中间项的界说。
" p. 4, 21 Γενέσθω δὲ ἐπὶ μιᾶς κατηγορίας σαφὲς τὸ λεγόμενον." Ἐπὶ πασῶν γὰρ τῶν κατηγοριῶν ἐστὶ γένη καὶ εἴδη, ἀλλ’ ἡ μὲν οὐσία γένος ἐστὶ γενικώτατον, ὑπὸ δὲ ταύτην ἐστὶ τὸ σῶμα καὶ ὑπὸ τὸ σῶμα τὸ ἔμψυχον (τοῦτο γὰρ τὸ μέρος ἔλαβε τῆς διαιρέσεως παραλείψας τὸ τοῦ ἀσωμάτου, ἐπειδὴ τὰ αἰσθητὰ ἡμῖν γνωριμώτερα), καὶ ὑπὸ τὸ ἔμψυχον τὸ ζῷον καὶ ὑπὸ τοῦτο τὸ λογικὸν καὶ ὑπὸ τοῦτο ὁ ἄνθρωπος. ἀλλ’ ἔστιν ἡ μὲν οὐσία τὸ γενικώτατον καὶ ὃ μόνον γένος (οὐδὲν γὰρ πρότερον τῆς οὐσίας), ὁ δὲ ἄνθρωπος εἰδικώτατον καὶ ὃ μόνον εἶδος (οὐδὲν γάρ ἐστι μετὰ τὸν ἄνθρωπον ἐν τοῖς καθόλου), τὸ δὲ σῶμά ἐστι καὶ γένος καὶ εἶδος, ἀλλ’ εἶδος μὲν τῆς οὐσίας γένος δὲ τοῦ ἐμψύχου, τὸ δὲ ἔμψυχον εἶδος μέν ἐστι τοῦ σώματος γένος δὲ τοῦ ζῴου· ζῷον γὰρ λέγεται τὸ ἔμψυχον καὶ αἰσθήσεως μετέχον, ἔμψυχον δέ ἐστι τὸ τρεφόμενον καὶ αὐξανόμενον καὶ γεννῶν ὅμοιον ἑαυτῷ· τὰ οὖν φυτὰ τούτων μετέχοντα τῶν δυνάμεων ἔμψυχα μέν ἐστιν, οὐ μέντοι καὶ ζῷα. τὰ δὲ ὄστρεα καὶ οἱ σπόγγοι ἔμψυχά τέ ἐστι καὶ πρὸς τούτοις μετέχει τῆς αἰσθητικῆς δυνάμεως (προσιόντος γὰρ αὐτοῖς τινος ἀντιτύπου συστέλλονται, ἀπιόντος δὲ ἥδονται), καὶ κατά τι μὲν τοῖς φυτοῖς ὅμοιά ἐστι τὸ ἐρριζῶσθαι καὶ τρέφεσθαι, κατά τι δὲ τοῖς ζῴοις τὸ αἰσθάνεσθαι.1 πάλιν τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου γένος δὲ τοῦ λογικοῦ, καὶ τὸ λογικὸν γένος μέν ἐστι τοῦ θνητοῦ εἶδος δὲ τοῦ ζῴου, καὶ τὸ θνητὸν εἶδος μὲν τοῦ λογικοῦ γένος δὲ τοῦ ἀνθρώπου.
“且让所言者在单一范畴上变得明了。” 因为在一切范畴中都存在属和种,但实体是最高属,在此之下是物体,在物体之下是有灵魂者(因为他省略了非物体的部分而采用了划分的这一部分,既然可感觉之物对我们来说更为可知),在有灵魂者之下是动物,在此之下是有理性者,在此之下是人。然而实体是最高者且仅仅是属(因为没有任何东西先于实体),而人是最狭者且仅仅是种(因为在普遍者中人之后没有任何东西),物体既是属又是种,但它是实体的种,却是有灵魂者的属;有灵魂者是物体的种,却是动物的属;因为动物被称为既是有灵魂的且分有感觉者,而有灵魂者则是受滋养、生长并产生与自身相似者;因此分有这些能力的植物固然是有灵魂的,却绝不是动物。另一方面,牡蛎和海绵固然是有灵魂的,除这些之外还分有感觉能力(因为当坚硬之物接近它们时它们就收缩,离开时它们就适意),并且在某种意义上——就扎根和受滋养而言——类似于植物,在某种意义上——就具有感觉而言——类似于动物。再者,动物是有灵魂者的种,却是有理性者的属;有理性者是可死者的属,却是动物的种;而可死者是有理性者的种,却是人的属。
" p. 4,32 Καὶ πᾶν τὸ πρὸ τῶν ἀτόμων προσεχῶς κατηγορούμενον εἶδος ἂν εἴη μόνον, οὐκέτι δὲ καὶ γένος." Προσεχῶς ἀντὶ τοῦ εὐθέως καὶ ἀμέσως· ἔστι γὰρ πρὸ τῶν ἀτόμων καὶ τὸ ζῷον, ἀλλ’ οὐκ ἀμέσως, ἀλλὰ διὰ μέσου τοῦ ἀνθρώπου. ὁ ἄνθρωπος οὖν προσεχῶς ἐστι πρὸ τῶν ἀτόμων καὶ ἔστιν εἶδος μόνον.
“且凡在不可分者之前被切近述说者,应当仅仅是种,而不再也是属。” “切近地”代替“直接地”和“无间接地”;因为动物固然也在不可分者之前,但不是无间接地,而是通过人的中介。因此人切近地在不可分者之前,且仅仅是种。
" p. 5, 7 Ὥστε ταῦτα δύο ἔχει σχέσεις." Ἡ οὐσία μίαν ἔχει σχέσιν τὴν πρὸς τὰ μετ’ αὐτήν· τὴν γὰρ πρὸς τὰ πρὸ αὐτῆς οὐκέτι ἔχει· οὐδὲ γὰρ ἀνωτέρω τι τῆς οὐσίας ἐστί. πάλιν τὸ εἶδος μίαν ἔχει σχέσιν τὴν πρὸς τὰ πρὸ αὐτοῦ· τὴν γὰρ πρὸς τὰ μετ’ αὐτὸ οὐκ ἔχει· οὐδὲν γάρ ἐστι μετ’ αὐτὸ εἶδος. τὰ δὲ μέσα δύο ἔχει σχέσεις, τήν τε πρὸς τὰ πρὸ αὐτῶν, καθ’ ἣν εἴδη λέγεται, καὶ τὴν πρὸς τὰ μετ’ αὐτά, ἀλλὰ κατὰ μὲν τὴν πρώτην σχέσιν εἴδη λέγονται, κατὰ δὲ τὴν δευτέραν γένη. τὰ δὲ ἄκρα μίαν ἔχει σχέσιν τό τε γενικώτατον καὶ τὸ εἰδικώτατον.
“以至于这些具有两种关系。” 实体具有一种关系,即朝向在其之后者的关系;因为它不再具有朝向在其之前者的关系;因为没有任何东西高于实体。再者,种具有一种关系,即朝向在其之前者的关系;因为不具有朝向在其之后者的关系;因为在它之后没有任何[种]。居间者具有两种关系:既有朝向在它们之前者的关系(依此它们被称为种),也有朝向在它们之后者的关系;但按照第一种关系它们被称为种,按照第二种[关系]则被称为属。而诸极端,即最高属和最狭种,具有一种关系。
" p. 5, 14 Ἀλλὰ καὶ τῶν ἀτόμων εἶδος λέγεται." Ἔχει γὰρ καὶ τὸ εἰδικώτατον εἶδος σχέσιν τινὰ πρὸς αὐτὰ τὰ ἄτομα, ἀλλ’ οὐ τὴν αὐτὴν ἔχει σχέσιν καὶ πρὸς τὰ πρὸ αὐτοῦ· ὁ γὰρ ἄνθρωπος Σωκράτους καὶ Πλάτωνος οὐ λέγεται γένος, ἀλλ’ εἶδος ὡς περιέχον τὰ ἄτομα.
“p. 5, 14 但它也被称为诸不可分者的种。” 因为最狭种对于诸不可分者自身也具有某种关系,但它所具有的并不是如同对于在其之前者的那种关系;因为人并不被称为苏格拉底和柏拉图的属,而是作为包容诸不可分者被称为种。
" p. 5, 17 Ἀφορίζονται τοίνυν τὸ μὲν γενικώτατον οὕτως." Εἰρηκὼς τὸ γένος τὸ γενικώτατον καὶ τὰ ὑπάλληλα καὶ τὸ εἶδος τὸ εἰδικώτατον, νῦν λοιπὸν ὑπογράφει αὐτὰ καί φησι, τί μὲν τὸ γενικώτατον γένος, ὅτι ὃ γένος ὂν οὐκ ἔστιν εἶδος καὶ ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπαναβεβηκὸς γένος, τί δὲ τὸ εἰδικώτατον, ὃ εἶδος ὂν οὐκ ἔστι γένος καὶ ὃ οὐκ ἂν διελοίμεθα εἰς εἴδη, τί δὲ τὰ ὑπάλληλα, ὅτι τὰ αὐτὰ καὶ γένη καὶ εἴδη τυγχάνει. περὶ τούτων οὖν θέλει διαλεχθῆναι, καὶ σαφηνείας χάριν παραλαμβάνει παράδειγμα τὸ τῆς γενεαλογίας· φησὶ γὰρ ὅτι ὥσπερ ἐπὶ τῶν γενεαλογιῶν ἐστιν ὁ Ζεὺς ἀρχή τις καὶ μόνος πατήρ, οὐκέτι δὲ εἰ τύχοι2 υἱός, ὁ δὲ Ὀρέστης εἰ τύχοι μόνος υἱός, ὁ δ’ Ἀγαμέμνων πατὴρ μὲν τοῦ Ὀρέστου, υἱὸς δὲ τοῦ Ἀτρέως, ὁ δὲ Ἀτρεὺς πατὴρ μὲν τοῦ Ἀγαμέμνονος, υἱὸς δὲ τοῦ Πέλοπος, οὕτω καὶ ἐπὶ τοῦ παρὰ τοῖς φιλοσόφοις λεγομένου γένους καὶ εἴδους· τὰ μὲν γάρ ἐστι μόνως γένη, ὡς ἡ οὐσία, τὰ δὲ μόνως εἴδη, ὡς ὁ ἄνθρωπος.
“p. 5, 17 于是〔他们〕如下界定最高属。” 在讲完了最高属、相继从属者和最狭种之后,他现在进而对它们作描述性界说,并阐明什么是最高属,即它是属却不是种、在其之上不能有另一个居于更高处的属者;什么是最狭种,即它是种却不是属、我们不能再将其划分为诸种者;什么是相继从属者,即同样的事物碰巧既是属又是种。因此他意欲论述这些,且为了清晰起见,他采用了世系家谱的例子;因为他说,正如在家谱中宙斯是某种始原且仅仅是父亲,若碰巧的话绝不再是儿子,而奥瑞斯忒斯若碰巧的话仅仅是儿子,阿伽门农是奥瑞斯忒斯的父亲却是阿特柔斯的儿子,阿特柔斯是阿伽门农的父亲却是珀罗普斯的儿子,在哲学家们所说的属和种上也是如此;因为有些仅仅是属,如实体,有些则仅仅是种,如人。
- 2.37τὸ ἐρριζῶσθαι καὶ τρέφεσθαι, κατά τι δὲ τοῖς ζῴοις τὸ αἰσθάνεσθαι
带冠词不定式 τὸ ἐρριζῶσθαι καὶ τρέφεσθαι 和 τὸ αἰσθάνεσθαι 在语法上作为 ὅμοιά ἐστι 的说明性主语,具体指明了介词短语 κατά τι(“在某种意义上/在某个方面”)的实质内容。
- 2.41εἰ τύχοι
动词希求法短语 εἰ τύχοι 是一固定习语,用作插入成分,意为“碰巧”、“假定”或“例如”,用于强调在举例论述的系谱端点上宙斯不是任何人的儿子、奥瑞斯忒斯不是任何人的父亲。
