← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§8.17-10.13

哲学的语源定义与划分诸方法

阿摩尼奥斯论证了修辞学、语法学乃至手工技术皆从哲学汲取原理,从而确立了哲学作为“技术的诸技术、科学的诸科学”的地位,并阐释了毕达哥拉斯将哲学定义为“对智慧之爱”的语源。随后,他定义了划分、附加划分与下位细分的区别,为进入哲学本身的体系划分作准备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#5

οὐκοῦν καὶ ἡ ῥητορικὴ παρὰ φιλοσοφίας τὰς ἀρχὰς εἴληφεν, ἄλλως τε καὶ ὁ ῥήτωρ κέχρηται τῷ καλῷ καὶ τῷ δικαίῳ καὶ τῷ συμφέροντι οὐκ εἰδὼς ποῦ ποτε θεωρεῖται τὸ δίκαιον, οὐδὲ εἰ ταὐτόν ἐστι τῷ συμφέροντι· ἔστι γὰρ ὅπου εἰς ταὐτὸν αὐτὸ κομίζουσι τῷ δικαίῳ, ἔστι δ’ ὅτε καὶ διαιροῦσιν αὐτὸ καὶ ἐναντίον τίθενται· δείκνυται δὲ ὅτι ταῦτά ἐστι καὶ ἀντιστρέφει. καὶ γραμματικὴ δὲ ὁμοίως· περὶ γὰρ τόνους καὶ χρόνους καταγίνεται, ἅπερ ἐστὶ μουσικῆς, ἡ δὲ μουσικὴ φιλοσοφίας ἐστὶ μέρος. οὐ μόνον δὲ αἱ λογικαὶ τέχναι καὶ ἐπιστῆμαι δέονται φιλοσοφίας ἀλλὰ καὶ αἱ βάναυσοι λεγόμεναι τέχναι. ὁ γοῦν οἰκοδόμος τῇ καθέτῳ χρῆται πρὸς τὸ διακρῖναι, εἴτε ὄρθιός ἐστιν ὁ τοῖχος ἢ οὔ, τίς μέντοι ἡ κάθετος οὐκέτι οἶδεν. ὁ μέντοι φιλόσοφος οἶδεν εὐθὺς τὴν αἰτίαν· ἐρεῖ γὰρ ὅτι πάντα τὰ βάρη αὐτοφυῶς ἐπὶ τὸ κέντρον ὁρμᾷ, ὅθεν πρὸς ὀρθὰς γωνίας πανταχόθεν τὰ βάρη καταφέρεται, αἱ δὲ ὀρθαὶ γωνίαι ἀπαρέγκλιτοί εἰσι. καὶ ὁ τέκτων δὲ πρὸς τὸ εὐθὲς ποιῆσαι τὸ ξύλον τῇ στάθμῃ κέχρηται· τίς μέντοι ἡ τῆς εὐθείας φύσις, οὐκέτι οἶδεν. ἡ δὲ γεωμετρία μέρος τι οὖσα καὶ αὐτὴ φιλοσοφίας ἐρεῖ· εὐθεῖα γάρ ἐστιν ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται. ὁμοίως δὲ καὶ πάσας τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας ἀπὸ φιλοσοφίας τὰς ἀρχὰς ἐχούσας ἔστιν εὑρεῖν. ἔστιν οὖν ἡ φιλοσοφία τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν. Ὁ μέντοι Πυθαγόρας φησὶ “φιλοσοφία ἐστὶ φιλία σοφίας” πρῶτος τῷ παρὰ τοῖς παλαιοτέροις ἐπιστὰς ἁμαρτήματι.1 ἐπειδὴ γὰρ ἐκεῖνοι σοφὸν ὠνόμαζον τὸν ἡντιναοῦν μετιόντα τέχνην, ὧν εἷς ἦν καὶ Ἀρχίλοχος λέγων τρίαιναν ἐσθλὴν καὶ κυβερνήτης σοφός, καὶ ὁ ποιητὴς ἐπεὶ σοφὸς ἤραρε τέκτων καὶ εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, μεθίστησι τὴν προσηγορίαν ταύτην ἐπὶ τὸν θεὸν ὡς μόνον ἐκεῖνον καλεῖσθαι σοφόν, τὸν θεόν φημι, σοφίαν τε καὶ τὴν τῶν ὄντων ἀϊδίων ἔχοντα γνῶσιν.2 ὁρῶν δὲ τοὺς μὲν ἐπὶ ῥητορικὴν τοὺς δὲ ἐπὶ γραμματικὴν τοὺς δὲ ἐπὶ τὴν τῶν φυσικῶν ζήτησιν τρέχοντας, ἄλλους δ’ αὖ πάλιν ἐφ’ ἕτερα, προσαγορεύει τοὺς τὴν τῶν φυσικῶν θεωρίαν ἀσκοῦντας φιλοσόφους οἱονεὶ φιλοῦντας τὸν σοφόν, ὅπερ ἠξίου καλεῖν τὸν θεόν, τὴν δὲ τούτων γνῶσιν φιλοσοφίαν ἀναλόγως τὴν φιλίαν τῆς σοφίας· σοφίαν γάρ, ὡς ἤδη εἴρηται, τὴν τοῦ θεοῦ γνῶσιν ὠνόμαζε. ταῦτα Πυθαγόρας. εἰσὶ δὲ καὶ ἄλλοι τῆς φιλοσοφίας ὁρισμοί, ἀρκοῦσι δὲ καὶ οὗτοι. Ἐπειδὴ δὲ πᾶν πρᾶγμα ἢ διαιρετόν ἐστιν ἢ ἀδιαίρετον, ἀνάγκη καὶ ἡμᾶς εἰπεῖν, πότερον ἡ φιλοσοφία διαιρετὴ ἢ οὔ. πρὸ δὲ τούτου δίκαιον ἐστιν εἰπεῖν, τί ὅλως ἐστὶ διαίρεσις καὶ τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις· τὸν γὰρ περὶ διαιρέσεως διαλεγόμενον χρὴ πρότερον εἰπεῖν ὅ τι ποτέ ἐστι τούτων ἕκαστον. ἔστι μὲν οὖν διαίρεσις ἡ κατὰ πρώτην ἐπιβολὴν τομὴ τοῦ πράγματος, ἐπιδιαίρεσις δὲ ἡ κατὰ δευτέραν ἐπιβολὴν τομὴ τοῦ αὐτοῦ πράγματος, οἷον κατὰ πρώτην ἐπιβολὴν τέμνω τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον (τοῦτο διαίρεσις), κατὰ δευτέραν δὲ ἐπιβολὴν τὸ αὐτὸ εἰς θνητὸν καὶ ἀθάνατον (τοῦτό ἐστιν ἐπιδιαίρεσις)· μόνῃ δὲ τῇ τάξει διαφέρουσιν ἀλλήλων. ὑποδιαίρεσις δέ ἐστιν ἡ τοῦ διαιρεθέντος ἤδη πράγματος τοῦ μέρους ἤτοι τοῦ εἴδους τομή3 (εἶδος δὲ λέγω νῦν τὸ ὑπάλληλον), οἷον ὅτι τοῦ ἐπουρανίου τὸ μέν ἐστιν ἀπλανὲς τὸ δὲ πλανώμενον· τὸ γὰρ ἐπουράνιον εἶδος ἦν τοῦ ζῴου, τοῦτο δὲ ὑποδιείλομεν εἴς τε τὸ ἀπλανὲς καὶ τὸ πλανώμενον. διδαξάντων οὖν ἡμῶν τί ἐστι διαίρεσις, τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις, ἀκόλουθον καὶ περὶ τῆς ἐν τῇ φιλοσοφίᾳ διαιρέσεως λέγειν. [διαιρεῖται γάρ, ὡς ἀνωτάτω διελεῖν ἔστι, κατὰ μέν τινας εἰς δύο, κατὰ δὲ ἑτέρους εἰς τρία· τινὲς γὰρ εἰς τρία διαιροῦσι τὴν φιλοσοφίαν, εἰς θεωρητικὸν καὶ πρακτικὸν καὶ λογικόν.

因此,修辞学亦是从哲学获得了原理,尤其是演说家运用了高尚、正义与有益,却完全不知正义究竟在何处被考察,亦不知它是否与有益相同;因为在某些地方人们将它归结为与正义相同,而在另一些时候人们又将它区分开来并立为相反者;然而可以表明,这些乃是[同一的]并且互相换位。语法学亦同样如此;因为它关注声调和音长,而这些属于音乐,音乐则是哲学的一部分。不仅理性的诸技术与诸科学需要哲学,甚至所谓的手工技术亦是如此。无论如何,建筑工使用铅垂线来辨别墙壁是否垂直,然而至于铅垂线究竟为何,他却不再知晓。哲学家却立即知晓其原因;因为他会说,一切重物皆依本性朝向中心运动,由此一切方位的重物皆以直角向下运动,而直角是绝无偏斜的。木匠亦使用墨线来使木料平直;然而直线的本性究竟为何,他却不再知晓。但几何学本身作为哲学的一部分将会说明:因为直线乃是对于其自身之上的诸点而言平整处于其中的线。同样,人们亦可发现其他一切科学和技术皆从哲学拥有原理。因此,哲学乃是诸技术的技术、诸科学的科学。 然而毕达哥拉斯说“哲学乃是对智慧之爱”,他是最早注意到前人所犯错误的人。因为前人将从事任何技术的人皆称为“智者”,其中之一便是阿基罗库斯,他说:“精良的三叉戟,舵手亦是智者”,诗人(荷马)亦说:“因为智巧的木匠将它嵌合”,以及“凭雅典娜的指引深谙智慧”,于是他(毕达哥拉斯)将这一称谓转移到神身上,认为唯有那位神才被称为智者,我指神,即拥有智慧和对永恒存在者的知识者。他看到有人奔向修辞学,有人奔向语法学,有人奔向自然事物的探究,另有人又奔向其他事务,便将那些研习自然事物观照的人称为“爱智者”,如同爱那位智者(他认为应当将神称为智者),而将他们的知识称为“爱智(哲学)”,对应于对智慧之爱;因为正如前已言及,他将对神的知识命名为“智慧”。毕达哥拉斯之说便是如此。哲学亦有其他定义,但这些已足够。 然而,由于一切事物或为可分的,或为不可分的,我们亦必须说明哲学究竟是否可分。但在说明此点之前,理应说明总体而言什么是划分(diairesis),什么是附加划分(epidiairesis),什么是下位细分(hypodiairesis);因为论述划分的人应当首先说明这些之中的每一者究竟为何。划分乃是根据初次着眼对事物的切分,而附加划分则是根据第二次着眼对同一事物的切分;例如,根据初次着眼,我将动物切分为理性的与无理性的(这是划分),根据第二次着眼,将同一者切分为有死的与不死的(这是附加划分);它们仅在次序上彼此相异。而下位细分乃是对已被划分之事物的部分、亦即种(我在此所谓的种,乃是中间从属的种)的切分;例如,在天体事物中,一者是恒定的,另一者是游移的;因为天体事物曾是动物的一个种,而我们又将这一下位细分为恒定的与游移的。因此,既然我们已阐明了什么是划分、什么是附加划分、什么是下位细分,接下来亦当探讨哲学之中的划分。[因为,就最上位而言能够划分的程度来说,按照某些人的看法哲学被划分为二,而按照另一些人的看法则被划分为三;因为有些人将哲学划分为三,即理论的、实践的与逻辑的。

语法注3 条
  1. 2.0πρῶτος τῷ παρὰ τοῖς παλαιοτέροις ἐπιστὰς ἁμαρτήματι

    πρῶτος 用作主语同位或述语修饰(“作为最先……的人”)。动词 ἐφίστημι 的第二不定过去时主动分词 ἐπιστάς 支配与格 τῷ ἁμαρτήματι,意为“注意到”、“留心于”。

  2. 2.0ὡς μόνον ἐκεῖνον καλεῖσθαι σοφόν, τὸν θεόν φημι, σοφίαν τε καὶ τὴν τῶν ὄντων ἀϊδίων ἔχοντα γνῶσιν

    连词 ὡς 引导不定式 καλεῖσθαι(被动态),表达主观理据或意图(“基于……唯有那位被称为智者”)。插入语 τὸν θεόν φημι 补充说明其所指。其后的分词短语 σοφίαν τε καὶ τὴν τῶν ὄντων ἀϊδίων ἔχοντα γνῶσιν 为阳性单数宾格,作 ἐκεῖνον / τὸν θεόν 的述谓性修饰。

  3. 2.0τοῦ διαιρεθέντος ἤδη πράγματος τοῦ μέρους ἤτοι τοῦ εἴδους τομή

    中心名词 τομή(切分)支配三个属格短语。其中 τοῦ μέρους ἤτοι τοῦ εἴδους(“部分的亦即种的”)作为客体属格直接修饰 τομή,而置于其前的 τοῦ διαιρεθέντος ἤδη πράγματος(“已被划分之事物的”)则是修饰 τοῦ μέρους 的部分属格(整体属格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:8.17-10.13