← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§10.13-12.6

理论哲学的次序与三分法的根据

阿摩尼奥斯论述了理论哲学的三个分支(神学、数学与自然学)依真理而言以及就我们而言的次序,继而依据神的双重活动及人类灵魂的双重机能解释了哲学为何划分为理论与实践两部分,并基于对象脱离质料的程度奠定了理论哲学的三分法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#6

εἰ δ’ οὕτως ἔχει ἢ μή, ἐπισκεψώμεθα. ἰστέον ὅτι τῆς διαιρέσεως τῇ ἀληθείᾳ τὸ θεολογικὸν πρῶτόν ἐστιν· ἀρχαὶ γὰρ πάντων τὰ θεῖα. διὸ καὶ οὐκ ἀκαίρως οἱ παλαιοὶ τοῦτο προέθηκαν. τὸ δὲ φυσιολογικὸν ὡς μὲν πρὸς ἡμᾶς πρῶτον (οὐ γὰρ ἂν γνοίημεν τὴν νοητὴν οὐσίαν πρὸ τῆς αἰσθητῆς), ὡς δὲ πρὸς τὸ ἀληθὲς ἔσχατον· ἐσχάτη γὰρ οὐσία ἡ ἔνυλος, διὸ καὶ τὴν ἐσχάτην εἴληφε τάξιν. μέσον δὲ τούτων τὸ μαθηματικόν, ἐπειδὴ καὶ κατὰ φύσιν μέσην ἔχει τάξιν. τοῦτο δέ τινες τῶν πάλαι προέταξαν τοῦ φυσιολογικοῦ, οἱ μὲν κατὰ Πλάτωνα, ἵνα, φασί, τὰς ἰδέας ἐν τῇ ψυχῇ ἤδη ἀποκειμένας ἐπιγινώσκωμεν ἤτοι ἀναμιμνησκώμεθα τὰ ἐν τοῖς καθ’ ἕκαστα θεωροῦντες, ὁδῷ τινι ἢ κλίμακι τῷ μαθηματικῷ χρώμενοι· οἱ δὲ κατὰ Ἀριστοτέλην βουλόμενοι ἡμᾶς ἐθίζειν ἀπὸ τῆς ἐνύλου οὐσίας γινώσκειν τὴν νοητήν, ἥτις ἐστὶ μὲν ἀόρατος, πλείονα δὲ ἔχει καὶ ἐναργεστέραν τὴν ὑπόστασιν ἢ κατὰ τὴν ὕλην· καὶ γὰρ ἐνταῦθα τὴν γραμμὴν τὴν ἐν τῇ ὕλῃ μανθάνομεν, οὐχ ὅπως τὴν ὕλην ἢ τὸν κηρὸν ἢ τὸν χαλκὸν γνοίημεν, ἀλλ’ ἵνα ἀποσυλήσαντες αὐτὴν ἀποθώμεθα εἰς τὸν νοῦν, ἔνθα βεβαιοτέραν ὁρῶμεν αὐτῆς τὴν ὑπόστασιν· ὅτι δὲ οὐ κοινωνεῖ τῷ κηρῷ κατὰ τὴν οὐσίαν τὸ σχῆμα οἷον ἡ γραμμὴ ἢ τὸ τρίγωνον, αὐτόθεν δῆλον· αὐτίκα γοῦν τριγώνου σχήματος μεταβληθέντος ἀφαιρεθείσης τῆς μιᾶς πλευρᾶς οὐ συμμεταβάλλεται ὁ κηρός, καίτοι εἰ ἐκοινώνει κατὰ τὴν οὐσίαν, ἔδει συμμεταβάλλεσθαι].1 Διαιρεῖται οὖν ἡ φιλοσοφία [ὡς ἤδη εἴρηται] εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν. ἄξιον δὲ ζητῆσαι, δι’ ἣν αἰτίαν εἰς δύο καὶ διὰ τί εἰς ταῦτα διαιρεῖται καὶ μήτε εἰς πλείονα μήτε εἰς ἐλάττονα. καὶ εἰς ἐλάττονα μὲν ἀδύνατον ἦν ποιῆσαι τὴν διαίρεσιν· οὐδὲ γὰρ ἂν τὸ ἓν εἰς ἓν διαιρεθείη. διὰ τί οὖν μὴ εἰς πλείονα ἀλλ’ εἰς δύο; τούτου δὲ αἰτίαι δύο εἰσίν. ἐπειδὴ γὰρ ἐλέγομεν τὴν φιλοσοφίαν ὁμοίωσιν θεῷ εἶναι, ὁ δὲ θεὸς διττὰς ἔχει τὰς ἐνεργείας, τὰς μὲν γνωστικὰς πάντων τῶν ὄντων, τὰς δὲ προνοητικὰς ἡμῶν τῶν καταδεεστέρων, εἰκότως ἡ φιλοσοφία διαιρεῖται εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν· διὰ γὰρ τοῦ θεωρητικοῦ γινώσκομεν τὰ ὄντα, διὰ δὲ τοῦ πρακτικοῦ προνοούμεθα τῶν καταδεεστέρων, καὶ οὕτως ἐξομοιοῦμεν ἑαυτοὺς τῷ θεῷ. πάλιν δὲ τῆς ἡμετέρας ψυχῆς διτταὶ αἱ ἐνέργειαι, αἱ μὲν γνωστικαὶ οἷον νοῦς διάνοια δόξα φαντασία καὶ αἴσθησις, αἱ δὲ ζωτικαὶ καὶ ὀρεκτικαὶ οἷον βούλησις θυμὸς ἐπιθυμία. ὁ οὖν φιλόσοφος πάντα τὰ τῆς ψυχῆς μέρη βούλεται κοσμῆσαι καὶ εἰς τελείωσιν ἀγαγεῖν· διὰ οὖν τοῦ θεωρητικοῦ τελειοῦται τὸ ἐν ἡμῖν γνωστικόν, διὰ δὲ τοῦ πρακτικοῦ τὸ ζωτικόν. εἰκότως οὖν ἡ φιλοσοφία εἰς δύο διαιρεῖται, εἰς τε θεωρητικὸν καὶ πρακτικόν. πάλιν τὸ θεωρητικὸν διαιρεῖται εἰς θεολογικὸν μαθηματικὸν καὶ φυσιολογικόν. εἰκότως καὶ τοῦτο· ἐπειδὴ γὰρ πάντα τὰ ὄντα βούλεται θεωρεῖν ὁ φιλόσοφος, τῶν δὲ ὄντων πάντων τρεῖς εἰσι τάξεις· τὰ μὲν γὰρ τῶν πραγμάτων παντάπασίν ἐστι χωριστὰ τῆς ὕλης καὶ τῇ ὑποστάσει καὶ τῇ περὶ αὐτῶν ἐπινοίᾳ,2 οἷά ἐστι τὰ θεῖα, τὰ δὲ παντάπασιν ἀχώριστα τῆς ὕλης καὶ τῇ ὑποστάσει καὶ τῇ περὶ αὐτῶν ἐπινοίᾳ, οἷά ἐστι τὰ φυσικὰ καὶ ἔνυλα εἴδη, ξύλον καὶ ὀστοῦν καὶ σὰρξ καὶ πάντα ἁπλῶς τὰ σώματα (ταῦτα δὲ φυσικὰ καλοῦμεν ὡς ὑπὸ φύσεως δημιουργούμενα προσεχῶς), τὰ δὲ μέσα τούτων ὄντα κατά τι μέν ἐστι χωριστὰ κατά τι δὲ ἀχώριστα, οἷά ἐστι τὰ μαθηματικά· κύκλος γὰρ καὶ τρίγωνον καὶ τὰ τοιαῦτα καθ’ ἑαυτὰ ὑποστῆναι δίχα ὕλης τινὸς οὐ δύνανται καὶ κατὰ τοῦτο ἀχώριστά ἐστι τῆς ὕλης, ἐπειδὴ δὲ θεασάμενοι κύκλον ξύλινον καὶ χαλκοῦν καὶ λίθινον ἀνεμαξάμεθα αὐτοῦ τοῦ κύκλου τὸ εἶδος ἐν τῇ διανοίᾳ καὶ ἔχομεν παρ’ ἑαυτοῖς δίχα τῆς ὕλης (ὥσπερ εἰ κηρὸς λάβοι τὸ ἐκτύπωμα τοῦ δακτυλίου μὴ προσλαβών τι τῆς ὕλης),3 κατὰ τοῦτο χωριστά ἐστι τῆς ὕλης, καθὸ τῇ ἐπινοίᾳ χωρίζεται.

至于实际情况是否如此,让我们加以考察。应当知晓,在划分中,按真理而言神学部分是居首的;因为神圣事物乃是一切事物的本原。因此古人将其置于首位绝非不当。而物理学部分就我们而言虽是居首的(因为我们无法在感觉实体之前认识理智实体),但按真理而言却是最后的;因为具质料的实体是最后的实体,因此它亦获得了最后的位次。而数学部分居于这些之间,因为它依本性亦具有中间的位次。昔日之人中有人将此置于物理学部分之前:有人依柏拉图,如他们所说,乃是为了使我们在考察个别事物之中的诸事物时,将数学事物作为某种道路或阶梯,借以重新认识、即回忆起已蕴存于灵魂之中的理念;而另有人依亚里士多德,意图使我们习惯于从具质料的实体出发认识理智实体,理智实体虽不可见,却比依质料而存者具有更大且更昭显的自存;因为在此我们学习存在于质料中的线,并非为了认识质料或蜡或青铜,而是为了将其剥离并存入理智之中,在那里我们见到了它更为确固的自存;而形状(如线或三角形)在实体上并不与蜡共有,这从事实本身显而易见:因为当三角形的形状因去其一边而改变时,蜡并不随之改变,然而若是它在实体上相共有,本应随之改变的]。 因此,哲学[正如前已言及]被划分为理论的与实践的。然而值得探讨的是,因何原因划分为二,以及为何划分为这些,既非更多亦非更少。划分为更少本是不可能的;因为一不可被划分为一。那么为何不是更多而是二呢?对此有两个原因。因为既然我们曾说哲学乃是同化于神,而神具有双重活动,一者是对一切存在者的认知活动,另一者是对居于下位的我们的顾护活动,故而哲学被划分为理论的与实践的乃是理所当然;因为通过理论部分我们认识诸存在者,通过实践部分我们顾护居于下位者,并以此使我们自身同化于神。再者,我们灵魂的活动亦是双重的:认知活动,如理智、理知、意见、想象与感觉;生命与欲求活动,如意愿、激情与欲望。哲学家意在整饬并使灵魂的一切部分达到圆满;因此通过理论部分我们之中的认知部分得以圆满,通过实践部分生命部分[得以圆满]。因此,哲学被划分为二,即划分为理论的与实践的,乃是理所当然。 理论部分又被划分为神学的、数学的与物理学的。此点亦是理所当然;因为哲学家意图观照一切存在者,而一切存在者有三个等阶:事物的某些部分无论在自存上还是在关于它们的思索(概念)上皆完全脱离质料,如神圣事物;某些部分无论在自存上还是在关于它们的思索上皆完全不可脱离质料,如自然的、具质料的形相,木、骨、肉以及简言之一切物体(我们称这些为自然的,因为它们是由自然直接造作的);而居于这些之间者,在某种意义上是脱离的,在某种意义上则是不可脱离的,如数学事物;因为圆、三角形及此类事物不能脱离某种质料而自身独立自存,在这一方面它们不可脱离质料;然而由于我们观照了木制的、青铜制的以及石制的圆之后,便在理知中摹印了圆本身的形相,并将它脱离质料而保留在我们自身之中(犹如蜡接受印戒的印记而未接纳其质料的任何部分),在这一方面它们便脱离质料,即在概念上被分离。

语法注3 条
  1. 2.0καίτοι εἰ ἐκοινώνει κατὰ τὴν οὐσίαν, ἔδει συμμεταβάλλεσθαι

    使用未完成过去时直陈式(ἐκοινώνει、ἔδει)的反事实假定句。在表必然性或应当性的非人称动词(ἔδει)构成的归结分句中,通常依照希腊语惯例省略语气小词 ἄν。

  2. 2.0τῇ ὑποστάσει καὶ τῇ περὶ αὐτῶν ἐπινοίᾳ

    表示限制或视角(“在……方面”)的与格。在此指涉“在自存上”(实在存在)与“在概念(思索)上”(理智抽离)这两个相对立的维度。

  3. 2.0ὥσπερ εἰ κηρὸς λάβοι τὸ ἐκτύπωμα τοῦ δακτυλίου μὴ προσλαβών τι τῆς ὕλης

    由 ὥσπερ εἰ(犹如……)引导接希求式(λάβοι)的假定比较句。随后的分词短语 μὴ προσλαβών 为带否定词 μή 的伴随情状分词,与主语 κηρός 一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:10.13-12.6