← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§6.29-8.17

科学与技术的区别及哲学作为诸学科的基础

安莫尼乌解释了将哲学定义为“技术之技术与科学之科学”的内涵,通过研究对象(不变者还是可变者)区分了科学与技术,并论述了哲学如何为几何学、医学、修辞学等学科提供基本原理及论证形式(如三段论与归纳)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#4

αὗται δὲ αἱ τέχναι καὶ ἐπιστῆμαι κατὰ μὲν τοὺς λόγους οὐδὲν διαφέρουσιν ἀλλήλων (οἱ γὰρ ἑκάστης λόγοι καθ’ ἑαυτοὺς μὲν ἄπταιστοί εἰσι), κατὰ δὲ τὴν ὕλην διαλλάττουσιν· αἱ μὲν γὰρ ἐπιστῆμαι περὶ τὰ ὡσαύτως ἔχοντα καταγίνονται, οἷον ἀστρονομία γεωμετρία ἀριθμητική, αἱ δὲ τέχναι περὶ τὰ ὡς ἐπὶ τὸ πολὺ καὶ μεταβαλλόμενα. ὅθεν τῆς γεωμετρίας οἱ λόγοι ἄπταιστοι μένουσιν, ὡς ἔχει ἐκεῖνος ‘παντὸς κύκλου τὰ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν διαστήματα ἴσα εἰσὶν ἀλλήλοις’ (τοῦτο γὰρ ὡσαύτως ἔχον ἐστίν), οἱ δὲ τῆς ἰατρικῆς πταίουσιν, ὡς ὁ λέγων ‘τὰ ἐναντία τῶν ἐναντίων ἰάματα’, διὰ τὸ μὴ περὶ τὸ ὡσαύτως ἔχον ἀεὶ καταγίνεσθαι· πρῶτον μὲν γὰρ οὐδὲ πάντων τῶν νοσημάτων ἰάματά ἐστι· τί γάρ, ἐὰν ἡ νόσος ὀλεθρία ᾖ; ἄλλως τε ἔστιν ὅτε οὐ τὰ ἐναντία προσάγουσιν, ἀλλὰ τὰ ὅμοια, ὡς ἐπὶ τῶν κατὰ συμβεβηκός· πολλάκις γὰρ ψυχρὸν ὕδωρ ἐπιχεόμενον ἠτονηκυῖαν ἤδη θερμότητα ἀνεκαλέσατο. πάσαις τοίνυν ταῖς ἐπιστήμαις καὶ τέχναις ἡ φιλοσοφία τὰς ἀρχὰς δίδωσι· τῇ μὲν γὰρ γεωμετρίᾳ τοὺς καθολικοὺς λόγους (φιλοσόφων γὰρ τὸ καθόλου ζητεῖν), ἄλλως τε ὁ γεωμέτρης τὸ σημεῖον ἀμερὲς λαμβάνει καὶ τὸ μέγεθος ἐπ’ ἄπειρον διαιρεῖ καὶ ταύταις ἀναποδείκτως ταῖς ἀρχαῖς κέχρηται, ὁ δὲ φιλόσοφος ταῦτα δείκνυσιν. ἐπειδὴ γάρ φησι πᾶν τὸ περατοῦν τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει· τὸ γὰρ σῶμα τρεῖς ἔχον διαστάσεις περατοῦται ὑπὸ τῆς ἐπιφανείας, ἥτις ἔχει δύο διαστάσεις, μῆκος καὶ πλάτος (βάθος γὰρ οὐκ ἔχει ᾧ λείπεται τοῦ σώματος), ἡ δὲ ἐπιφάνεια δύο ἔχουσα διαστάσεις περατοῦται ὑπὸ τῆς γραμμῆς, ἥτις μίαν ἔχει διάστασιν τὸ μῆκος μόνον, ἡ δὲ γραμμὴ περατοῦται ὑπὸ τοῦ σημείου, ὃ δῆλον ὅτι οὐχ ἕξει οὐδεμίαν διάστασιν, ἀλλ’ ἔσται ἀμερές, εἴ γε, ὡς εἴρηται, πᾶν πέρας τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει. ὅτι δὲ καὶ πᾶν μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, δείκνυσι λαμβάνων, ὅτι ἡ τομὴ κατὰ σημεῖα γίνεται, ἅπερ οὐ συντίθενται οὐδὲ ποιοῦσι σῶμα. οὐκοῦν τὸ σῶμα τρεῖς ἔχει διαστάσεις κατὰ σημεῖα διαιρούμενον, οὐδὲν γὰρ ἀφαιρεῖται ἡ διαίρεσις τοῦ σώματος πλὴν τοῦ ποσοῦ τοῦ μεγέθους, τὸ δὲ τρεῖς ἔχειν διαστάσεις οὐκ ἀφαιρεῖται· οὐκοῦν ὁ λόγος τοῦ σώματος ἐπιδέχεται τὴν εἰς ἄπειρον τομήν· εἰ δὲ ἡμῖν ἀδύνατός ἐστι διὰ τὴν σύμφυτον ἀσθένειαν ἀνυσθῆναι,1 οὐ διὰ τοῦτο ἀνῄρηται. τῇ δὲ ἰατρικῇ τὰ τέσσαρα στοιχεῖα· τῶν γὰρ φιλοσόφων ἀποδεικνύντων τέσσαρα εἶναι τῶν ἐν γενέσει σωμάτων τὰ στοιχεῖα, ταῦτα δὴ τὰ πολυθρύλλητα, καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, ἐκεῖνοι ὡμολογημένον τοῦτο λαμβάνοντες ἐκ τούτων προσεχῆ στοιχεῖα τοὺς τέσσαρας χυμοὺς γεννᾶσθαί φασι ἀναλόγως ἐκείνοις τοῖς πορρωτέρω στοιχείοις τούτους λαμβάνοντες. ἔτι μὴν καὶ ῥητορικῇ φιλοσοφία τὰς ἀρχὰς δίδωσιν· ἀναλόγως γὰρ τῇ τε ἐπαγωγῇ καὶ τῷ συλλογισμῷ τὸ παράδειγμα καὶ τὸ ἐνθύμημα ὁ ῥήτωρ λαμβάνει· ὥσπερ γὰρ ὁ συλλογισμὸς ἀληθής ἐστιν, ἐπειδὴ τὸ ἀναγκαῖον ἔχει, οὕτως καὶ τὸ ἐνθύμημα ἀληθὲς βούλεται εἶναι, μιᾷ μέντοι προτάσει τοῦ συλλογισμοῦ λείπεται, ὅθεν καὶ συλλογισμὸς ἀτελὴς λέγεται. συλλογισμὸς δέ ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι.2 τὸν αὐτὸν δὲ τρόπον ἀναλογεῖ καὶ τῇ ἐπαγωγῇ τὸ παράδειγμα· ὥσπερ γὰρ ἐκείνη τὸ ὡς ἐπὶ τὸ πολὺ ἔχει καὶ τὸ εἰκός, οὐ πάντως δὲ τὸ ἀληθές, οὕτω καὶ τὸ παράδειγμα. διαφέρει δὲ καὶ ταῦτα ἀλλήλων, ὅτι ἡ μὲν ἐπαγωγὴ λόγος ἐστὶν ἀπὸ τῶν μερικῶν τὰ καθόλου πιστούμενος, τὸ δὲ παράδειγμα ἀπὸ τῶν μερικῶν τὰ ἐπὶ μέρους πιστοῦται. καὶ τὰ ἐπιχειρήματα δὲ ἐκεῖθεν λαμβάνει· περὶ γὰρ τοπικῶν ὁ Ἀριστοτέλης ἐν τῇ λογικῇ διείλεκται καὶ ὅλως ῥητορικὰς τέχνας ἐπραγματεύσατο.

这些技术与科学在命题方面彼此毫无差异(因为各自的命题就其自身而言都是不会犯错的),但在质料上有所不同:因为科学关注的是恒常处于同一状态的事物,例如天文学、几何学、算术,而技术关注的则是大多如此以及变化的事物。因此几何学的命题保持不会犯错,正如那条命题:“在任何圆中,从圆心到圆周的距离皆彼此相等”(因为这是恒常处于同一状态的事物);而医学的命题则会失误,正如那条声称“相反者为相反者之疗药”的命题,乃是由于它并非始终关注恒常处于同一状态的事物。因为首先,甚至并非所有疾病皆有疗药;试问倘若疾病是致命的,又将如何?此外,有时他们施用的不是相反者,而是相似者,正如在偶性情形中所发生的那样;因为冷水浇淋常常能重新唤起已经衰微的热力。因此,哲学赋予所有科学和技术以原理。对于几何学,它赋予普遍的命题(因为探究普遍者乃是哲学家的事);此外,几何学家假定点是无部分的,并将量度无限分割,且未经证明地运用这些原理,而哲学家则证明这些原理。因为[哲学家]说,凡限定者皆比被限定者少一个维度:具有三个维度的立体被具有两个维度(即长与宽)的面所限定(因为面不具有深度,在这一点上比立体缺少一维);具有两个维度的面被只具有一个维度(即长)的线所限定;而线则被点所限定,显而易见,点将不具有任何维度,而是无部分的,倘若确实如前所述,凡界限皆比被限定者少一个维度。而且,哲学家通过设定分割是在点上发生且点不能组合亦不能构成物体,从而证明了一切量度皆可无限分割。因此,在点上被分割的物体仍具有三个维度;因为分割除了削减量度的数量外,并未从物体中剥夺任何东西,而具有三个维度这一属性并没有被剥夺。因此,物体的定义接纳无限的分割;即使由于我们生来的软弱而不能由我们来完成[分割],[无限分割性]亦不因此被废弃。而对于医学,[哲学]赋予四元素;因为当哲学家证明处于生成中的物体的元素是四个——即那些广为人知的元素——既不多亦不少时,[医者们]便把这一点作为不争的前提接受下来,并宣称四个体液作为邻近元素乃由此产生,并使这些[体液]与那些更为源始的元素相应。不仅如此,哲学亦赋予修辞学以原理;因为演说家乃是对应于归纳和三段论,而采用例证和省略三段论。因为正如三段论是真实的,乃因其具有必然性,省略三段论同样亦力求真实,然而它比三段论缺少一个前提,故而亦被称为不完全的三段论。三段论乃是一种言说,在其中当某些东西被设定后,由于这些东西存在,便必然产生出有别于所设定的某种其他东西。例证亦以同样方式对应于归纳;因为正如归纳具有大多如此和合乎情理的特征,却不必然具有真理性,例证亦是如此。而它们彼此之间亦有区别:归纳乃是从个别事物确证普遍事物的言说,而例证则是从个别事物确证个别事物。并且[演说家]亦从那里(哲学)获取论辩理据;因为亚里士多德在逻辑学中探讨了论题,并通论了修辞技术。

语法注2 条
  1. 2.0ἀδύνατός ἐστι ... ἀνυσθῆναι

    此处为人称构式,双尾形容词 ἀδύνατος 与阴性主语 ἡ τομή(分割)相一致,意为“即使它[分割]不能由我们来完成”。

  2. 2.0τῷ ταῦτα εἶναι

    亚里士多德三段论定义中的标准短语,由带定冠词不定式的与格(τῷ εἶναι)与宾格主语(ταῦτα)构成,作为表示原因或手段的与格,意为“由于这些[前提]存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:6.29-8.17