← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§76.11-78.18

种的描述性界说与从最高属到最狭种的序列

阿摩尼奥斯阐释了波菲利关于种的诸描述性界说(基于关系的粗略界说与完满界说),解释了为何种被赋予的是描述性界说而非定义,并依据波菲利的划分图式展示了从最高属到最狭种及个体的序列,论证后一条描述性界说仅适用于最狭种。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.34

" p. 4, 10 Εἶδός ἐστι τὸ ταττόμενον ὑπὸ τὸ γένος καὶ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται." Δύο ὑπογραφὰς ἀποδίδωσι τοῦ εἴδους, τῷ μὲν ὑποκειμένῳ τὰς αὐτὰς (ἀμφότεραι γὰρ κατὰ πλειόνων κατηγοροῦνται), τῇ σχέσει δὲ διαφόρους,1 ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασις τῷ μὲν ὑποκειμένῳ μία οὖσαι τῇ σχέσει διάφοροί εἰσιν· ἄνωθεν γὰρ ἀρχόμενοι κατάβασιν αὐτὴν λέγομεν, κάτωθεν δὲ ἀνάβασιν. ὡσαύτως καὶ ἐνταῦθα σχέσεις εἰσὶ δύο, τοῦ τε εἴδους πρὸς τὸ γένος, καθὸ ὑπ’ αὐτό ἐστι, καὶ τοῦ γένους πρὸς τὸ εἶδος, καθὸ περιεκτικὸν αὐτοῦ ἐστι. καὶ ἔοικεν ἡ σχέσις ἡ ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος καταβάσει, ἡ δ’ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος ἀναβάσει. καὶ αὗται μὲν ὁλοσχερέστεραι ὑπογραφαί· ἑξῆς δὲ μετὰ ταῦτα τὴν τελείαν ὑπογραφὴν ἀποδίδωσι τὴν ἀπὸ τῆς διαιρέσεως τῶν φωνῶν ληφθεῖσαν ὅτι εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Ἄξιον δὲ ζητῆσαι, δι’ ἣν αἰτίαν καὶ ἐπὶ τοῦ εἴδους ὑπογραφῇ ὁ Πορφύριος κέχρηται·2 οὐκέτι γὰρ χώραν ἔχει ἡ ῥηθεῖσα ἐπὶ τοῦ γένους αἰτία· ἔχει γὰρ τὸ εἶδος γένος. ῥητέον τοίνυν τὴν ἀκριβεστάτην καὶ κοινὴν αἰτίαν, ὅτι οἱ ὁρισμοὶ πραγμάτων εἰσὶν ὁρισμοὶ τὰς φύσεις αὐτῶν δηλοῦντες, τὰ δὲ γένη καὶ τὰ λοιπὰ οὐκ εἰσὶ πράγματα οὐδ’ ἀφωρισμένην φύσιν ἔχει, διὸ οὐδ’ ὑπὸ μίαν τινὰ ἀνάγεται τῶν κατηγοριῶν, ἀλλ’ ἐν πάσαις θεωρεῖται· καὶ γὰρ καὶ ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ ποσῷ καὶ ἐν τῷ ποιῷ καὶ ταῖς λοιπαῖς κατηγορίαις εἰσὶ καὶ γένη καὶ εἴδη καὶ διαφοραί. διὸ οὐκ εἰσὶ πράγματα ἀλλὰ σχέσεις πραγμάτων δηλωτικαί. ἐπεὶ οὖν οἱ ὁρισμοί, ὡς εἴρηται, πραγμάτων εἰσὶν ὁρισμοί, αὗται δὲ αἱ φωναὶ οὐκ εἰσὶ πράγματα, εἰκότως οὐδ’ ὁρισμοὺς αὐτῶν δυνατὸν ἀποδοῦναι.

“种是被排布在属之下者,也是属在‘是什么’中对其进行述说者。” 他给出了关于种的两个描述性界说,它们在底层基质上是相同的(因为二者都在多数事物上被述说),但在关系上是不同的,正如上行与下行在基质上是一、在关系上却不同一样;因为从上方开始我们称之为下行,从下方[开始]则称之为上行。同样地,在这里也有两种关系:一是种相对于属的关系,就其在属之下而言;二是属相对于种的关系,就其包容种而言。从属到种的关系类似于下行,而从种到属的关系类似于上行。这些是较为粗略的描述性界说;但在这些之后,他紧接着给出了取自诸名言之划分的完满描述性界说,即:种是在“是什么”中述说于在数目上有区别的多数事物者。值得探究的是,波菲利究竟出于何种原因在种上同样使用了描述性界说;因为在属上所说的那条理由已不再适用了,因为种是拥有属的。因此必须陈述最为精确且共通的理由:定义是关于事物的定义,用以显明它们的天性,而属及其余各项并不是事物,也不具有受限定的天性,因此它们不能被归入范畴中的任何单独一个,而是在所有范畴中都被考量;因为无论是在实体中、在数量中、在性质中还是在其余诸范畴中,都有属、种和种差。因此它们并不是事物,而是显明事物之关系的。因此,正如已经说过的,既然定义是事物的定义,而这些名言并不是事物,理所当然地也就不可能给出它们的定义。

§2.35

" p. 4, 11 Εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ." Ἑτέραν ὑπογραφὴν ἀποδίδωσι τοῦ εἴδους, ὁμοίαν τῇ προλεχθείσῃ τῇ ἀπὸ τοῦ γένους ἀποδοθείσῃ.

“p. 4, 11 种是[述说]于在数目上有区别的多数事物者。” 他给出了关于种的另一个描述性界说,与先前从属的角度所给出的界说相似。

§2.36

" p. 4, 12 Ἀλλ’ αὕτη μὲν ἡ ἀπόδοσις τοῦ εἰδικωτάτου ἂν εἴη καὶ ὃ ἔστι μόνον εἶδος, αἱ δ’ ἄλλαι εἶεν ἂν καὶ τῶν μὴ εἰδικωτάτων." Αὕτη ἡ ὑστέρα, φησίν, ἀποδοθεῖσα τοῦ εἴδους ὑπογραφὴ οὐ παντὶ ἐφαρμόζει ἀλλὰ μόνοις τοῖς εἰδικωτάτοις. ἵνα δὲ μάθωμεν τίνα ἐστὶ τὰ εἰδικώτατα εἴδη, κέχρηται διαιρέσει τοιαύτῃ· τῆς οὐσίας τὸ μέν ἐστι σῶμα τὸ δὲ ἀσώματον, καὶ τοῦ σώματος τὸ μέν ἐστιν ἔμψυχον τὸ δὲ ἄψυχον, καὶ τοῦ ἐμψύχου τὸ μὲν ζῷον τὸ δὲ φυτὸν τὸ δὲ ζωόφυτον (τὸ μὲν γὰρ φυτὸν τὰς τρεῖς ἔχει δυνάμεις μόνας, τὴν θρεπτικὴν τὴν αὐξητικὴν καὶ τὴν γεννητικήν, τὸ δὲ ζῷον πρὸς ταύταις ἔχει καὶ τὴν αἰσθητικὴν δύναμιν καὶ τὴν μεταβατικὴν τὴν ἀπὸ τόπου εἰς τόπον· τὸ οὖν ζωόφυτον μέσον ἐστὶν ἀμφοτέρων, ἔχει γὰρ πρὸς ταῖς τρισὶ δυνάμεσι καὶ τὴν ἁπτικὴν αἴσθησιν, οὐκέτι μέντοι ἀπὸ τόπου ἐπὶ τόπον ἀμείβει, οἷά ἐστι τὰ ὄστρεα καὶ οἱ σπόγγοι· προσπεφύκασι μὲν γὰρ ταῖς πέτραις, προσιόντος δέ τινος ἀντιτύπου μὲν συστέλλονται, ἡδέος δὲ διαχέονται),3 πάλιν δὲ τοῦ ζῴου τὸ μέν ἐστι λογικὸν τὸ δὲ ἄλογον, καὶ τοῦ λογικοῦ τὸ μὲν θεὸς τὸ δὲ ἄνθρωπος, πάλιν δὲ τοῦ ἀνθρώπου τὸ μὲν Σωκράτης τὸ δὲ Πλάτων καὶ οἱ κατὰ μέρος· ἀλλ’ οὐδεὶς τοῖς φιλοσόφοις λόγος τούτων, καθὰ πολλάκις εἴρηται. ἐν ταύτῃ οὖν τῇ διαιρέσει πρῶτόν ἐστιν ἡ οὐσία, ὕστερον δὲ ὁ ἄνθρωπος, τὰ δὲ καλούμενα ὑπάλληλα μέσα, ἃ καὶ γένη καὶ εἴδη πρὸς ἄλλο καὶ ἄλλο. λέγεται δὲ ἡ μὲν οὐσία γένος γενικώτατον, ὁ δὲ ἄνθρωπος εἶδος εἰδικώτατον, τὰ δὲ λοιπὰ καὶ γένη καὶ εἴδη πρὸς ἄλλο καὶ ἄλλο λαμβανόμενα· τὸ γὰρ σῶμα εἶδος μέν ἐστι τῆς οὐσίας γένος δὲ τοῦ ἐμψύχου, καὶ τὸ ἔμψυχον εἶδος μὲν τοῦ σώματος γένος δὲ τοῦ ζῴου, καὶ τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου γένος δὲ τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος εἶδος μὲν τοῦ ζῴου, οὐκέτι δὲ καὶ γένος· κατηγορεῖται γὰρ οὐ διαφερόντων τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ, οἷον Σωκράτους Ἀλκιβιάδου· οὐκ ἔστιν οὖν γένος, ἀλλ’ οὐδὲ ἄτομον, ἐπειδὴ τῶν κατὰ μέρος ἀτόμων ἐστὶ περιεκτικόν· λείπεται ἄρα τὸν ἄνθρωπον εἶδος εἰδικώτατον εἶναι. φησὶν οὖν ὅτι ἡ τοῦ εἴδους ἀποδοθεῖσα ὑπογραφὴ ὑστέρα οὐ παντὶ εἴδει ἐφαρμόζει· οὐ γὰρ δὴ καὶ τῷ ζῴῳ καὶ τῷ ἐμψύχῳ, ἀλλὰ μόνοις τοῖς εἰδικωτάτοις εἴδεσιν, οἷον ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνί, ἃ μόνως ἐστὶν εἴδη.

“p. 4, 12 但这一界说应当属于最狭种且仅仅是种者,而其他界说也可属于非最狭种者。” 他说,后来给出的这个关于种的描述性界说并不适用于每一个种,而仅仅适用于最狭种。为了让我们明白什么是诸最狭种,他使用了如下的划分:在实体中,一部分是物体,另一部分是非物体;在物体中,一部分是有灵魂的,另一部分是无灵魂的;在有灵魂者中,一部分是动物,一部分是植物,一部分是植虫(因为植物仅仅具有三种能力:滋养能力、生长能力与繁衍能力;而动物除这些之外还具有感觉能力与从一处到另一处的位移能力;因此植虫是二者的居间者,因为它除这三种能力之外还具有触觉,但不再从一处变动到另一处,如牡蛎和海绵;因为它们固着在岩石上,当有坚硬之物接近时它们就收缩,当有适意之物[接近]时它们就舒展);再者,在动物中,一部分是有理性的,另一部分是无理性的;在有理性者中,一部分是神,另一部分是人;再者,在人中,一部分是苏格拉底,另一部分是柏拉图,即诸个别者;但正如经常说过的,哲学家们对这些并不予以理会。因此在这一划分中,第一位的是实体,最后的是人,而被称为相继从属者是居间的,它们相对于不同事物既是属又是种。实体被称为最高属,人被称为最狭种,而其余者相对于不同事物被考量时既是属又是种;因为物体是实体的种,却是有灵魂者的属;有灵魂者是物体的种,却是动物的属;动物是有灵魂者的种,却是人的属;而人是动物的种,却不再也是属;因为人所述说的并不是在种上有区别的事物,而是在数目上有区别的事物,如苏格拉底与阿尔喀比亚德;因此它不是属,但也不是不可分者,因为它包容了个别的不可分者;所以剩下的结论就是人是最狭种。因此他说,后来给出的种的描述性界说并不适用于每一个种;因为这绝不适用于动物和有灵魂者,而仅仅适用于像人、马、狗这样仅仅是种的最狭种。

语法注3 条
  1. 2.34τῷ μὲν ὑποκειμένῳ τὰς αὐτάς ... τῇ σχέσει δὲ διαφόρους

    τῷ ὑποκειμένῳ 与 τῇ σχέσει 均为表示限制或视角的与格,分别修饰 τὰς αὐτάς 与 διαφόρους,说明这两个描述性界说(ὑπογραφάς,阴性宾格复数)在何种意义上相同、在何种意义上不同。后文比喻中的分词 οὖσαι 为阴性主格复数,与复合主语 ἡ ἀνάβασις καὶ ἡ κατάβασις 一致。

  2. 2.34Ἄξιον δὲ ζητῆσαι, δι’ ἣν αἰτίαν καὶ ἐπὶ τοῦ εἴδους ὑπογραφῇ ὁ Πορφύριος κέχρηται

    δι’ ἣν αἰτίαν 引导间接疑问句,作不定式 ζητῆσαι(受非人称形容词 ἄξιον [ἐστί] 支配)的宾语。关系代词 ἥν 直接修饰名词 αἰτίαν,起到疑问形容词的作用。

  3. 2.36προσιόντος δέ τινος ἀντιτύπου μὲν συστέλλονται, ἡδέος δὲ διαχέονται

    προσιόντος δέ τινος 构成独立属格结构,中性实体化形容词 ἀντιτύπου 与 ἡδέος 以平行对比的方式修饰 τινος(“当某种坚硬之物接近时它们收缩,而当某种适意之物[接近]时它们舒展”)。在后半句 διαχέονται 中承前省略了共通的条件 προσιόντος τινος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:76.11-78.18