← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§74.4-76.10

属与种的相互定义及对循环论证指责的辩护

阿摩尼奥斯讨论了波菲利通过相互使用属与种进行定义是否构成循环论证的疑难,解释了循环论证在逻辑上声名狼藉的原因,并阐明了波菲利本人的先发制人辩护:属与种属于相对关系概念,二者同时共存且无法脱离彼此而被思及与认识,因此相互提及完全是必然且合理的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.33

" p. 4, 4 〈Εἰ δὲ καὶ τὸ γένος ἀποδιδόντες〉." Εἰ δὲ 〈φησὶ〉 καὶ τὸ γένος ἀποδιδόντες τοῦ εἴδους ἐμεμνήμεθα εἰπόντες τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον καὶ τὸ εἶδος ὁριζόμενοι πάλιν γένους ἐμεμνήμεθα φάσκοντες εἶδός ἐστι τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, μηδεὶς μέμφοιτο. κατὰ ἀλήθειαν γὰρ ταῦτα λέγων ὁ Πορφύριος νομίζεται τῇ διαλλήλῳ δείξει κεχρῆσθαι. ἡ δὲ διάλληλος δεῖξις διαβέβληται παρὰ τοῖς φιλοσόφοις ὡς τὰ αὐτὰ καὶ πρῶτα ποιοῦσα καὶ δεύτερα καὶ ἀμείβουσα τὴν τάξιν τῶν προτάσεων καὶ τῶν συμπερασμάτων· ποιεῖ γὰρ τὸ μὲν δεύτερον πρῶτον καὶ τὸ πρῶτον δεύτερον, καὶ τὰ αὐτὰ τῶν αὐτῶν σαφέστερά τε ποιεῖ καὶ ἀσαφέστερα. οἷον ἐὰν εἴπῃ μοί τις, ὅτι ἡ ψυχὴ ἀθάνατος, λέγω ὅτι ναί· πῶς; ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. ἐὰν δὲ εἴπῃ μοι, πόθεν δῆλον ὅτι αὐτοκίνητος ἡ ψυχή; εἶτα τοῦτο δεῖξαι βουλόμενος εἴπω, ὅτι ἡ ψυχὴ ἀθάνατος, τὸ ἀθάνατον ἀεικίνητον, τὸ ἀεικίνητον αὐτοκίνητον, ἡ ψυχὴ ἄρα αὐτοκίνητος· ἡ τοιαύτη διάλληλος λέγεται δεῖξις. βουλόμενος γὰρ δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος ἔλαβον τὸ αὐτοκίνητον πρῶτον, συνεπέρανα δὲ τὸ ἀθάνατον, βουλόμενος δὲ πάλιν δεῖξαι ὅτι ἡ ψυχὴ αὐτοκίνητος ἔλαβον πρῶτον τὸ ὕστερον λεχθὲν τὸ ἀθάνατον καὶ συνεπέρανα ὅτι αὐτοκίνητος, τὸ πρῶτον ὕστερον ποιήσας. ὥστε διάλληλος δεῖξίς ἐστιν ἡ τὰς προτάσεις συμπεράσματα ποιοῦσα καὶ πάλιν τὰ συμπεράσματα προτάσεις, ὅθεν καὶ διαβέβληται· πᾶσα γὰρ ἀπόδειξις τὰς μὲν προτάσεις σαφεῖς καὶ ὁμολογουμένας λαμβάνει, τὸ δὲ συμπέρασμα ἀσαφὲς ὂν σαφηνίζει καὶ φανερὸν ποιεῖ διὰ τῶν προτάσεων· εἰκότως οὖν διαβολῆς ἀξία ἡ τὴν τάξιν τούτων ἀντιστρέφουσα καὶ τὸ μὲν συμπέρασμα, ὅπερ πρότερον ὡς ἀσαφὲς ἐλαμβάνετο, σαφὲς ποιοῦσα τῷ ἐν τάξει προτάσεως παραλαμβάνειν, τὴν δὲ πρότασιν, ἣν ὡς ὁμολογουμένην πρὶν ἐλαμβάνομεν, νῦν ἄδηλον συμπέρασμα ποιοῦσα. πάλιν ἂν βουληθέντες δεῖξαι, ὅτι ἥδε ἡ γυνὴ γάλα ἔχει, εἴπωμεν ὅτι ἥδε ἡ γυνὴ τέτοκεν, ἡ δὲ τετοκυῖα γάλα ἔχει, ἥδε ἄρα ἡ γυνὴ γάλα ἔχει· βουληθέντες δὲ αὐτὸ τοῦτο δεῖξαι πάλιν ὅτι τέτοκεν εἴπωμεν, ἥδε ἡ γυνὴ γάλα ἔχει, ἡ δὲ γάλα ἔχουσα τέτοκεν, ἥδε ἄρα ἡ γυνὴ τέτοκεν· ἐνταῦθα δὲ πάλιν τὰ αὐτὰ τῶν αὐτῶν καὶ πρότερα ἐλάβομεν καὶ ὕστερα καὶ σαφέστερα καὶ ἀσαφέστερα· πρότερον μὲν γὰρ ἐλαμβάνομεν σαφὲς μὲν καὶ πρότερον τὸ τετοκέναι, ἀσαφὲς δὲ καὶ ὕστερον τὸ γάλα ἔχειν, ὕστερον δὲ ἐλάβομεν σαφὲς μὲν καὶ πρότερον τὸ γάλα ἔχειν, ἀσαφὲς δὲ καὶ ὕστερον τὸ τετοκέναι. ὥστε ἐν τῇ τοιαύτῃ δείξει τῶν αὐτῶν τὰ αὐτὰ καὶ πρότερα λαμβάνεται καὶ ὕστερα καὶ σαφέστερα καὶ ἀσαφέστερα. πᾶσα γὰρ δεῖξις ἢ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς δείκνυσιν ἢ ἐκ τοῦ ἀσαφοῦς τὸ σαφὲς ἢ ἐκ τοῦ ἀσαφοῦς τὸ ἀσαφὲς ἢ ἐκ τοῦ σαφοῦς τὸ σαφές. καὶ δῆλον ὅτι μόνη ἐστὶ κυρίως δεῖξις ἡ ἐκ τοῦ σαφοῦς δεικνύουσα τὸ ἀσαφές. αἱ οὖν ἄλλαι τρεῖς ψεκταὶ καὶ οὐδ’ ὅλως δείξεις ἂν εἶεν· οὐ γὰρ οἷόν τε τὸ σαφὲς ἐκ τοῦ ἀσαφοῦς δεικνύειν, οὐδὲ τὸ σαφὲς ἐκ τοῦ σαφοῦς· οὐδὲ γὰρ τὸ σαφὲς δείξεως δεῖται, ἵνα ἐξ ἄλλου σαφοῦς δηλωθῇ. πολλῷ οὖν ἀτοπώτερον τὸ ἐκ τῶν ἀσαφῶν τὰ ἀσαφῆ δείκνυσθαι λέγειν. μία οὖν μόνη ἐστὶ κυρίως δεῖξις ἡ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς δεικνύουσα. εἰκότως ἄρα ἡ διάλληλος διαβέβληται δεῖξις τὰ σαφῆ καὶ πρῶτα ἀσαφῆ ποιοῦσα καὶ ὕστερα καὶ ἔμπαλιν τὰ ἀσαφῆ καὶ ὕστερα σαφῆ καὶ πρῶτα ποιοῦσα. ἐπεὶ οὖν ὁ φιλόσοφος Πορφύριος ᾔσθετο ἑαυτοῦ τῇ διαλλήλῳ δείξει κεχρημένου1 (ἔν τε γὰρ τῇ τοῦ γένους διδασκαλίᾳ παρέλαβε τὸ εἶδος καὶ ἔμπαλιν ἐν τῇ τοῦ εἴδους τὸ γένος, ὅπερ ἄν τις ἴσως ἐμέμψατο), αὐτὸς φθάσας ἀπελογήσατο· ἔφησε γὰρ ὅτι τὸ γένος εἴδους ἐστὶ γένος καὶ τὸ εἶδος γένους ἐστὶν εἶδος· ἀνάγκη τοίνυν διδάσκοντα περὶ γένους μνημονεῦσαι καὶ τοῦ εἴδους, καὶ περὶ εἴδους λέγοντα μνησθῆναι καὶ τοῦ γένους· τὰ γὰρ πρός τι καὶ ἅμα συνυφίσταται καὶ ἅμα νοεῖται· τὸ γὰρ γένος τινός ἐστι γένος, τοῦτ’ ἔστιν εἴδους, καὶ τὸ εἶδος τινός ἐστιν εἶδος, τοῦτ’ ἔστι γένους, καὶ ἀδύνατον τούτων θάτερον χωρὶς θατέρου γνῶναι. ὥστε ἀνάγκη πᾶσα τὸν περὶ θατέρου τούτων διδασκαλίαν ποιούμενον καὶ τοῦ λοιποῦ μνησθῆναι· ὁ γὰρ τὸ ἕτερον τῶν πρός τι ἀγνοῶν οὐδὲ τὸ λοιπὸν εἴσεται.2

“〈但如果在界说属的时候也是〉”他说:如果在界说属的时候,我们也提到了种,称其为在“是什么”中述说于在种上有区别的多者,并且在定义种的时候,我们又提到了属,断言种是在所给定的属之下者,请任何人都不要责难。因为在事实上,波菲利在这样说时,被认为使用了循环论证。而循环论证在哲学家们看来是声名狼藉的,因为它把相同的事物既作为在先的又作为在后的,颠倒了前提与结论的秩序;因为它把在后的作为在先的,把在先的作为在后的,把相同的事物相对于相同的事物既作为更明了的又作为更晦暗的。例如,如果有人对我说“灵魂是不朽的吗?”,我说“是的”;“为什么呢?”“因为灵魂是自身运动的,自身运动的是恒常运动的,恒常运动的是不朽的,因此灵魂是不朽的”。但如果他对我说:“从何得知灵魂是自身运动的呢?”,接着我为了表明这一点而说“灵魂是不朽的,不朽的是恒常运动的,恒常运动的是自身运动的,因此灵魂是自身运动的”:这样的论述就被称为循环论证。因为为了表明灵魂是不朽的,我首先取了自身运动,并得出了不朽的结论;但为了再次表明灵魂是自身运动的,我首先取了后来所说的不朽,并得出了自身运动的结论,把在先的变为了在后的。所以循环论证是把前提作为结论、又把结论作为前提的论证,这也是它声名狼藉的原因;因为一切证明都是把明了且公认的事物作为前提,并在结论晦暗不明时通过前提使之明晰而显著;因此,理所当然地,那种颠倒这些秩序、把先前作为晦暗不明而取得的结论通过将其置于前提的地位而变作明了的,并且把先前作为公认而取得的前提现在变作不明的结论的论证,是应受指责的。再者,如果我们为了表明这个妇人有乳汁而说“这个妇人生育了,生育者有乳汁,因此这个妇人有乳汁”;随后为了再次表明她生育了这一事实本身而说“这个妇人有乳汁,有乳汁者生育了,因此这个妇人生育了”;在这里我们又把相同的事物相对于相同的事物既作为在先的又作为在后的,既作为更明了的又作为更晦暗的;因为先前我们把生育了作为明了而在先的,把有乳汁作为晦暗而在后的,后来我们却把有乳汁作为明了而在先的,把生育了作为晦暗而在后的。所以在这样的论证中,相同的事物相对于相同的事物既被取为在先的又被取为在后的,既被取为更明了的又被取为更晦暗的。因为一切证明,要么是从明了的显示晦暗的,要么是从晦暗的显示明了的,要么是从晦暗的显示晦暗的,要么是从明了的显示明了的。显而易见,唯有从明了的显示晦暗的证明才是严格意义上的证明。因此其余三种是应受斥责的,甚至根本就不是证明;因为从晦暗的显示明了的是不可能的,从明了的显示明了的也是不可能的;因为明了的事物并不需要证明以便从另一个明了的事物中被阐明。那么,说从晦暗的事物中显示晦暗的事物,就更是荒谬得多了。因此,唯有从明了的显示晦暗的证明才是唯一严格意义上的证明。理所当然地,循环论证把明了而在先的事物变作晦暗而在后的,反过来又把晦暗而在后的事物变作明了而在先的,从而声名狼藉。因此,哲学家波菲利既然察觉到自己使用了循环论证(因为他在讲授属时引入了种,反过来在讲授种时又引入了属,这或许会招致某人的责难),便亲自先发制人地作出了辩护;因为他说属是种的属,种是属的种;所以在讲授关于属的内容时必然也要提及种,在谈论种时也必然要提及属;因为关系事物既同时共存,又同时被思及;因为属是某物的属,即种的属,种也是某物的种,即属的种,离开一者认识另一者是不可能的。因此,对这二者之一进行讲授的人完全必然也要提及剩下的一者;因为不知道关系事物中之一者的人,也绝不会知道剩下的一者。

语法注2 条
  1. 2.33ᾔσθετο ἑαυτοῦ τῇ διαλλήλῳ δείξει κεχρημένου

    感知动词 ᾔσθετο(αἰσθάνομαι 的不定过去时)支配属格反身代词 ἑαυτοῦ 和属格完成时分词 κεχρημένου,意为“察觉到自己使用了循环论证”,表达对自身行文程序的反思与自觉。

  2. 2.33ὁ γὰρ τὸ ἕτερον τῶν πρός τι ἀγνοῶν οὐδὲ τὸ λοιπὸν εἴσεται

    带冠词的分词短语 ὁ ... ἀγνοῶν 作主句的主语,其谓语动词为 εἴσεται(οἶδα 的将来时)。οὐδέ 起强调否定作用(“也不”/“甚至不”),简洁地表达出不认识相对关系项中一者的人绝不可能认识另一者的必然推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:74.4-76.10