- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:71.18-74.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯讨论了关于“图形”能否作为具有先后关系的图形(如三角形与四边形)的真正属的质疑,并通过论证可分割性并不意味着本性上的先后关系或构成元素,从而维护了波菲利举例的正当性。
" p. 4,2 Λέγεται δὲ εἶδος καὶ τὸ ταττόμενον ὑπὸ τὸ ἀποδοθὲν γένος, καθ’ ὃ εἰώθαμεν λέγειν τὸν μὲν ἄνθρωπον εἶδος τοῦ ζῴου γένους ὄντος τοῦ ζῴου, τὸ δὲ λευκὸν τοῦ χρώματος εἶδος, τὸ δὲ τρίγωνον τοῦ σχήματος εἶδος." Εἰρηκὼς τὰ σημαινόμενα τοῦ εἴδους καὶ περὶ οὗ πρόκειται αὐτῷ λέγειν, νῦν παραδείγματι τὸ προκείμενον τοῦ εἴδους σημαινόμενον διδάσκει, πῶς ὑπὸ τὸ γένος ἀνάγεται τὸ εἶδος. λαμβάνει γὰρ τὸ τρίγωνον καὶ τὸ σχῆμα, τὸ μὲν σχῆμα ὡς γένος τὸ δὲ τρίγωνον ὡς εἶδος. ἐπιλαμβάνονται δέ τινες αὐτοῦ ὡς μὴ κυρίως εἰρηκότος τὸ σχῆμα τοῦ τριγώνου γένος ἢ τὸ τρίγωνον τοῦ σχήματος εἶδος. ἐν οἷς γὰρ πρῶτόν τι καὶ δεύτερόν φασι, τούτων τὸ κοινῶς κατηγορούμενον γένος οὐκ ἔστι· τὸ δὲ τρίγωνον τοῦ τετραγώνου πρῶτον· τὸ μὲν γὰρ ἐκ τριῶν ἐστι γραμμῶν τὸ δὲ ἐκ τεττάρων, τὰ δὲ τρία τῶν τεσσάρων πρῶτα. καὶ ἄλλως· πᾶν τετράγωνον εἰς δύο τρίγωνα ὀρθογώνια διαιρεῖται (ἡ γὰρ τοῦ ᾱ β̄ γ̄ δ̄ τετραγώνου ἐπίζευξις τῇ ᾱ γ̄ διαμέτρῳ διαιρεθήσεται εἰς δύο τρίγωνα ὀρθογώνια τό τε ᾱ β̄ γ̄ καὶ τὸ ᾱ δ̄ γ̄)· ὥστε ἀναιρουμένου τοῦ τετραγώνου οὐκ ἀναιρεῖται τὸ τρίγωνον, τριγώνου δὲ ἀναιρεθέντος ἀδύνατον εἶναι τετράγωνον· ὥστε πρῶτον τῇ φύσει τὸ τρίγωνον τοῦ τετραγώνου. τῷ αὐτῷ δὲ τρόπῳ καὶ τῶν λοιπῶν πάντων εὐθυγράμμων σχημάτων πρῶτον δειχθήσεται, πενταγώνου φημὶ καὶ ἑξαγώνου καὶ τῶν λοιπῶν· ἕκαστον γὰρ τούτων εἰς τρίγωνα διαιρεῖται. εἰ οὖν τὸ μὲν τρίγωνον πρῶτον, τὸ δὲ τετράγωνον καὶ τὰ λοιπὰ δεύτερα, τὸ ἄρα κατὰ τούτων κοινῶς κατηγορούμενον, λέγω δὴ τὸ σχῆμα, οὐκ ἔστιν αὐτῶν1 γένος, οὔκουν οὐδὲ ταῦτα ἐκείνου εἴδη. λείπεται τοίνυν μὴ κυρίως εἰρηκέναι τὸν Πορφύριον τὸ τρίγωνον τοῦ σχήματος εἶδος. πρὸς τοῦτο πάντες ἠπόρησαν ἀπολογίας οἱ ἐξηγηταὶ καί φασιν αὐτὸν ὑποδείγματος χάριν καταχρηστικώτερον γένος καλέσαι τοῦ τριγώνου τὸ σχῆμα. ἐπιλυόμενοι δὲ ἡμεῖς τὴν ἀπορίαν φαμὲν ὅτι εἰ μὲν στοιχεῖα ἦν τῷ ὄντι τοῦ τετραγώνου τὰ τρίγωνα, ὡς μὴ ἄλλως τετράγωνον ἐνδέχεσθαι γενέσθαι, εἰ μὴ ἐκ τριγώνων σύγκειται, ὡς καὶ ἐν Τιμαίῳ διδάσκει λέγων ὁ Πλάτων πάντα τὰ εὐθύγραμμα σχήματα ὡς εἰς στοιχεῖα ἁπλούστατα ἀναλύων τὰ τρίγωνα, ἀληθὲς ἂν ἦν τὸ λεγόμενον καὶ πρῶτον ὑπῆρχε τῶν σχημάτων τὸ τρίγωνον καὶ οὐκ ἂν ἦν τὸ σχῆμα γένος αὐτῶν, εἴπερ ἀληθὲς ὅτι ἐν οἷς τὸ πρῶτον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. νῦν δὲ οὐδεμία ἐστὶν ἀνάγκη, ἵνα γένηται τετράγωνον, προϋποκεῖσθαι τρίγωνα, εἶτα τῇ συνθέσει τούτων τὸ τετράγωνον γίνεσθαι· οὐδὲν γὰρ κωλύει καὶ τριγώνου μὴ ὄντος τέσσαρας εὐθείας ἐπιζεύξαντας ποιῆσαι τετράγωνον. ὥστε οὐκ ἀληθὲς τὸ ἀναιρουμένου τοῦ τριγώνου συναναιρεῖσθαι καὶ τὸ τετράγωνον. εἰ δὲ ὅτι τὴν διάμετρον ἐπιζευγνύντες διαιροῦμεν τὸ τετράγωνον εἰς δύο τρίγωνα, διὰ τοῦτό φασι πρῶτον εἶναι καὶ οἷον στοιχεῖον ἢ μέρος τοῦ τετραγώνου τὸ τρίγωνον, ἐπειδὴ ἐνδέχεται τὸ αὐτὸ τετράγωνον καὶ εἰς δύο ἑτερομήκη διελεῖν τὰς ἀντικειμένας πλευρὰς δίχα διαιροῦντας καὶ ἐπιζευγνύντας οἷον ἀπὸ τοῦ ᾱ̄ ἐπὶ τὸ ζ̄ καὶ ποιῆσαι δύο ἑτερομήκη χωρία τὸ γ̄ καὶ τὸ δ̄, λέγεται ὡσανεὶ καὶ τὰ ἑτερομήκη πρῶτα εἶναι τοῦ τετραγώνου. οὕτω δὲ καὶ τὸ ἐναντίον τὸ τετράγωνον πρῶτόν ἐστι τοῦ ἑτερομήκους, εἰ ἑτερόμηκες τὸ τὴν μίαν ἔχον πλευρὰν διπλασίονα τῆς ἑτέρας διέλωμεν δίχα εἰς δύο τετράγωνα. ἀλλὰ δὴ καὶ εἰ ἐπὶ τοῦ κύκλου τὴν διάμετρόν τις ἀγάγοι, διαιρήσει τὸν κύκλον εἰς δύο ἡμικύκλια τό τε ᾱ καὶ τὸ β̄, καὶ δῆλον ὅτι ἕκαστον τῶν ἡμικυκλίων σχῆμά ἐστιν ἐκ περιφερείας τῆς τοῦ ἡμικυκλίου γραμμῆς καὶ εὐθείας τῆς διαμέτρου συγκείμενον. ὥστε συμβήσεται τὸ ἁπλοῦν σχῆμα τὸν κύκλον ἐκ μικτῶν ἡμικυκλίων συγκεῖσθαι, καὶ τοῦ ἁπλοῦ, λέγω τοῦ κύκλου, πρῶτον ἔσται φύσει τὸ μικτόν. ὥσπερ οὖν ἐπὶ τούτων ἡ ἐπίνοια ἡ ἡμετέρα τὴν τοιαύτην ποιεῖται διαίρεσιν καὶ οὐχὶ διὰ τοῦτο ἀνάγκη2 τοῦ τετραγώνου πρῶτα εἶναι τῇ φύσει τὰ ἑτερομήκη, ἐπειδὴ καὶ τὰ ἑτερομήκη ἐνδέχεται διελεῖν εἰς δύο τετράγωνα, εἴπερ ἡ ἑτέρα τῶν πλευρῶν διπλασίων ᾖ τῆς ἑτέρας, εἰ γοῦν πάλιν τοῦ κύκλου τὰ μικτὰ σχήματα ἐξ εὐθειῶν καὶ περιφερειῶν συγκείμενα 〈μὴ〉 πρῶτά ἐστιν, οὕτως οὐδὲ τὸ τετράγωνον εἰ ἐνδέχεται τῇ διαμέτρῳ εἰς δύο τρίγωνα διελεῖν, ἤδη διὰ τοῦτο καὶ ἐκ τριγώνων αὐτὸ συγκεῖσθαι ἀνάγκη καὶ πρῶτα αὐτοῦ εἶναι φύσει τὰ τρίγωνα. καλῶς ἄρα ὁ Πορφύριος γένος εἶπεν εἶναι τοῦ τριγώνου τὸ σχῆμα.
“被排布在所给定的属之下者也被称为种,依循此点我们习惯于说,在动物是属时人是动物的种,白是色的种,三角形是图形的种。” 在讲明了种的诸含义以及他意图讨论的含义之后,他现在通过实例讲授关于种的意图讨论的含义,即种是如何被归入属之下的。因为他选取了三角形和图形,将图形作为属,将三角形作为种。但有些人批评他,认为他没有严格地说图形是三角形的属,或者三角形是图形的种。因为他们主张,在具有在先者与在后者诸事物中,共同述说于它们者不是属;而三角形在四边形之先;因为一者由三条线构成,而另一者由四条线构成,三在四之先。又依据另一论据:每一个四边形都被分割为两个直角三角形(因为通过对角线 ᾱ γ̄ 将四边形 ᾱ β̄ γ̄ δ̄ 连接起来,将被分割为两个直角三角形 ᾱ β̄ γ̄ 和 ᾱ δ̄ γ̄);从而四边形被取消时三角形并不被取消,而三角形被取消时四边形则不可能存在;因此按本性而言三角形在四边形之先。并且以同样的方式,它将被表明也在所有其余的直线图形之先,我指的是五边形、六边形及其余图形;因为这些图形的每一个都被分割为三角形。那么,如果三角形是在先的,而四边形及其余图形是在后的,那么共同述说于它们的,我指的是图形,便不是它们的属,因此这些也不是它的种。于是结论剩下的是,波菲利并非严格地说三角形是图形的种。面对这一点,所有的注释家都无从辩护,并称他是为了举例的缘故才较为转借地称图形为三角形的属。然而我们解决这一疑难并说道:如果三角形确实是四边形的元素,以至于四边形若非由三角形合成便不可能以其他方式产生,正如柏拉图在《蒂迈欧篇》中所讲授的那样,将所有直线图形分解为作为最单纯元素的三角形,那么所说的话本该是真的,三角形也本该是在诸图形中在先的,而图形也本不会是它们的属——如果具有在先者与在后者诸事物中共同述说于它们者不是属这一点确实是真的话。但现在,为了产生四边形,根本没有任何必然性要求三角形预先作为载体存在,然后通过它们的组合而产生四边形;因为即使三角形不存在,也丝毫不能阻止通过连接四条直线来作成一个四边形。所以,三角形被取消时四边形也随之被取消,这并不是真的。另一方面,如果因为我们连接对角线把四边形分割为两个三角形,他们便因此主张三角形是在先的,且如同四边形的元素或部分,那么既然同样可以将同一个四边形分割为两个长方形——通过将对边平分并加以连接,例如从 ᾱ̄ 到 ζ̄,并作成两个长方形区域 γ̄ 和 δ̄——那么这就仿佛在说长方形也在四边形之先了。而以这种方式相反的结论同样成立,即四边形在长方形之先,如果我们把一条边是另一条边二倍的长方形平分为两个正方形的话。而且确实,如果有人在圆上画出直径,他将把圆分割为两个半圆 ᾱ 和 β̄,而显而易见的是,半圆中的每一个都是由半圆的圆弧线与直径的直线组合而成的图形。从而其结果将是单纯的图形即圆是由混合的半圆组合而成的,并且按本性而言混合的将先于单纯的,我指的是圆。因此,正如同在这些事例中,我们的思维做出了这样的分割,并不因此有必然性使长方形按本性在四边形之先(既然只要一条边是另一条边的二倍,长方形也可以被分割为两个四边形),并且如果由直线和圆弧组合而成的混合图形并不在圆之先,那么同样,即使四边形能够通过对角线被分割为两个三角形,也绝不因此必然是由三角形合成的,且三角形也绝不按本性在它之先。因此,波菲利说图形是三角形的属,是完全正确的。
- 2.32εἰ μὲν στοιχεῖα ἦν τῷ ὄντι τοῦ τετραγώνου τὰ τρίγωνα ... ἀληθὲς ἂν ἦν τὸ λεγόμενον καὶ πρῶτον ὑπῆρχε τῶν σχημάτων τὸ τρίγωνον καὶ οὐκ ἂν ἦν τὸ σχῆμα γένος αὐτῶν
这是一个使用未完成过去时直陈式加 ἄν 的与过去/现在事实相反的虚拟条件句。条件从句(εἰ μὲν στοιχεῖα ἦν...)对应的主句中,ἀληθὲς ἂν ἦν 与 οὐκ ἂν ἦν 处于并列结构,中间夹带了未加 ἄν 的 πρῶτον ὑπῆρχε。此处的 ὑπῆρχε 同样在 ἄν 的统摄下作为反事实结论来理解。
- 2.32ὥσπερ οὖν ἐπὶ τούτων ἡ ἐπίνοια ἡ ἡμετέρα τὴν τοιαύτην ποιεῖται διαίρεσιν ... οὕτως οὐδὲ τὸ τετράγωνον εἰ ἐνδέχεται τῇ διαμέτρῳ εἰς δύο τρίγωνα διελεῖν, ἤδη διὰ τοῦτο καὶ ἐκ τριγώνων αὐτὸ συγκεῖσθαι ἀνάγκη
由 ὥσπερ... οὕτως...(正如……同样……)构成的长篇类比照应句式。前半部分总结了长方形和圆的几何分割仅出于我们的思维(ἐπίνοια)而不产生本性上的先后关系的事例;后半部分则通过 οὕτως οὐδὲ... 引出结论:四边形能被分割为三角形同样不意味着三角形具有本性上的先后性。
