- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:69.13-71.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯解释了波菲利出于教学法考量先于种差讨论种(形式)的原因,并辨析了外形这一日常含义与逻辑学专业含义之间的同名异义。此外,他通过从实体到人(最特异的种)的层级划分,阐明种的两种描述性定义在底层承载物上相同而仅在关系上有别。
" p. 3, 22 Τὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς." Πεπλήρωται ὁ περὶ τοῦ γένους λόγος. δευτέραν οὖν τάξιν ἔχουσιν ἐν τούτοις αἱ διαφοραί· ἀλλ’ ἐπειδήπερ τὸ γένος καὶ τὸ εἶδος πρός τι καὶ ἅμα ὑφίσταται καὶ ἅμα νοεῖται, διὰ τοῦτο τὸ εἶδος τῆς διαφορᾶς προέταξεν, οὐ διὰ τὴν φυσικὴν τάξιν ἀλλὰ διὰ τὴν διδασκαλικὴν ἀκολουθίαν, καὶ ὅτι ἐν τῇ τοῦ γένους διδασκαλίᾳ ἐμνημόνευσε τοῦ εἴδους, καὶ ἔδει μὴ ἐπὶ πολὺν χρόνον τούτου ἀνεννόητον εἶναι τὸν ἀκροατήν. τῷ δὲ εἰωθότι καὶ νῦν κανόνι χρώμενος ἀπαριθμεῖται πρότερον τὰ σημαινόμενα τοῦ εἴδους πάντα, εἶθ’ οὕτως προσδιορίζεται περὶ ποίου ποιεῖται τὸν λόγον· εἰσὶ γὰρ ἕτερα σημαινόμενα τοῦ εἴδους, περὶ ὧν οὐ πρόκειται λέγειν, ἀλλ’ ἐκεῖνα καταριθμεῖται τοῦ εἴδους τὰ σημαινόμενα τὰ πρὸς τὴν λογικὴν ἁρμόζοντα πραγματείαν.1 λέγει οὖν ὅτι διττὸν ὑπάρχει τὸ σημαινόμενον τοῦ εἴδους· εἶδος μὲν γὰρ λέγεται καὶ ἡ ἑκάστου μορφή, καθ’ ὃ σημαινόμενον λέγομεν τοὺς εὐειδεῖς καὶ δυσειδεῖς, εἶδος δὲ λέγεται καὶ τὸ ὑπὸ τὸ γένος πεπτωκὸς ἢ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. ἀλλ’ οὗτος ὁ ὁρισμός ἐστι καὶ τοῦ εἰδικωτάτου εἴδους καὶ τοῦ μὴ εἰδικωτάτου. λέγεται δὲ καὶ ἄλλως εἶδος τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. ἐπεὶ δὲ τὰ τῶν ὀνομάτων τούτων σημαινόμενα, λέγω δὴ τοῦ μὴ εἰδικωτάτου εἴδους καὶ τοῦ εἰδικωτάτου, ἀσαφῆ ὑπάρχει τῇ κοινῇ συνηθείᾳ, προϊόντος τοῦ λόγου σαφηνίζει αὐτὰ προχειριζόμενος τὴν καλλίστην τῶν κατηγοριῶν, λέγω δὴ τὴν οὐσίαν, ἥτις αὐθυπόστατον ὑπάρχει πρᾶγμα καὶ γενικώτατον γένος· αἱ γὰρ ἄλλαι κατηγορίαι συμβεβηκότα ὑπάρχουσιν αὐτῆς· εἰ γὰρ πᾶσαι αἱ ἄλλαι ἐν τῇ οὐσίᾳ ὑπάρχουσι καὶ ἐν αὐτῇ θεωροῦνται καὶ χωρὶς αὐτῆς συστῆναι οὐ δύνανται, δῆλον ὅτι ἡ μὲν οὐσία ἐστὶν αὐθυπόστατος, αἱ δὲ ἄλλαι ἐννέα κατηγορίαι συμβεβήκασιν αὐτῇ. λαμβάνει οὖν τὴν οὐσίαν καὶ πλέκει ἐξ αὐτῆς σειρὰν τοιαύτην, ὅτι τῆς οὐσίας τὸ μέν ἐστι σῶμα τὸ δὲ ἀσώματον, καὶ τοῦ σώματος τὸ μὲν ἐστιν ἔμψυχον τὸ δὲ ἄψυχον, καὶ τοῦ ἐμψύχου τὸ μὲν ζῷον τὸ δὲ φυτὸν τὸ δὲ ζωόφυτον, καὶ τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, καὶ τοῦ λογικοῦ τὸ μὲν ἄγγελος τὸ δὲ ἄνθρωπος τὸ δὲ δαίμων. ἐν τούτοις οὖν γενικώτατον μὲν γένος ἡ οὐσία, εἰδικώτατον δὲ εἶδος ὁ ἄνθρωπος, τὰ δὲ μέσα γένη τὰ αὐτὰ καλοῦνται καὶ εἴδη, εἴδη μὲν τῶν πρὸ αὐτῶν, γένη δὲ τῶν μετ’ αὐτά. κοινῶς μὲν οὖν πάντα τὰ εἴδη τά τε εἰδικώτατα καὶ τὰ ὑπάλληλα ἡ προτέρα ὑπογραφὴ περιέχει ἡ λέγουσα εἶδος εἶναι τὸ ὑπὸ τὸ γένος πεπτωκὸς ἢ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται· τούτων γὰρ τῶν ὑπογραφῶν ἑκατέρα τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι τῇ λοιπῇ, τῇ δὲ σχέσει μόνον ἀλλήλων διαφέρουσι. πολλὰ γὰρ ἔστι καὶ ἄλλα πράγματα, ἅτινα τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῇ δὲ σχέσει διάφορα, ὡς ἡ ἀνάβασίς τε καὶ ἡ κατάβασις· τούτοις γὰρ τοῖς πράγμασιν ὑπόκειται μὲν τὸ αὐτό, ἡ κλῖμαξ, διαφέρει δὲ ἡ ἀνάβασις τῆς καταβάσεως τῇ σχέσει μόνῃ, ὅτι ἡ μὲν ἀνάβασις ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἄνοδος ὑπάρχει, ἡ δὲ κατάβασις ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κάτω οὖσα κάθοδος ὑπάρχει. καὶ τὸ σπέρμα δὲ καὶ ὁ καρπὸς τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῷ λόγῳ δὲ μόνῳ καὶ τῇ σχέσει διάφορα. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ διττοῦ τῆς ὑπογραφῆς τοῦ εἴδους· διαφέρουσι γὰρ ἀλλήλων τῷ τὴν μὲν ἀπὸ τοῦ γένους ἄρχεσθαι λήγειν δὲ εἰς τὸ εἶδος, τὴν δὲ ἑτέραν ἀπὸ τοῦ εἴδους μὲν ἄρχεσθαι λήγειν δὲ εἰς τὸ γένος·2 ὥστε οὖν καὶ ταῦτα τῇ σχέσει μόνῃ διαφέρει ἀλλήλων, τῷ δὲ ὑποκειμένῳ ταὐτά ἐστιν. ἄρχεται δὲ πάλιν ἀπὸ τοῦ γνωριμωτέρου σημαινομένου τοῦ εἴδους, διότι ὁμοιότητα ἔχει πρὸς τὸ παρὰ τοῖς φιλοσόφοις· ὥσπερ γὰρ τὸ εἶδος τὸ ἐπὶ τῆς μορφῆς περιεκτικόν ἐστι πάντων τῶν μερῶν, οὕτω καὶ τὸ παρὰ τοῖς φιλοσόφοις τῶν κατὰ μέρος.
“而种也被用于述说各事物的外形。” 关于属的论述已经完成。因此,种差在这些之中占有第二顺位;然而,既然属与种是相关的,既同时成立又同时被构想,因此他将种置于种差之前,这并非出于自然的次序,而是出于教学法的连贯性,并且因为他在关于属的教学中提到了种,而听讲者不应当长时间对它一无所知。他现在也使用惯常的原则,先枚举种的全部含义,然后再以此规定自己正就哪一种含义展开论述;因为种还有其他并非意图讨论的含义,而这里列举的是种的那些适合逻辑学探究的含义。于是他说,种的含义是双重的;因为种也被用于称呼各事物的外形,依循这一含义我们说“形态美好的”与“形态丑陋的”,但种也被称为落入属之下者,或者属在“是什么”中被述说于其上者。但这一定义既属于最特异的种,也属于非最特异的种。种在另一种意义上也被称为在“是什么”中述说于数目不同的更多事物者。然而,由于这些名称的含义——我指的是非最特异的种与最特异的种——在普遍习惯中并不清晰,随着论述的展开,他通过提出范畴中最优越者——我指的是实体,它是自存的事物且是最普遍的属——来阐明它们;因为其他诸范畴是实体的偶性;因为如果其他一切范畴都在实体之中、并在实体之中被观察且离开实体便无法成立,显然实体是自存的,而其余九个范畴则是其偶性。于是他选取实体,并由此编织出这样一条序列:实体的一部分是有形体,一部分是无形体;有形体的一部分是有灵魂的,一部分是无灵魂的;有灵魂的一部分是动物,一部分是植物,一部分是植虫类;动物的一部分是理性的,一部分是非理性的;理性的事物一部分是天使,一部分是人,一部分是神灵。因此在这些之中,最普遍的属是实体,最特异的种是人,而中间项则是同一事物既被称为属又被称为种:对于在它们之前者而言是种,对于在它们之后者而言则是属。因此普遍而言,所有的种,不论是最特异的还是从属的中间种,都被先前的描述所涵盖,该描述称种是落入属之下者,或者属在“是什么”中被述说于其上者;因为这些描述中的每一个在基础承载物上都与另一个相同,它们彼此仅仅在关系上有所差异。因为还有许多其他事物在基础承载物上相同,而在关系上相异,例如上楼与下楼;因为对于这些事物而言,基础承载物是相同的,即阶梯,而上楼与下楼仅在关系上不同,因为上楼是从下往上的上升,而下楼作为从上往下则是下降。种子与果实在基础承载物上也是相同的,仅在定义和关系上相异。因此,正如同在这些事例中所呈现的那样,在种的双重描述中也是如此;因为它们彼此不同在于,一者始于属而终于种,另一者则始于种而终于属;所以这些描述也仅在关系上彼此相异,但在基础承载物上是相同的。他又从种的更为人熟知的含义开始,因为它与哲学家们那里的含义具有相似性;因为正如就外形而言的种包罗所有的部分一样,哲学家们那里的种也包罗个别的事物。
" p. 3,22 Τὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς." Ὥσπερ καὶ ἐπὶ τοῦ γένους πρὶν διδάξαι τί ποτέ ἐστι γένος ἢ ποῖόν ἐστι, τὴν ὁμωνυμίαν αὐτοῦ διεστείλατο καὶ πρῶτον περὶ ὧν οὐ προέκειτο αὐτῷ ἐδίδασκε σημαινομένων τοῦ γένους, εἶθ’ οὕτως περὶ τοῦ προκειμένου, τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τὴν ὁμωνυμίαν πρότερον διαστέλλεται, εἶθ’ οὕτως τί ἐστιν εἶδος λέγει καὶ ποῖον αὐτοῦ τὸ σημαινόμενον.
“p. 3,22 而种也被用于述说各事物的外形。” 正如在讨论属时,在讲授属究竟是什么或具有何种性质之前,他先区分了它的同名异义,并首先讲授了他并未意图讨论的属的含义,然后才以此论述意图讨论的含义;以同样的方式,他在此时也首先区分同名异义,然后再以此说明种是什么以及它的何种含义[被意指]。
- 2.30περὶ ὧν οὐ πρόκειται λέγειν, ἀλλ’ ἐκεῖνα καταριθμεῖται τοῦ εἴδους τὰ σημαινόμενα τὰ πρὸς τὴν λογικὴν ἁρμόζοντα πραγματείαν
关系从句 περὶ ὧν οὐ πρόκειται λέγειν(关于那些并不打算论述的)以紧接其前的 ἕτερα σημαινόμενα τοῦ εἴδους 为先行词;在 ἀλλ’ 引导的转折分句中,指示代词 ἐκεῖνα 预示后文的 τὰ σημαινόμενα τὰ πρὸς τὴν λογικὴν ἁρμόζοντα πραγματείαν(符合逻辑学探究的那些含义)以明确其限定对象。
- 2.30διαφέρουσι γὰρ ἀλλήλων τῷ τὴν μὲν ἀπὸ τοῦ γένους ἄρχεσθαι λήγειν δὲ εἰς τὸ εἶδος, τὴν δὲ ἑτέραν ἀπὸ τοῦ εἴδους μὲν ἄρχεσθαι λήγειν δὲ εἰς τὸ γένος
带冠词不定式的与格 τῷ... ἄρχεσθαι λήγειν δέ 表示差异的依据或原因(关系/原因与格),修饰动词 διαφέρουσι。宾格词 τὴν μέν 与 τὴν δὲ ἑτέραν 分别作不定式的逻辑主语,指代前文提到的两种描述(ὑπογραφαί)。
