- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:66.13-69.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注释了《导论》3.17–19,分析了种差与偶性在“是何样的事物”或“处于何种状态”中述说的逻辑区分,并通过德性论的比喻论证了定义中的过剩与缺失对事物外延的反向影响,阐明此处探讨的属乃是后于多数的“概念之属”。
" p. 2, 18 Ἢ οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ὁποῖόν τί ἐστιν ἢ πῶς ἔχον ἐστὶ κατηγορεῖται." Ἡ δὲ διαφορὰ καὶ τὰ συμβεβηκότα οὐ μόνον ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται, ἀλλὰ καὶ ἐν τῷ πῶς ἔχον ἐστίν· ἐρωτηθέντες γὰρ πῶς ἔχει Σωκράτης ἀποκρινόμεθα ἢ ὑγιαίνει ἢ νοσεῖ· αἱ γὰρ ἄλλαι διαφοραὶ πρὸς τοῖς συμβεβηκόσιν εἰσίν οἷον τὸ σιμὸν καὶ τὸ γρυπὸν καὶ τὸ φαλακρόν. p. 3, 17 Τὸ δὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι χωρίζει ἀπὸ τῶν διαφορῶν καὶ τῶν κοινῶς συμβεβηκότων, ἃ οὐκ ἐν τῷ τί ἐστιν, ἀλλ’ ἐν τῷ ὁποῖόν τί ἐστιν ἢ πῶς ἔχον ἐστὶ κατηγορεῖται ἕκαστον ὧν κατηγορεῖται.1 Ἐν τῷ ὁποῖόν τί ἐστιν ἡ διαφορὰ κατηγορεῖται, ἐν δὲ τῷ πῶς ἔχον τὰ κοινῇ συμβεβηκότα. φασὶ δέ τινες ὅτι εἰπὼν ἢ πῶς ἔχον περιέλαβε καὶ τὰ ἰδίως τινὶ συμβεβηκότα. λέγομεν οὖν ὅτι εἰ καὶ ἐν τῷ πῶς ἔχον ἐστὶ κατηγορεῖται καὶ αὐτά, ἀλλ’ ὅμως τῶν καθ’ ἑνός ἐστι κατηγορουμένων· ἐκείνων δὲ ἄνω ἐχώρισε τὸ γένος εἰρηκὼς τὸ μὲν κατὰ πλειόνων λέγεσθαι τὸ γένος διαστέλλει αὐτὸ ἀπὸ τῶν καθ’ ἑνὸς μόνου τῶν ἀτόμων κατηγορουμένων.
“或者不在‘是什么’中,而是在‘是何样的事物’或‘处于何种状态’中被述说。” 种差与偶性不仅在‘是何样的事物’中被述说,而且也在‘处于何种状态’中被述说;因为当我们被问及苏格拉底处于何种状态时,我们回答说他要么健康要么生病;因为其余的种差是属于偶性之列的,例如塌鼻、鹰钩鼻和秃顶。p. 3, 17 “而在‘是什么’中被述说将它与种差和普遍共有的偶性区分开来,后者不在‘是什么’中,而是在各自所被述说的事物中,于‘是何样的事物’或‘处于何种状态’中被述说。”种差是在‘是何样的事物’中被述说,而共有的偶性是在‘处于何种状态’中被述说。但有些人说,通过说“或处于何种状态”,他也涵盖了特定个别者所特有的偶性。于是我们说,即使这些偶性也是在‘处于何种状态’中被述说,但它们仍属于述说于单一者之物;而属在前面已经与那些事物区分开来,因为他说“述说于更多事物把属与仅述说于诸个体中单一者之物区分开来”。
" p. 3, 19 Οὐδὲν ἄρα περιττὸν οὐδὲ ἐλλεῖπον περιέχει ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας." Οἱ ὁρισμοὶ βούλονται καὶ μόνῳ ἐφαρμόζειν τῷ πράγματι καὶ ὅλον αὐτὸ περιλαμβάνειν· διὰ τοῦτο γὰρ καὶ ὁρισμοὶ λέγονται, ὡς περιλαμβάνοντες τὸ ὁριστὸν ἀπὸ τῶν ἐν τοῖς χωρίοις ὅρων μετειλημμένοι. κακύνονται δὲ οἱ ὁρισμοὶ κατὰ δύο τρόπους, ἢ περιττεύοντες ἢ ἐλλείποντες· καλῶς γὰρ εἴρηται τοῖς φιλοσόφοις, ὅτι ἑκάστη συμμετρία μία τις οὖσα δύο ἔχει ἀμετρίας παρακειμένας· οὕτω γὰρ καὶ ἡ δικαιοσύνη μία μέν τις ὑπάρχει ἀρετή, παράκειται δὲ αὐτῇ ἡ μειονεξία καὶ ἡ πλεονεξία· καὶ μειονέκτης μέν ἐστιν ὁ ἧττον τοῦ δέοντος ἑαυτῷ τι περιποιῶν, πλεονέκτης δὲ ὁ πλέον τοῦ δέοντος. καὶ πάλιν ἡ σωφροσύνη ἀρετὴ ὑπάρχει, παράκειται δὲ αὐτῇ ἥ τε ἠλιθιότης καὶ ἡ ἀκολασία· καὶ ἠλίθιος μέν ἐστιν ὁ ἧττον κινούμενος ἀκόλαστος δὲ ὁ μᾶλλον καὶ ἀτάκτως κινούμενος. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ ὁρισμοῦ· ἐκεῖνος γάρ ἐστιν ἄριστος ὅρος ὁ περιορίζων μὲν τὸ οἰκεῖον πρᾶγμα καὶ μηδὲν ἔξω αὐτοῦ καταλιμπάνων, τῶν δὲ παρακειμένων μηδὲν ἀφαιρούμενος. παράκειται δὲ τούτῳ, ὥσπερ καὶ ταῖς ἄλλαις ἀρεταῖς, ἥ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ὡς ἤδη εἴρηται. καὶ περιττεύοντες μὲν ποιοῦσι τὰ πράγματα ἐλλείπειν, ἐλλείποντες δὲ ποιοῦσι τὰ πράγματα περιττεύειν·2 οἷον ὁ τοῦ ἀνθρώπου ὁρισμός ἐστι ζῷον λογικὸν θνητόν, καὶ οὗτος ὁ ὁρισμὸς χωρίζει τὸν ἄνθρωπον ἀπὸ τῶν ἄλλων πάντων καὶ περιλαμβάνει πάντας τοὺς ἀνθρώπους. ἐλλείπων δὲ ποιεῖ τὸ πρᾶγμα περιττεύειν, οἷον ζῷον θνητόν· οὐ μόνον γὰρ ὁ ἄνθρωπος ζῷον θνητὸν ἀλλὰ καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ ἄλλα πολλά. πάλιν δὲ περιττεύων ποιεῖ τὸ πρᾶγμα ἐλλείπειν, οἷον ζῷον λογικὸν θνητὸν γραμματικόν· οὐκέτι γὰρ πάντας ἀνθρώπους περιλαμβάνει, ἀλλὰ μόνους τοὺς γραμματικούς. καὶ τοῦτο εἰκότως· συνθετώτερα γὰρ γινόμενα τὰ πράγματα μᾶλλον στενοῦται, ἁπλούστερα δὲ ὄντα ἐπὶ πλέον ἐκτείνεται καὶ ἐπὶ πλειόνων φέρεται, ἅτε δὴ καὶ πλησιέστερα ὄντα τῆς πρώτης ἀρχῆς καὶ κοινῆς πάντων. διὰ τοῦτο τὸ μὲν ζῷον αὐτὸ καθ’ αὑτὸ ἐπὶ πλειόνων φέρεται, συντεθὲν δὲ τῷ λογικῷ ἐπ’ ἐλαττόνων. τὸ δὲ λογικὸν ζῷον τῷ θνητῷ συνδυαζόμενον ἔτι ἐλάττονα περιέχει, εἰ δὲ προστεθῇ καὶ τὸ γραμματικόν, ἔτι μερικώτερον γίνεται. ὥστε ἐλλείποντες μὲν οἱ ὁρισμοὶ ποιοῦσι τὰ πράγματα περιττεύειν, περιττεύοντες δὲ ποιοῦσιν ἐλλείπειν. ταῦτα οὖν ἐπισημηνάμενος ὁ Πορφύριος φησιν ὅτι ὁ ἀποδοθεὶς τοῦ γένους ὁρισμὸς ἤτοι ὑπογραφὴ τῶν δύο ἀπήλλακται τῶν κακυνόντων τοὺς ὁρισμούς· οὔτε γὰρ περιττεύει οὔτε ἐλλείπει. Εἴρηται ὅτι τριττά ἐστι τὰ γένη, τὰ μὲν πρὸ τῶν πολλῶν τὰ δὲ ἐν τοῖς πολλοῖς τὰ δὲ ἐπὶ τοῖς πολλοῖς, ἃ καὶ ὑστερογενῆ καλεῖται καὶ ἐννοηματικὰ ὡς ἐν τῇ διανοίᾳ ὄντα τῇ ἡμετέρᾳ. πρόκειται οὖν τῷ Πορφυρίῳ διδάξαι περὶ γενῶν οὔτε περὶ τῶν πρὸ τῶν πολλῶν οὔτε περὶ τῶν ἐν τοῖς πολλοῖς ἀλλὰ περὶ τῶν ἐπὶ τοῖς πολλοῖς, τοῦτ’ ἔστι περὶ τῶν ἐννοηματικῶν. διὰ τοῦτο τοίνυν εἶπεν ὑπογραφὴν τῆς ἐννοίας, τοῦτ’ ἔστι τοῦ ἐννοηματικοῦ γένους. ἐννοηματικὸν δὲ γένος ἐστί, καθ’ ἣν ἔννοιαν λαμβάνοντες τὰ πράγματα πρὸς αὐτὴν ὁριζόμεθα,3 οἷον λαμβάνομεν κατὰ τὴν οἰκείαν διάνοιαν τὸν ἄνθρωπον καὶ πρὸς αὐτὴν ἀναλογιζόμενοι λέγομεν, ὅτι ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν. φησὶν οὖν ὁ Πορφύριος ὅτι ταύτης τῆς ἐννοίας οὐδὲν ὑπερβάλλον οὐδὲ ἐλλεῖπον ἔχει ἡ τοῦ γένους ὑπογραφή. Περὶ εἴδους.
“p. 3, 19 因此,所述及的属之概念的概略性描述既不包含过剩的要素,也不包含缺失的要素。” 定义既意图仅仅适用于该事物,又意图将该事物全部包揽;因为正因如此它们才被称为定义,这是借自地块中的界标,作为包揽被定义项之物。而定义变质有两种方式,要么因过剩,要么因缺失;因为哲学家们说得很好:每一种匀称本身虽为单一,却有两个邻接的不称状态;因为正义同样是单一的一种德性,而缺陷与贪婪邻接着它;缺陷者是为自己取得少于应得之物的人,而贪婪者则是取得多于应得之物的人。同样,节制是一种德性,而麻木与放荡邻接着它;麻木者是被触动少于应有程度的人,而放荡者则是被触动过多且无节制的人。因此,正如在这些事情上如此,在定义上亦复如是;因为最好的界标是划定自身所属之事物的界限且不遗留任何在其之外,同时也不剥夺邻接事物的任何东西。而正如其他德性一样,过度与缺失邻接着这一定义,如前所述。当定义过剩时,它们使得被定义的事物产生缺失;当定义缺失时,它们使得被定义的事物产生过剩。例如,人的定义是“有理性的、会死的动物”,这一定义将人与所有其他事物区分开来,并且包揽了所有的人。但当它缺失时,它就使事物过剩,例如“会死的动物”;因为不仅人是会死的动物,马、狗和许多其他动物也是如此。反之,当它过剩时,它就使事物缺失,例如“有理性的、会死的、通晓文法的动物”;因为它不再包揽所有的人,而仅仅包揽通晓文法的人。这也是理所当然的;因为事物越是复合,就越发狭隘;而越是简单,就越发扩展,运用于更多的对象,这正是因为它们更接近于最初且共有的万物本原。正因如此,“动物”自身就运用于更多的对象,而与“有理性的”结合后则运用于较少的对象;“有理性的动物”与“会死的”相结合所包揽的就更少,如果再加上“通晓文法的”,它就变得更加具有局部性。因此,定义缺失时使事物过剩,而过剩时则使事物缺失。波菲利指出了这些之后便说,给出的属之定义或概略性描述摆脱了败坏定义的这两种缺陷;因为它既不过剩也不缺失。已经说过,属有三种:先于多数的属、在多数之中的属、后于多数的属,后一种属也被称为后生的属,以及因存在于我们的理智之中而被称作概念性的属。因此,波菲利要讲授的属,既不是先于多数的属,也不是在多数之中的属,而是后于多数的属,也就是概念性的属。因此他说“概念的概略性描述”,即概念之属的概略性描述。概念之属就是这样一种概念,我们依凭它把握事物并针对它进行定义;例如我们依据自身的理智把握人,并针对它进行推演而说“人是有理性的、会死的动物”。因此波菲利说,对于这一概念而言,属的概略性描述没有任何过剩,也没有任何缺失。 论种。
- 2.28ἕκαστον ὧν κατηγορεῖται
ἕκαστον 在关系从句 ἃ ... κατηγορεῖται 中充当分配性主语,ὧν 则省略了先行词 τούτων,直接受 κατηγορεῖται 支配而取属格([τούτων] ὧν κατηγορεῖται),意为“它们各自被述说于其所被述说的诸事物”。
- 2.29περιττεύοντες μὲν ποιοῦσι τὰ πράγματα ἐλλείπειν, ἐλλείποντες δὲ ποιοῦσι τὰ πράγματα περιττεύειν
分词 περιττεύοντες 与 ἐλλείποντες 的逻辑主语是前文的“定义”(οἱ ὁρισμοί),与致使动词 ποιοῦσι 搭配带不定词的宾格构式(τὰ πράγματα ἐλλείπειν / περιττεύειν)。此句表述了反比关系:定义在内涵上过剩时导致事物在外延上缺失,反之定义在内涵上缺失时导致事物在外延上过剩。
- 2.29καθ’ ἣν ἔννοιαν λαμβάνοντες τὰ πράγματα πρὸς αὐτὴν ὁριζόμεθα
此处出现先行词并入关系从句(incorporation)的结构,句意相当于 ἔννοια ἐστί, καθ’ ἣν [ἔννοιαν]...(“概念之属即这样一种概念,我们依凭该概念把握事物并针对它进行定义”)。句中的 αὐτήν 在从句内部复指先行词 ἔννοια。
