- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:64.9-66.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐明了属的定义中“述说于更多事物”这一规定如何将属与个体区分开来,系统给出了五普遍概念(属、种差、种、固有属性、偶性)的定义公式,并详述了同一与差异的三重层次(属、种、数目)之间的层级包含关系。
" p. 2, 22 Τῶν μὲν οὖν καθ’ ἑνὸς μόνου κατηγορουμένων διαφέρει τὰ γένη τῷ ταῦτα κατὰ πλειόνων ἀποδοθέντα κατηγορεῖσθαι.1" Διὰ τούτων δείκνυσι πῶς ὁ ἀποδοθεὶς τοῦ γένους ὁρισμὸς ἤτοι ὑπογραφὴ χωρίζει αὐτὸ τῶν ἄλλων ἁπάντων· κατηγορεῖται μὲν γὰρ καὶ τὸ γένος κατὰ πλειόνων καὶ διαφερόντων, ἀλλ’ οὐ τῷ ἀριθμῷ μόνον ἀλλὰ καὶ τῷ εἴδει, τὸ δὲ εἶδος κατὰ διαφερόντων μόνον τῷ ἀριθμῷ. ὥστε δεῖ ποιεῖσθαι ἑκάστης φωνῆς τὸν ὁρισμὸν ἤτοι ὑπογραφὴν οὕτως· ὅτι γένος μέν ἐστι φωνὴ σημαντικὴ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι2 κατηγορουμένη, διαφορὰ δέ ἐστι σημαντικὴ φωνὴ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορουμένη, εἶδος δὲ φωνὴ σημαντικὴ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορουμένη, ἴδιον δὲ ὑπάρχει φωνὴ σημαντικὴ μὴ οὐσιώδης καθ’ ἑνὸς εἴδους κατηγορουμένη, συμβεβηκὸς δὲ πέφυκε φωνὴ σημαντικὴ ἐπουσιώδης κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ πῶς ἔχον ἐστὶ κατηγορουμένη. p. 2, 27 Τὸ δὲ ζῷον γένος ὂν ἀνθρώπου καὶ βοὸς καὶ ἵππου κατηγορεῖται, οἳ διαφέρουσι καὶ τῷ εἴδει ἀλλ’ οὐ τῷ ἀριθμῷ μόνον. Ἰστέον δὲ ὅτι τὰ τῷ εἴδει διαφέροντα ἀλλήλων καὶ τῷ ἀριθμῷ διαφέρει, τὰ δὲ τῷ ἀριθμῷ διαφέροντα οὐκέτι καὶ τῷ εἴδει· οὐδὲ γὰρ ἀντιστρέφει ὁ λόγος. εἰδέναι δὲ δεῖ, ὅτι τὸ ταὐτὸν τριττὸν ὑπάρχει· ἢ γὰρ τῷ γένει ἐστὶ ταὐτὸν ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. καὶ τῷ μὲν γένει ἐστὶ ταὐτὸν ὡς ἄνθρωπος ἵππος βοῦς (ταῦτα γὰρ τῷ γένει ταὐτὰ ὑπάρχει· ἅπαντα γὰρ ζῷά ἐστι), τῷ δὲ εἴδει ταὐτόν ἐστιν ὡς Θέων καὶ Πλάτων καὶ Ἀλκιβιάδης (οὗτοι γὰρ οἱ αὐτοὶ καὶ ἐν τῷ εἴδει ὑπάρχουσι), τῷ δὲ ἀριθμῷ ταὐτόν ἐστιν ὡς ἄνθρωπος καὶ βροτός, ξίφος καὶ μάχαιρα.3 εἰ γοῦν τὸ ταὐτὸν τριττὸν ὑπάρχει, ἐξ ἀνάγκης καὶ τὸ ἕτερον τριττὸν ὑπάρχει· ἢ γὰρ τῷ γένει τινὰ διαφέρει καὶ ἕτερά ἐστιν ἀλλήλων ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. καὶ τὰ μὲν τῷ γένει διαφέροντα ἀλλήλων πάντως καὶ τῷ εἴδει διαφέρει καὶ τῷ ἀριθμῷ, οἷον τῷ γένει διαφέρει ἀλλήλων ὡς ὁ ἄνθρωπος καὶ τὸ λευκόν (ὁ μὲν γὰρ ἄνθρωπος ζῷον ὑπάρχει, τὸ δὲ λευκὸν ποιόν), ἀλλὰ καὶ τῷ εἴδει (ἄλλο γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο λευκοῦ· ὁ μὲν γὰρ ἄνθρωπος εἶδός ἐστι τοῦ ζῴου γένους ὄντος, τὸ δὲ λευκὸν εἶδός ἐστι τῆς ποιότητος καὶ τοῦ χρώματος), ἀλλὰ δὴ καὶ τῷ ἀριθμῷ· ὁ γὰρ αἰσθητὸς ἄνθρωπος οἷον Σωκράτης ἕτερός ἐστι Πλάτωνος. ὥστε οὖν καλῶς εἰρήκαμεν ὅτι τὰ τῷ γένει ἀλλήλων διαφέροντα καὶ τῷ εἴδει διαφέρει καὶ τῷ ἀριθμῷ, τὰ δὲ τῷ εἴδει διαφέροντα διαφέρει μὲν πάντως τῷ ἀριθμῷ, οὐκέτι δὲ πάντως καὶ τῷ γένει, οἷον ἄνθρωπος ἵππος· ταῦτα γὰρ διαφέρει ἀλλήλων τῷ εἴδει (ἄλλο γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο ἵππου), ἀλλὰ δὴ καὶ τῷ ἀριθμῷ (ἄλλη γὰρ ὕλη ἀνθρώπου καὶ ἄλλη ἵππου), οὐ μὴν τῷ γένει διαφέρει· ἀμφότερα γὰρ ζῷα ὑπάρχει. τὰ δὲ τῷ ἀριθμῷ διαφέροντα οὔτε πάντως τῷ εἴδει οὔτε τῷ γένει διαφέρει. διὰ τοῦτο οὖν εἶπεν οἳ διαφέρουσιν ἀλλήλων καὶ τῷ εἴδει, οὐ μόνον τῷ ἀριθμῷ, ὡς δήλου ὄντος, ὅτι τὰ διαφέροντα ἀλλήλων τῷ εἴδει καὶ τῷ ἀριθμῷ πάντως διαφέρει.
“因此,属与仅述说于单一者之物的区别,在于这些被指派后述说于更多事物。” 通过这些,他表明了所给出的属的定义或概略性描述是如何将属与其他一切事物区分开来的;因为属固然也述说于更多且有差异的事物,但不仅在数目上而且在种上有差异,而种仅述说于在数目上有差异的事物。因此必须将每个项的定义或概略性描述作如下构成:属是对于更多且在种上有差异的事物、在“是什么”中被述说的有意义的声音;种差是对于更多且在种上有差异的事物、在“是何样的事物”中被述说的有意义的声音;种是对于更多且在数目上有差异的事物、在“是什么”中被述说的有意义的声音;固有属性是仅述说于单一物种的非本质性的有意义的声音;偶性则自然是对于更多且在种上有差异的事物、在“处于何种状态”中被述说的附加的有意义的声音。 p. 2, 27 “而动物作为一个属,被述说于人、牛和马,它们不仅在数目上而且在种上也彼此有别。” 应当知道,在种上彼此有别的事物,在数目上也彼此有别;但在数目上有别的事物,却不再必然在种上有别;因为这一命题并不能换位。还必须知道,“同一”有三重含义:要么在属上同一,要么在种上同一,要么在数目上同一。在属上同一,例如人、马、牛(因为这些在属上是同一的;因为它们全都是动物);在种上同一,例如塞翁、柏拉图和阿尔基比亚德(因为这些人在种上也是相同的);在数目上同一,例如“人”与“终有一死者”,“剑”与“利刃”。那么,既然“同一”有三重含义,必然地“差异”也具有三重含义;因为某些事物彼此有别且不同,要么在属上,要么在种上,要么在数目上。而在属上彼此有别的事物,必然也全都在种上并在数目上有别;例如在属上彼此有别,如人与白(因为人是动物,而白是性质),但也都在种上有别(因为人的种是一回事,白的种是另一回事;人作为种属于作为属的动物,而白作为种属于性质与颜色),并且确实也在数目上有别(因为感觉中的人,例如苏格拉底,是不同于柏拉图的)。因此我们说得完全正确:在属上彼此有别的事物,也在种上并在数目上有别;而在种上有别的事物,固然必然在数目上有别,却不再必然在属上有别,例如人与马;因为它们在种上彼此有别(因为人的种是一回事,马的种是另一回事),并且确实也在数目上有别(因为人的质料是一回事,马的质料是另一回事),但并没有在属上有别;因为两者都是动物。而在数目上有别的事物,既不必然在种上也不必然在属上有别。因此,由于在种上彼此有别的事物必然也在数目上有别这一点是不言自明的,他才说“它们不仅在数目上而且在种上也彼此有别”。
" p. 3, 5 Τῆς δ’ αὖ διαφορᾶς καὶ τῶν κοινῶς συμβεβηκότων διαφέρει τὸ γένος." Τῶν διαφορῶν φησι καὶ τῶν καθόλου συμβεβηκότων διαφέρει τὸ γένος τῷ ταῦτα μὲν ἐν τῷ ὁποῖόν τί ἐστιν ἢ πῶς ἔχον ἐστὶ κατηγορεῖσθαι, τὸ δὲ γένος ἐν τῷ τί ἐστιν.
" p. 3, 5 另一方面,属又有别于种差和普遍共有的偶性。" 他说,属有别于种差与普遍的偶性,在于后者是在“是何样的事物”或“处于何种状态”中被述说,而属则是在“是什么”中被述说。
" p. 3, 14 Ὥστε τὸ μὲν κατὰ πλειόνων λέγεσθαι τὸ γένος διαστέλλει αὐτὸ ἀπὸ τῶν καθ’ ἑνὸς μόνου τῶν ἀτόμων κατηγορουμένων." Ἐν συντόμῳ δείκνυσι πῶς ἕκαστον τῶν παραληφθέντων πρὸς τὴν τοῦ γένους ὑπογραφὴν δεόντως εἴληπται.
" p. 3, 14 因此,述说于更多事物把属与仅述说于诸个体中单一者的事物区分开来。" 他简要地表明,为属的概略性描述所采纳的每一要素是如何被恰如其分地采纳的。
- 2.25τῷ ταῦτα κατὰ πλειόνων ἀποδοθέντα κατηγορεῖσθαι
由冠词 τῷ 引导的不定词 κατηγορεῖσθαι 构成表示原因或依据的与格,表明差异的根源。ταῦτα 为该不定词的逻辑主语,在语境中指代前文的 τὰ γένη。分词 ἀποδοθέντα 与 ταῦτα 一致,表示“在被指派/规定[为定义]之后”。
- 2.25ἐν τῷ τί ἐστι / ἐν τῷ ὁποῖόν τί ἐστι / ἐν τῷ πῶς ἔχον ἐστί
由介词 ἐν 与中性冠词 τῷ 直接名词化疑问从句或描述短语构成的固定术语结构。它们界定了述说的范畴与维度:“在‘是什么’的维度上(本质)”、“在‘是何样的事物’的维度上(种差/性质)”以及“在‘处于何种状态’的维度上(偶性状态)”。
- 2.25τῷ δὲ ἀριθμῷ ταὐτόν ἐστιν ὡς ἄνθρωπος καὶ βροτός, ξίφος καὶ μάχαιρα
作为在数目上同一(τῷ ἀριθμῷ ταὐτόν)之例所举出的名词配对(ἄνθρωπος / βροτός, ξίφος / μάχαιρα)属于同义词(不同的词指涉同一个体实体)。由于它们具有单一的数目指示对象,因而被视作“在数目上同一”。
