- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:63.6-64.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注释了波菲利的一系列文句,阐释了个体、指示代词及个别偶性仅关涉单一者而与普遍述词不同,并解释了通过具体范例对五种名言所作的概略性讲授。
" p. 2, 17 Τῶν γὰρ κατηγορουμένων τὰ μὲν καθ’ ἑνὸς μόνου λέγεται ὡς τὰ ἄτομα." Διὰ τούτων δηλοῖ πῶς ἡ ἀποδοθεῖσα τοῦ γένους ὑπογραφὴ χωρίζει αὐτὸ τῶν ἄλλων ἁπάντων.
“因为在被述说的事物中,有些如个体那样仅述说于单一者。” 通过这些,他阐明了所给出的属的概略性描述是如何将属与其他一切事物区分开来的。
" p. 2, 18 Καὶ τὸ οὗτος καὶ τὸ τοῦτο." Καὶ γὰρ ταῦτα μερικὰ ὑπάρχει· καθ’ ἑνὸς γὰρ μόνου λέγεται· δεικνύοντες γάρ φαμεν τοῦτο καὶ ἐκεῖνο καὶ τὸ ἄλλο. καὶ καλῶς οἱ φιλόσοφοι κατὰ τῶν μερικῶν ἤγαγον τὸν λόγον τοῦτον· ταῦτα γὰρ καὶ τῇ δείξει καὶ τῇ αἰσθήσει ὑποπίπτουσιν. ὁ γὰρ καθόλου ἄνθρωπος καὶ τὸ καθόλου ζῷον ταῦτα ἐν τῷ δημιουργῷ ὄντα1 οὔτε τῇ δείξει οὔτε τῇ αἰσθήσει ὑποπίπτουσι. καλῶς οὖν τὰ καθ’ ἕκαστα ὑπὸ τὴν δεῖξιν ἀνήγαγον, οὐ γὰρ τὰ καθόλου. ἄτομα δὲ λέγεται ταῦτα, ἐπεὶ μὴ τέμνεται μήτε εἰς ὁμοιοειδῆ μήτε εἰς ἀνομοιοειδῆ, ὥσπερ τὰ γένη καὶ τὰ εἴδη, ἀλλ’ ἅμα τῇ τομῇ φθείρεται· τὸ γὰρ ἐν ἐμοὶ ζῷον οὐκ ἔστι κοινόν, ἀλλ’ ἐν ἐμοί περιγέγραπται, ὁμοίως καὶ τὸ λογικόν· καὶ τὸ ἐκ πάντων σύγκριμα ὁ ἄνθρωπος περιώρισται.
“以及‘这个人’和‘这个物’。” 因为这些也是个别的;因为它们仅述说于单一者;因为我们指着事物说“这个”、“那个”和“另一个”。哲学家们将这种表述用于个别事物是合理的;因为这些既落入指示也落入感觉之中。因为普遍的人与普遍的动物由于存在于造物主之中,既不落入指示也不落入感觉之中。因此,他们合理地把个别事物归在指示之下,而不是把普遍者[归在指示之下]。而这些被称为不可分者,是因为它们既不像属和种那样被分割为同类的成分,也不被分割为异类的成分,而是在分割的同时毁灭;因为我身上的动物并非普遍共有的,而是在我身上受到界分,理性亦是如此;由所有成分所构成的复合物——人,也受到了限定。
" p. 2,19 Καὶ τὰ συμβεβηκότα κοινῶς, ἀλλὰ μὴ ἰδίως τινί." Οἷον ἡ λευκότης καὶ ἡ μελανία· τὰ γὰρ μερικὰ οὐ κατὰ πλειόνων λέγεται, οἷον ἡ ἐν τῷδε τῷ σώματι λευκότης ἢ ἡ ἐν τῷ Ὀδυσσεῖ οὐλή, ἀφ’ ἧς αὐτὸν ἡ τροφὸς ἐπέγνω· καὶ γὰρ αὕτη αὐτῷ μόνῳ ὑπῆρχεν· εἰ μὴ γὰρ ἦν αὐτῷ μόνῳ, πῶς εἶχεν αὐτὸν ἐξ αὐτῆς ἐπιγνῶναι; διὰ τοῦτο οὖν εἶπε τὰ κοινῶς συμβεβηκότα ἀλλὰ μὴ ἰδίως τινὶ ὑπάρχοντα ἀντὶ τοῦ τὰ καθόλου καὶ μὴ τὰ μερικά.2
“以及普遍地而非固有地属于某物的偶性。” 例如白与黑;因为个别的偶性并不述说于更多事物,例如这个身体中的白,或者乳母据以认出他的、奥德修斯身上的伤疤;因为这伤疤只属于他一人;因为若不是只属于他一人,她又怎能凭它认出他来呢?因此,他是用普遍的而非个别的这一含义,说了普遍地而非固有地属于某物的偶性。
" p. 2, 20 Ἔστι δὲ γένος μὲν οἷον τὸ ζῷον, εἶδος δὲ οἷον ὁ ἄνθρωπος." Ἐσκιαγραφημένην οἷόν τινα περὶ αὐτῶν ποιεῖται διδασκαλίαν διὰ παραδείγματος ἕκαστον ἡμᾶς διδάσκων τῶν πέντε.
“属例如动物,种例如人。” 他对它们进行了一种概略式的讲授,通过范例向我们传授这五者中的每一者。
- 2.22ταῦτα ἐν τῷ δημιουργῷ ὄντα
中性复数指示代词 ταῦτα 伴随分词 ὄντα,对前文并列的两个主语(阳性单数的 ὁ καθόλου ἄνθρωπος 与中性单数的 τὸ καθόλου ζῷον)进行了概括性复指,共同充当复数动词 ὑποπίπτουσι 的主语。
- 2.23ἀντὶ τοῦ τὰ καθόλου καὶ μὴ τὰ μερικά
介词 ἀντί 连同冠词属格 τοῦ 引入转述或替代说法的习惯句式,语境中省略了不定式 λέγειν(意为“而不是说……”)。宾格短语 τὰ καθόλου καὶ μὴ τὰ μερικά 充当该省略动词的宾语(表述内容)。
