- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:61.3-63.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐明了如何通过“是什么”、“是何样”等标准推导并定义五种名言,分析了波菲利自身更为精炼的划分方式,并通过区分名言与事物,解决了“名言”作为属统摄五种普遍者从而导致最属之属之上再出现属的疑难。
τῶν δὲ κατὰ διαφερόντων τῷ εἴδει κατηγορουμένων τὰ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται (ἐν τῷ τί ἐστι δὲ κατηγορεῖσθαι λέγομεν, ὅταν ἐρωτώμενοι τὸ τί ἐστιν ἄνθρωπος, εἰ τύχοι, εἴπωμεν ὅτι ζῶον, ὅπερ ἐστὶ γένος, ὥστε τὸ γένος ἐν τῷ τί ἐστι λέγεται κατηγορεῖσθαι), τὰ δὲ ἐν τῷ ὁποῖόν τί ἐστι, ὡς ὅταν ἀποκρινώμεθα ἐρωτηθέντες, ὁποῖόν τί ἐστι ζῷον ὁ ἄνθρωπος, ὅτι λογικόν, ὅπερ ἐστὶ διαφορά· ὥστε ἐν τῷ ὁποῖόν τί ἐστιν ἡ διαφορὰ κατηγορεῖται. καὶ ἐν τούτοις ἀνεφάνη ἡμῖν καὶ ἡ τοῦ γένους καὶ τῆς διαφορᾶς διαφορά· κἀν τούτῳ γὰρ ἀλλήλων διαφέρουσι, καθὸ τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστι. τῶν δὲ μὴ οὐσιωδῶς λεγομένων τὰ μὲν ἑνί τινι ὑπάρχει εἴδει ὡς τὰ ἴδια, τὰ δὲ πλείοσιν ὡς τὰ συμβεβηκότα. ἐκ ταύτης οὖν τῆς διαιρέσεως ἀνεφάνη ἡμῖν καὶ ἡ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος διαφορά· κατὰ τοῦτο γοῦν διαφέρουσιν, καθὸ τὸ μὲν ἴδιον ἑνὶ εἴδει ὑπάρχει, τὸ δὲ συμβεβηκὸς πλείοσιν. δῆλον τοίνυν ἐκ τῆς διαιρέσεως ταύτης ὅτι ἀνάγκη πᾶσαν φωνὴν ὑπὸ μίαν τούτων τῶν πέντε φωνῶν τελεῖν, καὶ ἅμα δῆλον ὅτι δυνατὸν ἐκ τῆς προκειμένης διαιρέσεως τὸν ἑκάστου ὁρισμὸν ἤτοι ὑπογραφὴν ἀποδοῦναι ἐκλεγομένους τὰ χρήσιμα πρὸς τὴν ἑκάστου ἀπόδοσιν,1 ὡς καὶ αὐτὸς ἐποίησε. φησὶ γάρ· γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον· τὸ γὰρ κατὰ πλειόνων διακρίνει αὐτὸ τῶν ἀτόμων (ἐκείνων καθ’ ἑνὸς λεγομένων), τὸ δὲ διαφερόντων τῷ εἴδει διακρίνει αὐτὸ εἴδους καὶ ἰδίου, τὸ δὲ ἐν τῷ τί ἐστι κατηγορούμενον διακρίνει αὐτὸ διαφορᾶς καὶ συμβεβηκότος. καὶ ἡμεῖς μὲν οὕτω πλατυκώτερον ἀποδεδώκαμεν τὴν διαίρεσιν βουλόμενοι διδάξαι τήν τε διαφορὰν τῶν φωνῶν καὶ ὅτι πᾶσα ἀνάγκη ἐστὶ τῷ Ἀριστοτέλει ταύταις μόναις ταῖς πέντε φωναῖς χρήσασθαι καὶ οὔτε πλείοσιν οὔτε ἐλάττοσιν· ἑπτὰ γὰρ ὑπαρχουσῶν πασῶν τῶν φωνῶν καὶ τῶν δύο ἐξαιρεθεισῶν αἱ πέντε μόναι ὑπολείπονται. ὁ δὲ φιλόσοφος Πορφύριος μὴ βουλόμενος τοῦτο νῦν ἀποδεῖξαι, διὰ τί ταῖς πέντε μόναις φωναῖς ὁ Ἀριστοτέλης ἐχρήσατο, ἀλλὰ τὴν διαφορὰν μόνην τῶν πέντε σημαντικῶν φωνῶν, στενοτέραν ποιούμενος τὴν διαίρεσιν λέγει οὕτως· τῶν σημαντικῶν φωνῶν αἱ μὲν καθ’ ἑνὸς λέγονται αἱ δὲ κατὰ πλειόνων (καταλιμπάνει γὰρ τὸ ἀνώτερον μέρος τῆς διαιρέσεως), καὶ καθ’ ἑνὸς μὲν κατηγοροῦνται ὡς τὰ ἄτομα οἷον Σωκράτης Πλάτων Ἀλκιβιάδης, τῶν δὲ κατὰ πλειόνων αἱ μὲν κατὰ διαφερόντων τῷ εἴδει ὡς τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ συμβεβηκός· καὶ γὰρ τὸ γένος οἷον τὸ ζῷον κατηγορεῖται κατὰ πολλῶν εἰδῶν οἷον ἀνθρώπου καὶ ἵππου καὶ κυνός, καὶ ἡ διαφορὰ δὲ οἷον τὸ λογικὸν κατηγορεῖται καὶ κατὰ ἀνθρώπων καὶ κατὰ ἀγγέλων, καὶ τὸ θνητὸν κατὰ ἵππου καὶ ἀνθρώπου καὶ τῶν λοιπῶν ζῴων, καὶ τὸ συμβεβηκὸς δὲ κατὰ πολλῶν εἰδῶν κατηγορεῖται· καὶ γὰρ κατὰ λευκότητος καὶ κατὰ μελανίας καὶ κατὰ τοῦ ἑστάναι καὶ κατὰ τοῦ καθέζεσθαι. τῶν δὲ κατὰ διαφερόντων τῷ ἀριθμῷ ὑπάρχει τὸ εἶδος καὶ τὸ ἴδιον. τῶν δὲ κατὰ διαφερόντων τῷ εἴδει κατηγορουμένων τὰ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται τὰ δὲ ἐν τῷ ὁποῖόν τί ἐστι καὶ πῶς ἔχον ἐστί. καὶ ἐν μὲν τῷ τί ἐστι τὸ γένος, ἐν δὲ τῷ ὁποῖόν τί ἐστιν ἡ διαφορά, ἐν δὲ τῷ πῶς ἔχον ἐστὶ τὸ συμβεβηκός· ἐρωτώμενοι γάρ, πῶς ἔχει ὁ Πλάτων, φαμὲν ὅτι ὑγιαίνει ἢ νοσεῖ ἢ κάθηται ἢ ἵσταται καὶ τὰ τοιαῦτα. Ἄξιον δὲ ἀπορῆσαι, εἰ ὑπὸ τὴν φωνὴν ὡς γένος ἀνάγονται αἱ εἰρημέναι πέντε φωναί,2 τὸ δὲ γένος ὑπὸ ταύτας ἀνάγεται, ἔσται τῶν γενικωτάτων γενῶν γένος, ὅπερ ἄτοπον. φαμὲν οὖν ὅτι οὐχ ὡς πράγματα τὰ γένη ἀνάγεται3 ὑπὸ ταύτην τὴν διαίρεσιν ἀλλ’ ὡς φωναί, ὡς μέντοι πράγματα τὰ γενικώτατα οὐκέτι ἐπί τι κοινότερον ἀνάγεται.
在述说于在种上相异的事物的名言中,有些是在“是什么”中被述说的(我们说在“是什么”中被述说,是指例如当被问及人是什么时,我们回答说动物——这正是属——以至于属被说成是在“是什么”中被述说),而有些则是在“是何样的事物”中[被述说],正如当我们被问及人是何样性状的动物而回答说理性的——这正是种差——以至于种差在“是何样的事物”中被述说。在这些之中,属与种差的区别也向我们显明了;因为在这点上它们也彼此相异,即属在“是什么”中被述说,而种差则在“是何样的事物”中[被述说]。而在非本质性地被述说的名言中,有些属于单一的某种,如固有属性,有些则属于更多的种,如偶性。因此,从这种划分中,固有属性与偶性的区别也向我们显明了;至少它们在这点上相异:固有属性属于单一的种,而偶性属于更多的种。因此,从这种划分中显然可见,一切名言都必然归属于这五种名言之一之下;同时也显然可见,根据当前的划分,可以通过挑选对于给出各自表述有用的成分,来给出各自的定义或概略性描述,正如他自己所做的那样。因为他说:“属是在‘是什么’中述说于更多且在种上相异的事物者”;因为“述说于更多事物”将它与个体区分开(因为后者是述说于单一者的),“在种上相异”将它与种以及固有属性区分开,而“在‘是什么’中被述说”则将它与种差以及偶性区分开。我们一方面这样较为宽泛地给出了这种划分,旨在教导这些名言之间的区别,以及亚里士多德绝对必然仅使用这五种名言而既不能更多也不能更少;因为全部名言既然有七种,除去了两种之后便只剩下五种。然而哲学家波菲利现在并不打算证明这一点——即亚里士多德为何仅使用了五种名言——而仅打算[教导]这五种有意义名言的区别,因而作了较为狭窄的划分,并这样说道:在有意义的名言中,有些述说于单一者,有些述说于更多事物(因为他省略了划分中更为上位的部分);述说于单一者的是苏格拉底、柏拉图、阿尔西比亚德这样的个体,而在述说于更多事物者中,有些述说于在种上相异的事物,如属、种差与偶性。因为属——例如动物——述说于许多种,如人、马和狗;种差——例如理性的——既述说于人也述说于天使,而必死的述说于马、人和其余动物;偶性也述说于许多种,因为它既述说于白,也述说于黑,以及站立与坐着。而述说于在数上相异的事物者,则有种与固有属性。在述说于在种上相异的事物者中,有些在“是什么”中被述说,有些则在“是何样的事物”以及“处于何种状态”中[被述说]。在“是什么”中被述说的是属,在“是何样的事物”中被述说的是种差,而在“处于何种状态”中被述说的是偶性;因为当被问及柏拉图处于何种状态时,我们说他健康,或生病,或坐着,或站立,诸如此类。 然而值得提出疑难的是:如果所说的五种名言归结在作为属的“名言”之下,而属又归结在这些名言之下,那么在最属的诸属之上还将存在一个属,这是荒谬的。对此我们说,诸属并非作为事物被归结在这种划分之下,而是作为名言;然而作为事物,最属的诸属则不再归结到任何更为普遍的事物之上。
- 2.20ἐκλεγομένους τὰ χρήσιμα πρὸς τὴν ἑκάστου ἀπόδοσιν
宾格分词 ἐκλεγομένους 与非人称表达 δυνατὸν [ἐστι] 所支配的不定词 ἀποδοῦναι 的逻辑主语(泛指的“人们/我们”)保持一致,表示从划分中挑选出对各自表述有用的项目。
- 2.20Ἄξιον δὲ ἀπορῆσαι, εἰ ὑπὸ τὴν φωνὴν ὡς γένος ἀνάγονται αἱ εἰρημέναι πέντε φωναί
连词 εἰ 引导间接疑问从句,表达疑难(aporia)的内容。在结构上它构成带有归结从句(ἔσται τῶν γενικωτάτων γενῶν γένος)的条件式结构,提出了“如果名言是属,那么在最高属(范畴)之上还将出现属”这一荒谬推论。
- 2.20οὐχ ὡς πράγματα τὰ γένη ἀνάγεται ὑπὸ ταύτην τὴν διαίρεσιν ἀλλ’ ὡς φωναί, ὡς μέντοι πράγματα τὰ γενικώτατα οὐκέτι ἐπί τι κοινότερον ἀνάγεται
由 οὐχ ὡς... ἀλλ' ὡς... 构成的对照结构,并由紧随其后的 ὡς μέντοι... 形成进一步的补充对比。主语 τὰ γένη 指划分中的各个属概念,后半部分的 τὰ γενικώτατα 则指“最高属”(十范畴);句法上表明,诸属仅仅作为名言才从属于“名言”,而作为事物,最高属绝不再归属于任何更普遍的概念之下。
