- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:58.16-61.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥通过将名言划分为无意义与有意义、述说于单一者与述说于多数者,并因非科学对象而排除无意义之词和个体词,从而推导出波菲利五普遍(属、种、种差、固有属性、偶性)的穷尽性与必然性。
Ἵνα δὲ μάθωμεν τίς ποτέ ἐστιν ἡ ἀποδοθεῖσα ὑπογραφὴ καὶ πόθεν εἴληπται, ῥητέον οὕτως (ἅμα δὲ μαθησόμεθα, ὅτι οὐ κατὰ τύχην ὁ Πορφύριος τὰς πέντε ταύτας φωνὰς παρέλαβεν, ἀλλ’ ὅτι ἀνάγκη τρόπον τινὰ πᾶσαν φωνὴν ὑπὸ μίαν τούτων ἀνάγεσθαι τῶν φωνῶν). τῶν φωνῶν αἱ μέν εἰσιν ἄσημοι οἷον κνὰξ βλίτυρι σκινδαψός, αἱ δὲ σημαντικαί, αἵτινες ἢ καθ’ ἑνὸς λέγονται, ὡς ὅταν εἴπωμεν Πλάτωνα ἢ Σωκράτην ἤ τινα τῶν καθ’ ἕκαστα, ἢ κατὰ πλειόνων, αἵτινες ἢ κατ’ οὐσιωδῶν κατηγοροῦνται ἢ κατ’ ἐπουσιωδῶν· ἢ κατὰ διαφερόντων τῷ εἴδει ὡς τὰ γένη καὶ αἱ διαφοραί (ταῦτα δὲ ἐν τῷ τί ἐστι κατηγορεῖται ὡς τὸ γένος ἢ ἐν τῷ ὁποῖόν τί ἐστι ὡς ἡ διαφορά), ἢ κατὰ διαφερόντων τῷ ἀριθμῷ ὡς τὸ εἶδος· ἢ καθ’ ἑνὸς εἴδους κατηγορεῖται ὡς τὸ ἴδιον ἢ κατὰ πλειόνων ὡς τὸ συμβεβηκός. καὶ ἐκ ταύτης τῆς διαιρέσεως φαίνεται ὅτι ἀνάγκη πᾶσα ταῖς εἰρημέναις πέντε κεχρῆσθαι φωναῖς καὶ οὔτε πλείοσιν οὔτε ἐλάττοσιν· εἰρήκαμεν γὰρ ὅτι τῶν φωνῶν αἱ μέν εἰσιν ἄσημοι αἱ δὲ σημαντικαί, καὶ τῶν σημαντικῶν αἱ μὲν καθ’ ἑνὸς κατηγοροῦνται αἱ δὲ κατὰ πλειόνων. τῶν δὲ κατὰ πλειόνων τὸ γένος ἐστὶ καὶ τὸ εἶδος καὶ ἡ διαφορὰ καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. ἑπτὰ οὖν οὐσῶν φωνῶν τῶν ἀσήμων καὶ τῶν καθ’ ἑνὸς λεγομένων καὶ τῶν κατὰ πλειόνων, γένους λέγω καὶ διαφορᾶς καὶ εἴδους καὶ ἰδίου καὶ συμβεβηκότος, τῶν δύο ἐξαιρεθεισῶν φωνῶν αἱ πέντε ὑπολείπονται· ἐξαιροῦνται μὲν γὰρ αἱ ἄσημοι ὡς μηδὲν συμβαλλόμεναι μήτε γραμματικοῖς μήτε ῥήτορσι, πολὺ δὲ μᾶλλον φιλοσόφοις. ἐκβάλλονται δὲ καὶ αἱ καθ’ ἑνός, ἐπειδὴ μερικαὶ ὑπάρχουσι, τὰ δὲ κατὰ μέρος ἄπειρα καὶ ἀπερίληπτα· οἱ δὲ φιλόσοφοι ἐπιστημονικῶς πάντα ἐπαγγέλλονται ἐπίστασθαι· ὡς δέ φησιν ὁ Πλάτων ἐν τῷ Κρατύλῳ ὅτι ‘ἐπιστήμη εἴρηται παρὰ τὸ ἐπὶ στάσιν τινὰ ἄγειν ἡμᾶς καὶ ὅρον τῶν πραγμάτων καὶ τῶν ζητήσεων’.1 ἐπεὶ οὖν τὰ κατὰ μέρος πολλὰ ὄντα καὶ ἄπειρα ἐπιστήμην οὐ ποιοῦσιν, αἱ δὲ καθ’ ἑνὸς κατηγορούμεναι τῶν μερικῶν κατηγοροῦνται, εἰκότως ἐκβάλλονται, καὶ λοιπὸν ἀπομένουσιν αἱ πέντε φωναί, τὸ γένος καὶ τὸ εἶδος καὶ ἡ μέση τούτων διαφορά, τὸ ἴδιον καὶ τὸ συμβεβηκός, ὑφ’ ἃς φωνὰς εὑρήσεις ἅπαντα τελοῦντα καὶ πᾶσαν ἄλλην φωνήν, κἂν κίνησιν εἴπῃς κἂν ἄπειρον. καὶ ταῦτα μὲν νῦν εἴρηται κεφαλαιωδῶς ἐν τῇ διαιρέσει τὴν δὲ πλατυκὴν αὐτῶν ἐξήγησιν ἐφεξῆς ἐξετάσωμεν. Τῶν γὰρ φωνῶν αἱ μέν εἰσιν ἄσημοι, οἷον κνὰξ βλίτυρι σκινδαψός, αἱ δὲ σημαντικαί. καὶ οὐδεὶς ἡμῖν περὶ τῶν ἀσήμων λόγος. λέγονται οὖν αἱ μὲν ἄσημοι ἀκατηγόρητοι ὡς μὴ κατά τινος ἀγορευόμεναι ἢ λεγόμεναι. καὶ τῶν σημαντικῶν αἱ μὲν καθ’ ἑνὸς λέγονται εἶναι ὡς Σωκράτης Πλάτων, αἱ δὲ κατὰ πλειόνων, ὡς τὰ γένη καὶ τὰ εἴδη καὶ αἱ διαφοραὶ καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκότα. εἴρηται δὲ ὅτι περὶ τῶν μερικῶν οὐδεὶς λόγος τοῖς φιλοσόφοις. τῶν δὲ κατὰ πλειόνων λεγομένων αἱ μὲν οὐσιωδῶς κατηγοροῦνται ὡς τὰ γένη καὶ αἱ διαφοραὶ καὶ τὰ εἴδη (συμπληρωτικὰ γάρ ἐστι τῆς οὐσίας), αἱ δὲ οὐκ οὐσιωδῶς ὡς τὰ ἴδια καὶ τὰ συμβεβηκότα οὐ γὰρ συμπληροῖ ταῦτα τὴν τῶν ὑποκειμένων οὐσίαν. τῶν δὲ οὐσιωδῶς κατηγορουμένων τὰ μὲν κατὰ διαφερόντων τῷ εἴδει λέγεται ὡς τὰ γένη καὶ αἱ διαφοραί, τὰ δὲ κατὰ διαφερόντων τῷ ἀριθμῷ, ὡς τὰ εἴδη τῶν ἀτόμων, ἅτινα διαφέρει ἀλλήλων οὐ τῷ εἴδει ἀλλὰ τῇ ὕλῃ, οἷον Ξάνθον τὸν ἵππον λέγω καὶ Βαλίαν οὗτοι γὰρ οὐ τῷ εἴδει διαφέρουσιν ἀλλήλων, ἀλλὰ τῇ ὕλῃ. * * καὶ πάλιν ὁ δέκα ἀριθμὸς σύγκειται ἐκ δέκα μονάδων οὐ συγκεχυμένων ἀλλ’ ἀλλήλων ἀποκεχωρισμένων εἰ γὰρ συνεχέοντο αἱ μονάδες, οὐκ εἴχομεν ἐκ μονάδων λέγειν συγκεῖσθαι τὸν δέκα ἀριθμόν. καὶ τέως ἐκ τούτου ἔχομεν τὴν διαφορὰν τοῦ τε εἴδους καὶ τοῦ γένους καὶ τῆς διαφορᾶς· διαφέρουσι γὰρ ἀλλήλων τῷ τὸ μὲν εἶδος κατὰ διαφερόντων τῷ ἀριθμῷ κατηγορεῖσθαι, τὸ δὲ γένος καὶ τὴν διαφορὰν κατὰ διαφερόντων τῷ εἴδει.2
为了使我们明白所给出的描述究竟是什么以及它是从何处抽取的,必须这样来说(同时我们也将明白,波菲利并非偶然地采纳了这五种名言,而是必然在某种方式上一切名言都被归结在这些名言之一之下)。在名言中,有些是无意义的,如克纳克斯、布利图里、斯金达普索,而另一些则是有意义的。有意义的名言,或者像我们说柏拉图、苏格拉底或个别事物中的某一个时那样述说于单一者,或者述说于更多事物,后者或者述说于本质性的事物,或者述说于非本质性的事物;换言之,或者像属和种差那样述说于在种上相异的事物(它们或者像属那样在“是什么”中被述说,或者像种差那样在“是何样的事物”中被述说),或者像种那样述说于在数上相异的事物;或者像固有属性那样述说于单一的种,或者像偶性那样述说于更多的种。从这种划分中显然可见,使用上述五种名言是绝对必然的,既不能更多也不能更少。因为我们已经说过,在名言中有些是无意义的,有些是有意义的,而在有意义的名言中,有些述说于单一者,有些述说于更多事物。而在述说于更多事物者中,有属、种、种差、固有属性和偶性。因此,既然有七种名言——无意义的、述说于单一者的以及述说于更多事物的(我指的是属、种差、种、固有属性和偶性)——在除去了两种名言之后,剩下的就是五种。因为无意义的名言被除去,是因为它们既对文法学家和修辞学家毫无助益,更遑论对哲学家了。而述说于单一者的名言也被排斥,因为它们是个别的,而个别事物是无限且无法把握的;但哲学家声称要科学地认识一切事物。正如柏拉图在《克拉底鲁篇》中所说的那样:“知识是因将我们引向事物与探究的某种静止和界限而得名的”。因此,既然个别事物繁多而无限,不能产生知识,而述说于单一者的名言又是述说于个别事物的,故它们合乎情理地被排斥,其余便留下了五种名言:属、种、处于它们中间的种差、固有属性以及偶性;你将发现一切事物以及任何其他名言都归属于这五种名言之下,即使你说的是运动或无限。这些事情现在已经在划分中概括地讲过了,下面让我们依次考察它们详尽的解释。 因为在名言中,有些是无意义的,如克纳克斯、布利图里、斯金达普索,而另一些则是有意义的。我们对无意义的名言不加讨论。因此,无意义的名言被称为“无述谓的”,因为它们不针对任何事物被宣说或讲述。而在有意义的名言中,有些如苏格拉底、柏拉图那样被说成是针对单一者的,而另一些则是针对更多事物的,如属、种、种差、固有属性和偶性。并且已经说过,哲学家对个别事物不加讨论。而在述说于更多事物的名言中,有些是本质性地被述说的,如属、种差和种(因为它们是本质的补足部分),而有些则非本质性地被述说,如固有属性和偶性;因为这些并不补足底层事物的本质。而在本质性地被述说的名言中,有些如属和种差那样述说于在种上相异的事物,有些则如个体的种那样述说于在数上相异的事物,这些个体不是在种上而是在质料上彼此相异;例如我指马匹克珊托斯和巴利奥斯,因为它们不是在种上而是在质料上彼此相异。* * 再次,十这个数由十个并非混淆而是彼此分离的单位组成;因为如果诸单位被混淆,我们便不能说十这个数由诸单位组成。暂且由此我们便得出了种、属和种差的区别;因为它们彼此相异在于:种述说于在数上相异的事物,而属和种差述说于在种上相异的事物。
- 2.20ὡς δέ φησιν ὁ Πλάτων ἐν τῷ Κρατύλῳ ὅτι ‘ἐπιστήμη εἴρηται παρὰ τὸ ἐπὶ στάσιν τινὰ ἄγειν ἡμᾶς καὶ ὅρον τῶν πραγμάτων καὶ τῶν ζητήσεων’
在连接词短语 ὡς...φησιν(“正如……所说”)之后赘加了 ὅτι。这种冗余搭配在后古典希腊语散文中引入引语或间接叙述时十分常见。ὅτι 引导的从句构成了 φησιν 的引述内容。
- 2.20διαφέρουσι γὰρ ἀλλήλων τῷ τὸ μὲν εἶδος κατὰ διαφερόντων τῷ ἀριθμῷ κατηγορεῖσθαι, τὸ δὲ γένος καὶ τὴν διαφορὰν κατὰ διαφερόντων τῷ εἴδει
由与格冠词 τῷ 引导的带冠词不定式(τὸ μὲν εἶδος... κατηγορεῖσθαι...)充当表示原因或考量维度的与格(“在于/由于……这一点”),说明了 διαφέρουσι γὰρ ἀλλήλων 的区别根据。不定式的逻辑主语采用宾格(τὸ μὲν εἶδος 以及后半句的 τὸ δὲ γένος καὶ τὴν διαφοράν)。
