← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§5.8-6.29

抉择之死与技术之技术的定义

阿摩尼奥斯通过区分自然的死与摆脱肉体羁绊的抉择之死,解决了将哲学定义为修习死亡的疑难;随后解释了为何关于认识存在之物的定义被划归为取自主体而非取自终极目的,并进而引入基于优越性的新定义——“技术之技术与科学之科学”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#3

πρόσεχε τοῖς λεγομένοις, καὶ λυθήσεται ἡ ἀπορία. ἰστέον ὅτι τοῦ ἀνθρώπου συνθέτου ὄντος ἐκ ψυχῆς καὶ σώματος καὶ ὁ σύνδεσμος διττὸς καὶ ἡ τῆς ψυχῆς λύσις διττή· ἔστι γὰρ ὁ φυσικὸς λεγόμενος δεσμός, καθ’ ὃν τῇ ψυχῇ δέδεται τὸ σῶμα καὶ ζωοποιεῖται ἐξ αὐτῆς, ἔστι καὶ ὁ προαιρετικὸς δεσμός, καθ’ ὃν ἡ ψυχὴ τῷ σώματι δέδεται δουλεύουσα αὐτῷ κεκρατημένη ὑπ’ αὐτοῦ. διττὴ οὖν καὶ ἡ λύσις, ἡ μὲν τοῦ σώματος ἀπὸ τῆς ψυχῆς, ἡ δὲ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. καὶ ὁ θάνατος διττός, ὁ μὲν φυσικός, καθ’ ὃν πάντες οἱ ἄνθρωποι ἀποθνήσκομεν, τοῦτ’ ἔστι καθ’ ὃν χωρίζεται τὸ σῶμα ἀπὸ τῆς ψυχῆς, ὁ δὲ προαιρετικός, καθ’ ὃν οἱ φιλόσοφοι μελετῶσι χωρίζειν τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. καὶ κατὰ τοῦτο λέγονται μελετᾶν θάνατον, τοῦτ’ ἔστι χωρισμὸν ψυχῆς ἀπὸ τοῦ σώματος. ἰστέον δὲ ὅτι οὐ πάντως τοῦ σώματος χωρισθέντος τῆς ψυχῆς καὶ ἡ ψυχὴ χωρίζεται τοῦ σώματος·1 αἱ γὰρ φιλοσώματοι ψυχαὶ καὶ μετὰ θάνατον τῶν σωμάτων ἔτι περιέπουσιν ἔρωτα, καὶ τούτων εἶναί φασι τὰ φαινόμενα περὶ τοὺς τάφους σκιοειδῆ φαντάσματα. ἀλλ’ οὐδὲ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος χωριζομένης τὸ σῶμα παντελῶς χωρίζεται τῆς ψυχῆς· οἱ γὰρ φιλοσόφως ζῶντες καὶ ἐν τῇ ζωῇ ὄντες ἔτι χωρίζουσιν ἑαυτοὺς τοῦ σώματος. ἔστιν οὖν ἡ φιλοσοφία μελέτη θανάτου, τοῦτ’ ἔστι μελέτη χωρισμοῦ ψυχῆς ἀπὸ τοῦ σώματος. Ζητῆσαι δὲ λοιπὸν ἄξιον, ὡς εἰ τέλος ἔχει ἡ φιλοσοφία τὴν τῶν ὄντων γνῶσιν, πῶς τὸν ὁρισμὸν τὸν λέγοντα “γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί”, καὶ πάλιν “γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων”, ἐκ τοῦ ὑποκειμένου φαμὲν2 καὶ οὐκ ἐκ τοῦ τέλους. ὡς γὰρ τὴν ἰατρικὴν ἐπιστήμην περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένην ἐκ τοῦ ὑποκειμένου φαμὲν ὁρίζεσθαι, ὅταν δὲ ὑγείας περιποιητικήν, ἐκ τοῦ τέλους, ὅτι τούτου στοχάζεται, οὕτω δὴ καὶ ἐπὶ τῆς φιλοσοφίας, εἰ τέλος ἔχει τὴν τῶν ὄντων γνῶσιν, ἐκ τοῦ τέλους εἶναι λέγειν δεῖ τοὺς ἀποδιδομένους ὁρισμούς. ἐκεῖνο δὲ πρῶτον σκοπητέον, ὡς ἡ μὲν φιλοσοφία τὸ μέν τι ἔχουσα μέρος θεωρητικὸν τὸ δὲ πρακτικὸν διττὸν ἔχει καὶ τὸ τέλος· ὅταν γὰρ λέγωμεν εἶναι θανάτου μελέτην τὴν φιλοσοφίαν, ἐκ τοῦ πρακτικοῦ τέλους αὐτὴν ὁριζόμεθα, ὅταν δὲ γνῶσιν τῶν ὄντων ᾗ ὄντα ἐστίν, ἐκ τοῦ γνωστικοῦ, ὅταν δὲ ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, ἐξ ἀμφοῖν. ἡ μὲν οὖν ἰατρικὴ μικτὴ οὖσα, ὅταν μὲν κατὰ μόνον τὸ θεωρητικὸν αὐτῆς ὁρίζηται, λέγεται ἐπιστήμη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη (καὶ εἰκότως ἐκ τοῦ ὑποκειμένου αὐτῆς τὸν ὁρισμόν φαμεν τοῦτον), ὅταν δὲ κατὰ τὸ οὗ ἕνεκεν τοιαύτῃ χρῆται θεωρίᾳ,3 ὑγείας εἶναι περιποιητική, καὶ ἐκ τοῦ τέλους εἶναι τοῦτον λέγομεν τὸν ὁρισμόν. ἡ δὲ φιλοσοφία ἁπλοῦν ἔχουσα τὸ θεωρητικὸν εἶδος (αὐτοῦ γὰρ καὶ μόνου ἕνεκεν γίνεται τοῦ γνῶναι τὰ πράγματα) οὐκ ἂν ἄλλον μὲν ἐκ τοῦ ὑποκειμένου δέξαιτο ὁρισμόν, ἄλλον δὲ ἐκ τοῦ τέλους. ἡ γὰρ γνῶσις τινῶν ἐστι γνῶσις· ἅμα οὖν καὶ ὅτι γνῶσις καὶ τινῶν γνῶσις συμπεριλήψεται. καὶ οἶμαί γε, εἴτε ἐκ τοῦ ὑποκειμένου τὸν τοιοῦτον ὁρισμὸν εἴτε ἐκ τοῦ τέλους εἴποι τις, οὐκ ἂν ἁμάρτοι, μᾶλλον δὲ ἐξ ἀμφοῖν εἴη ἄν. ἀλλ’ ἴσως πρὸς διαστολὴν τῶν ἄλλων ὁρισμῶν, τοῦ τε λέγοντος “ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ” οὐ προσδιορίζοντος ἐν τίσιν ἡ ὁμοίωσις, καὶ τοῦ λέγοντος “μελέτη θανάτου” ἐκ τοῦ ὑποκειμένου τοὺς εἰρημένους ὅρους προσηγορεύσαμεν. Ἔστι δὲ καὶ ἄλλος τῆς φιλοσοφίας ὁρισμὸς Ἀριστοτέλους ἐκ τῆς ὑπεροχῆς αὐτῆς, ἧς ἔχει πρὸς τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας, λέγων “φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν”, τοιῷδέ τινι τρόπῳ πρὸς ταύτην ἰόντος τὴν ἀπόδοσιν. τῶν γνώσεων αἱ μέν εἰσι τέχναις πρέπουσαι, αἳ δὲ ἐπιστήμαις.

请注意听下面的论述,疑难便会迎刃而解。应当知道,既然人是由灵魂和肉体复合而成的,那么结合是双重的,灵魂的解脱也是双重的。因为一方面存在着所谓自然的羁绊,依此肉体被系缚于灵魂并由灵魂赋予生机;另一方面亦存在着抉择的羁绊,依此灵魂被系缚于肉体,服役于肉体并受其支配。因此解脱也是双重的:一种是肉体脱离灵魂,另一种是灵魂脱离肉体。死亡亦是双重的:一种是自然的[死亡],依此我们所有人类皆不免一死,也就是说,依此肉体脱离灵魂;另一种则是抉择的[死亡],依此哲学家们修习使灵魂脱离肉体。正因如此,他们才被说成是在修习死亡,也就是修习灵魂脱离肉体。但应当知道,绝非肉体脱离了灵魂,灵魂就必然脱离肉体;因为恋慕肉体的灵魂即便在肉体死亡之后,仍保持着对肉体的依恋,据说在坟墓周围显现的阴影状幻象便属于这些灵魂。但在另一方面,当灵魂脱离肉体时,肉体亦非全然脱离了灵魂;因为过着哲学生活的人,即便尚在人世之中,便已将自身脱离于肉体。因此,哲学乃是对死亡的修习,即对灵魂脱离肉体的修习。 然而接下来值得探究的是:倘若哲学将对存在之物的认识作为终极目的,我们何以把表述为“存在之物就其作为存在之物而言的认识”、以及表述为“神圣事物与人类事物的认识”的定义,说成是取自主体而非取自终极目的的呢?因为正如我们说,当医学被定义为关于人体的知识时是取自主体,而当其被定义为带来健康的知识时则是取自终极目的(因为以此为目标);同样在哲学上,倘若它将对存在之物的认识作为终极目的,就应当说所给出的定义是取自终极目的。但首先应当考察的是:哲学一方面具有理论部分,另一方面具有实践部分,因而它的终极目的亦是双重的。因为当我们说哲学是对死亡的修习时,我们是从其实践目的来定义它的;当说是“存在之物就其作为存在之物而言的认识”时,是从认知目的[来定义的];而当说是“在人所可能的范围内与神相似”时,则是从两方面[来定义的]。医学由于是混合的,当仅根据其理论方面来定义时,被称为关于人体的科学(我们理所当然说这个定义是取自其主体);而当根据它何以运用此类理论的终极目的来定义时,则被称为带来健康者,我们说这个定义是取自终极目的。然而哲学具有单纯的理论形式(因为它是仅仅为了认识事物这件事本身而产生的),它不会接受一个取自主体的定义而又接受另一个取自终极目的的定义。因为认识总是对某些事物的认识;因此,它是认识以及它是对某些事物的认识,将同时被包含在内。而且依我之见,无论有人将这样的定义称为取自主体抑或取自终极目的,都不会犯错,倒不如说它是兼取自两者的。但或许为了区别于其他定义——即区别于表述为“在人所可能的范围内与神相似”而未进一步限定相似在于何处的定义,以及表述为“对死亡的修习”的定义——我们才把上述定义称为取自主体的。 此外,亚里士多德还从哲学相对于其他诸门科学与技术的优越性出发,给出了哲学的另一个定义,即“哲学乃是技术之技术与科学之科学”,他是大致循着如下途径得出这一表述的。在诸种认识中,有些适合于技术,有些则适合于科学。

语法注3 条
  1. 2.0οὐ πάντως τοῦ σώματος χωρισθέντος τῆς ψυχῆς καὶ ἡ ψυχὴ χωρίζεται τοῦ σώματος

    在属格绝对结构(τοῦ σώματος χωρισθέντος τῆς ψυχῆς)之后,连接词καί用作归结连词(apodotic καί)引入主句。否定词οὐ位于句首修饰πάντως,构成部分否定(“绝非……就必然……”)。

  2. 2.0ὡς εἰ τέλος ἔχει ἡ φιλοσοφία τὴν τῶν ὄντων γνῶσιν, πῶς τὸν ὁρισμὸν ... φαμέν

    在由Ζητῆσαι δὲ λοιπὸν ἄξιον(“值得探究”)所统辖的间接疑问从句中,从属连词ὡς置于句首,紧随条件从句εἰ...,再引出疑问副词πῶς引导的核心分句。ὡς与πῶς叠用,结构的核心在于“在何种意义上/如何说……”。

  3. 2.0κατὰ τὸ οὗ ἕνεκεν τοιαύτῃ χρῆται θεωρίᾳ

    中性冠词τό将表示目的的短语οὗ ἕνεκεν(“为了何种目的”,即目的本身)名词化,作为介词κατά的宾语。其后的τοιαύτῃ χρῆται θεωρίᾳ与该目的相连,构成“根据它何以运用此类理论的终极目的”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:5.8-6.29