← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§56.13-58.15

同名异义者的描述与最上位之属的不可定义性

作者通过十个范畴共享的偶性关系,化解了为同名异义者提供描述是否会导致事物同一化的疑难,继而阐述了描述与定义的种类,并论证了最上位之属与个体为何不接纳完全的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20#2

Ἴσως δέ τις καὶ πρὸς ταῦτα ἡμῖν ἀπορήσειεν, ὅτι εἰ τὰ ὁμώνυμα οὐχ ὁριζόμεθα1 (ὁ γὰρ ὁρισμὸς οὐσίαν σημαίνει, ἐκεῖνα δὲ ψιλά ἐστιν ὀνόματα), διὰ τί αὐτῶν ὑπογραφὴν ἀποδίδομεν· καὶ γὰρ ἡ ὑπογραφὴ διὰ τῆς τῶν συμβεβηκότων συνδρομῆς τὴν ὑποκειμένην αὐτοῖς οὐσίαν σημαίνει· εἰς ἔννοιαν γὰρ ἄγει ἡμᾶς τῆς οὐσίας, ᾗ ταῦτα συμβέβηκεν. ἐπεὶ οὖν μίαν ὑπογραφὴν τῶν ὁμωνύμων ἀποδίδομεν καὶ διὰ τῆς ὑπογραφῆς εἰς ἔννοιαν τῆς ὑποκειμένης οὐσίας ἐρχόμεθα, εὑρεθήσεται οὐ μόνον ὀνόματα ἀλλὰ καὶ πράγματα τὰ αὐτά, ὅπερ ἄτοπον· εὑρεθήσεται γὰρ τὰ δέκα γένη ταὐτὰ οἷον ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὰ ἄλλα, οἷς ἐστι τὸ γένος ὁμώνυμον. ἡ μὲν ἀπορία τοιαύτη. δυνάμει δὲ αὐτὴν ἀρτίως προεπελυσάμεθα, ἐν οἷς ἐλέγομεν ἐνδέχεσθαι καὶ τοῖς διαφέρουσι κατ’ οὐσίαν τὰ αὐτὰ συμβεβηκέναι, καθ’ ἃ καὶ ἡ ὑπογραφὴ γίνεται. ὥσπερ οὖν καὶ ταῖς δέκα κατηγορίαις τὴν αὐτὴν συνέβη πρὸς τὰ ὑπ’ αὐτὰς σχέσιν ἀναδέξασθαι2 ὡς γὰρ ἡ οὐσία περιεκτικὴ οὖσα σώματος καὶ ἀσωμάτου γένος αὐτῶν ἐστὶν ἐκείνων εἰδῶν ὄντων, οὕτω καὶ τὸ ποσὸν δύο εἰδῶν τοῦ συνεχοῦς καὶ τοῦ διωρισμένου περιεκτικὸν ὂν γένος αὐτῶν ἐστιν, καὶ τὸ ποιὸν ὡσαύτως πλείονα εἴδη περιέχον γένος αὐτῶν ἐστι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ὥστε ἡ αὐτὴ σχέσις πάσαις ταῖς κατηγορίαις συμβέβηκε, καὶ οὐ δεῖ θαυμάζειν, εἰ τῶν κατ’ οὐσίαν διαφερόντων ἐνδέχεται μίαν ὑπογραφὴν ἀποδιδόναι καὶ μὴ ταὐτὰ ποιεῖν τὰ ὑπογραφόμενα πράγματα. αὐτίκα γοῦν ἐν τοῖς δέκα γένεσιν ὅμοιόν ἐστι τὸ κατὰ πλειόνων κατηγορεῖσθαι, ἀλλ’ οὐ κατὰ τῶν αὐτῶν ἢ κατὰ τοσούτων (τὸ μὲν γάρ, εἰ τύχοι, κατηγορεῖται κατὰ τεσσάρων εἰδῶν τὸ δὲ κατὰ τοσῶνδε ἢ τοσῶνδε), καὶ πάντα ὁμώνυμά ἐστι καὶ κατὰ πλειόνων κατηγορεῖται, οὐ μὴν ἢ τῶν αὐτῶν ἢ ὁμοίως. Ἡ μὲν οὖν ὑπογραφὴ λαμβάνεται ἢ ἐξ ἐτυμολογίας ἢ ἐκ τῆς τῶν συμβεβηκότων συνδρομῆς, ἣ καὶ κυρίως ὑπογραφὴ λέγεται.3 ἐξ ἐτυμολογίας μὲν οἷον ‘ἄνθρωπός ἐστι τὸ δυνάμενον ἄνω ἀθρεῖν ἢ ἀναθρεῖν ἃ ὄπωπεν ἢ τὸ ἄνωθεν ἔχον τοὺς ὦπας’, ἐκ τῶν συμβεβηκότων δέ, ὡς ἔφθημεν ἤδη εἰπόντες. ὁ δὲ ὁρισμὸς ἢ ἐξ ὕλης λαμβάνεται, ὥσπερ ὁριζόμεθα τὸν θυμὸν ‘ζέσιν τοῦ περικαρδίου αἵματος’, ἢ ἐξ εἴδους ὡς τὸ ‘ὄρεξις ἀντιλυπήσεως’ ἢ ἐκ τοῦ συναμφοτέρου ὡς τὸ ‘ζέσις τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως’. καὶ ὅτε μὲν ἐξ ὕλης μόνης ἢ ἐξ εἴδους μόνου ἐλήφθη, ἀτελής ἐστιν, ὅτε δὲ ἐκ τοῦ συναμφοτέρου, τότε ἐστὶ τέλειος ὅρος, ἐπειδὴ τὸ συναμφότερον σημαίνει. ἔστι δὲ τέλειος ὅρος ὁ ἐκ γένους καὶ συστατικῶν διαφορῶν ἐπέχει γὰρ τὴν μὲν τῆς ὕλης τάξιν τὸ γένος, τὴν δὲ τοῦ εἴδους αἱ διαφοραί. τοῦτον τοίνυν τὸν ὅρον τὰ μέσα τῶν πραγμάτων ἐπιδέχεται, οὔτε δὲ τὰ πρώτιστα οὔτε τὰ ἔσχατα οὔτε γὰρ τὰ ἔσχατα γένη ἔχει οὔτε μὴν συστατικὰς διαφορὰς ἀλλ’ εἴδη, οἷον τὰ ἄτομα· ὅθεν καὶ αὐτῶν ὑπογραφὰς καὶ οὐχ ὁρισμοὺς ἀποδίδομεν, οἷον Σωκράτης ἐστὶν υἱὸς Σωφρονίσκου Ἀθηναῖος φιλόσοφος προγάστωρ φαλακρὸς γρυπὸς καὶ εἴ τι ἄλλο συμβέβηκεν αὐτῷ. ὅσοι δὲ λέγουσι διαφορὰς ἔχειν τὰ γενικώτατα συστατικάς,4 οὐκ ὀρθῶς λέγουσιν· οὐ γὰρ συστατικὰς ἔχει διαφορὰς ἀλλὰ διαιρετικάς, εἴ γε πᾶν τὸ συστατικὸν πρεσβύτερόν ἐστι τοῦ συνισταμένου· ὡς γὰρ καὶ πρὸ ὀλίγου εἶπον, αἱ συστατικαί τινων διαφοραὶ πολλῷ πρότερον τῶν γενικωτέρων εἰσὶ διαιρετικαί· τὸ γὰρ λογικὸν καὶ τὸ θνητὸν συστατικὰ τοῦ ἀνθρώπου ὄντα καὶ τὸ θνητὸν καὶ τὸ ἄλογον τοῦ ἵππου διαιρετικά ἐστι τοῦ γένους, λέγω δὴ τοῦ ζῴου· τοῦτο γὰρ διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, εἰς θνητὸν καὶ ἀθάνατον. καλῶς ἄρα εἴρηται ὅτι αἱ συστατικαί τινων διαφοραὶ πρεσβύτεραι αὐτῶν εἶναι βούλονται,5 τοῦ δὲ γενικωτάτου πρεσβύτερον οὐδέν. τούτων οὖν οὕτως ἐχόντων εἰκότως τὴν τοῦ γένους τοῦ καθόλου διδασκαλίαν δι’ ὑπογραφῆς ποιεῖται ὁρισμὸν αὐτοῦ ἀποδοῦναι μὴ ἔχων.

或许有人也会就这些事情向我们提出这样的疑难:如果我们不对同名异义者进行定义(因为定义表明本质,而那些只是空洞的名称),为什么我们要给出它们的描述(略图)呢?因为描述也是通过诸偶性的汇聚来表明居于其底层的本质的;因为它将我们引向这些偶性所附随的本质的概念。因此,既然我们为同名异义者给出一个单一的描述,并且通过该描述而达到对底层本质的概念,那么不仅名称、而且事物本身也将被发现是相同的,这乃是荒谬的;因为十个属——如实体、数量、性质以及属对其为同名异义的其他诸项——将被发现是相同的。疑难便是如此。 但在潜能上,我们刚才在我们说即使对于在本质上相异的事物也可能附随相同的偶性(描述正是据此形成的)那些话中,已经预先解决了这个疑难。因此,正如对于这十个范畴而言,承受朝向从属于它们的诸项的同一关系也是附随发生的。因为正如实体由于包容物体与非物体而成为它们的属,而那些则是种,数量也同样由于包容两个种(即连续与离散)而成为它们的属,性质也同样包容更多的种而成为它们的属,在其余各项上也是如此;以至于同一关系附随于所有范畴,如果可能为本质相异的事物给出一个单一的描述,却并不使被描述的事物成为同一,这也就不必感到惊奇了。例如,在十个属中,“被述说于更多事物”是相似的,但绝非述说于相同的事物或同样数量的事物(因为某一个如果碰巧是述说于四个种,另一个则是述说于这么多或那么多种);并且一切都是同名异义的且被述说于更多事物,却绝非述说于相同的事物,亦非以同样的方式。 于是,描述或者是从词源中抽取的,或者是从诸偶性的汇聚中抽取的,后者也被严格地称为描述。一方面,从词源中抽取的,例如“人是能够向上仰望者,或反思所见之物者,或在上部拥有眼睛者”;另一方面,从诸偶性中抽取的,正如我们前面已经说过的。而定义或者是从质料中抽取的(正如我们将愤怒定义为“心脏周围血液的沸腾”),或者是从形式中抽取的(如“对报复的欲望”),或者是从两者结合中抽取的(如“由于对报复的欲望而引起的心脏周围血液的沸腾”)。当它仅仅从质料或仅仅从形式中抽取时,是不完全的;而当从两者结合中抽取时,那时才是完全的定义,既然它表明了两者的结合。完全的定义是由属和构成性种差组成的;因为属占据质料的位序,而诸种差占据形式的位序。因此,事物中的居间者接纳这种定义,而最先者和最后者均不接纳;因为最后者既没有属,也没有构成性种差,而是〔有〕种,例如诸个体;由此我们也给出它们的描述而非定义,例如“苏格拉底是索弗罗尼斯科之子、雅典人、哲学家、大肚、秃顶、钩鼻”,以及任何其他附随于他的东西。凡是说最属性的事物(最普遍的属)具有构成性种差的人,都说得不正确;因为如果凡是构成性的东西都比被构成者更为优先(更为年长),那么它所拥有的就不是构成性种差,而是划分性种差;因为正如我不久前也说过的,某些事物的构成性种差,远在此前就是更具属性之物的划分性种差;因为“理性的”和“有死的”作为人的构成性种差,以及“有死的”和“无理性的”作为马的构成性种差,都是属(我指的是动物)的划分性种差;因为这[动物]被划分为理性的与无理性的,有死的与不死的。因此说得很好:某些事物的构成性种差倾向于比它们更为优先,但没有任何东西比最属性的事物更为优先。因此,既然这些情况是如此,他在无法给出属的定义的情况下,合乎情理地通过描述进行了关于普遍之属的教授。

语法注5 条
  1. 2.20Ἴσως δέ τις καὶ πρὸς ταῦτα ἡμῖν ἀπορήσειεν, ὅτι εἰ τὰ ὁμώνυμα οὐχ ὁριζόμεθα

    连词 ὅτι 引出动词 ἀπορήσειεν 的内容,统摄条件从句 εἰ... 以及随后的间接疑问句 διὰ τί αὐτῶν ὑπογραφὴν ἀποδίδομεν,构成“提出‘如果……为何……’这样的疑难”。

  2. 2.20ὥσπερ οὖν καὶ ταῖς δέκα κατηγορίαις τὴν αὐτὴν συνέβη πρὸς τὰ ὑπ’ αὐτὰς σχέσιν ἀναδέξασθαι

    无人称动词 συνέβη 带与格 ταῖς δέκα κατηγορίαις,并不定式短语 τὴν αὐτὴν... σχέσιν ἀναδέξασθαι 作真正主语,意为“十个范畴承担起同一关系也是附随发生的”。随后的 ὡς γὰρ... οὕτω καὶ... 对此作了具体展开。

  3. 2.20ἣ καὶ κυρίως ὑπογραφὴ λέγεται

    阴性关系代词 ἣ 的先行词是介词短语 ἐκ τῆς τῶν συμβεβηκότων συνδρομῆς 中所蕴含的阴性名词(即从诸偶性汇聚中抽取的描述)。

  4. 2.20ὅσοι δὲ λέγουσι διαφορὰς ἔχειν τὰ γενικώτατα συστατικάς

    此处存在倒装(hyperbaton),修饰语 συστατικάς 与被修饰词 διαφορὰς 被隔开。不定式 ἔχειν 的宾格主语是 τὰ γενικώτατα,宾语是 διαφορὰς... συστατικάς,意为“凡是说最属性的事物具有构成性种差的人”。

  5. 2.20αἱ συστατικαί τινων διαφοραὶ πρεσβύτεραι αὐτῶν εἶναι βούλονται

    动词 βούλονται 此处用于抽象概念,表示事物的本性倾向或通则(“倾向于……”、“按其本性总是……”),而非主观意愿。πρεσβύτεραι 表示在本性或逻辑顺序上的在先(更为优先)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:56.13-58.15