- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:54.5-56.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐明了定义(horos)与描述/略图(hypographe)基于本质与偶性的区别,并论证了波菲利之所以为“属”给出描述而非定义的两个原因:最普遍的属没有更高级的属和构成性种差,以及“属”在十个范畴之间是同名异义的。
" p. 2, 15 Ὃ καὶ ὑπογράφοντες ἀποδεδώκασι." Δεῖ οὖν ἡμᾶς πρότερον εἰπεῖν, τί ἐστιν ὑπογραφὴ καὶ τί ὅρος, καὶ τί διαφέρει ὁρισμὸς ὑπογραφῆς, εἶθ’ ἑξῆς τὴν αἰτίαν ζητῆσαι, τίνος ἕνεκεν δι’ ὑπογραφῆς αὐτὸ διδάσκει καὶ μὴ δι’ ὁρισμοῦ, καίτοι γε εἰώθασιν οἱ ὁρισμοὶ τὴν οὐσίαν τοῦ ὑποκειμένου σημαίνειν πράγματος καὶ περικλείειν μὲν τὰ οἰκεῖα οὐδὲν δὲ ἀφαιρεῖσθαι τῶν ἀλλοτρίων.1 ῥητέον οὖν ὡς ἕκαστον τῶν πραγμάτων καὶ ἕν ἐστι καὶ πολλά. καὶ διὰ τοῦτο σημαίνεται ἕκαστον καὶ δι’ ὀνόματος καὶ διὰ λόγου· δι’ ὀνόματος μὲν ὅταν ὡς ἕν τι θεωρῆται, διὰ λόγου δὲ ὅταν ὡς πολυμερές. οἷον τὸν ἄνθρωπον σημαίνομεν καὶ διὰ τοῦ ‘ἄνθρωπος’ ὀνόματος καὶ διὰ τοῦ λόγου τοῦ λέγοντος ‘ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν.’ οὗτος δὲ ὁ λόγος ὁ σημαντικὸς τῶν ὑποκειμένων πραγμάτων ἢ ἐκ τῶν κατ’ οὐσίαν ὑπαρχόντων τοῖς πράγμασιν εἰλημμένος ἐστὶν ἢ ἐκ τῶν συμβεβηκότων αὐτοῖς· εἰ μὲν οὖν ἐκ τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτοῖς λαμβάνεται, καλεῖται ὁρισμὸς ὡς ζῷον λογικὸν θνητόν (συμπληροῖ γὰρ ταῦτα τὴν οὐσίαν τοῦ ἀνθρώπου), εἰ δ’ ἐκ τῶν συμβεβηκότων αὐτοῖς εἰλημμένος ᾖ, καλεῖται ὑπογραφή, οἷον ἄνθρωπός ἐστι ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον χερσὶ χρώμενον· ταῦτα γὰρ ἐπισυμβέβηκε τῇ τοῦ ἀνθρώπου οὐσίᾳ· οὐ γὰρ συμπληροῖ ταῦτα τὴν τοῦ ἀνθρώπου οὐσίαν, ἀλλ’ ἐπισυμβέβηκεν αὐτῇ. ταύτῃ οὖν διαφέρει ὁ ὁρισμὸς τῆς ὑπογραφῆς τῷ τὸν ὁρισμὸν ἐκ τῆς οὐσίας δεικνύναι τὰ πράγματα, τὴν δὲ ὑπογραφὴν ἐκ τῶν συμβεβηκότων.2 ὑπογραφὴ δὲ λέγεται οἷον σκιαγραφία τις οὖσα· ὥσπερ γὰρ ἡ παρὰ τοῖς γραφεῦσι σκιαγραφία δηλοῖ μὲν τὸ μίμημα τῆς εἰκόνος, οὐ μὴν διηρθρωμένως, οὕτως καὶ ἡ ὑπογραφὴ δηλοῖ μέν πως τὸ πρᾶγμα, οὐ μέντοι διηρθρωμένως· ὁ δὲ ὁρισμὸς αὐτὸ ἡμῖν τὸ πρᾶγμα σαφῶς παρίστησιν. ἀναλογεῖ οὖν ὁ μὲν ὁρισμὸς τῇ τελείᾳ γραφῇ, ἡ δὲ ὑπογραφὴ τῇ σκιαγραφίᾳ· διὸ καὶ ὑπογραφὴ λέγεται. Ἐπεὶ οὖν οἱ ὁρισμοὶ λαμβάνονται ἐκ γένους καὶ συστατικῶν διαφορῶν, τοῦ δὲ καθολικωτάτου γένους οὐκ ἔστι γένος, ἵνα ἐξ αὐτοῦ καὶ τῶν διαφορῶν τὸν τοῦ γένους ἀποδῷ ὁρισμόν, περὶ δὲ τοῦ καθολικωτάτου γένους αὐτῷ νῦν ὑπάρχει ὁ λόγος· διὰ τοῦτο μὴ δυνάμενος ὁρισμὸν τοῦ γένους ἀποδοῦναι ὁ Πορφύριος, δι’ ὑπογραφῆς αὐτὸ ἐσήμανεν· ἐφ’ ὧν γὰρ πραγμάτων μὴ δυνάμεθα ὁρισμοὺς ἀποδοῦναι, ἀγαπῶμεν δι’ ὑπογραφῆς αὐτὰ σημαίνειν. ἀποροῦμεν δὲ ὁρισμῶν ἐπὶ τοῦ γένους πρῶτον μέν, ὡς ἤδη εἴπομεν, διότι περὶ τοῦ ἁπλῶς γένους ποιούμεθα τὸν λόγον τὸν παντὶ γένει ἐφαρμόσαι δυνάμενον, οὐκ ἔστι δὲ τοῦ καθολικωτάτου γένους εὑρεῖν γένος (οὕτω γὰρ οὐκ ἂν εἴη καθολικώτατον), γένους δὲ μὴ ὄντος οὐδὲ ὁρισμὸν ἐνδέχεται εἶναι· πᾶς γὰρ ὁρισμὸς ἐκ γένους σύγκειται καὶ διαφορῶν τῶν συστατικῶν τοῦ ὁριστοῦ, γένους δὲ μὴ ὄντος οὐδὲ τὰς συστατικὰς διαφορὰς ἐνδέχεται εἶναι· αἱ γὰρ συστατικαὶ διαφοραὶ τῶν εἰδῶν αἱ αὐταὶ τῶν γενῶν εἰσι διαιρετικαί, ὡς προϊόντες μαθησόμεθα· οὗ ἄρα μὴ ἔστι γένος, τούτου οὐδὲ συστατικὰς διαφορὰς εἶναι ἐνδέχεται· μήτε οὖν γένους ὄντος μήτε συστατικῶν διαφορῶν τοῦ καθολικωτάτου γένους οὐδ’ ὁρισμὸν αὐτοῦ εἶναι ἐνδέχεται. πρῶτον μὲν οὖν διὰ τοῦτο οὐκ ἔστιν ὁρισμὸν ἀποδοῦναι τοῦ γένους. ἔπειτα καὶ διότι ὁμώνυμόν ἐστι τὸ γένος (δεκαχῶς γὰρ λέγεται, ὡς ἐν ταῖς Κατηγορίαις ἔστι μαθεῖν)· τῶν δὲ ὁμωνύμων οὐκ ἔστιν ὅρους ἀποδοῦναι, ἐπειδὴ καὶ ὀνόματά ἐστι μόνον ψιλὰ τοῖς πράγμασι τοῖς ὑπ’ αὐτῶν σημαινομένοις διαφέροντα·3 ὁ δὲ ὁρισμὸς οὐσίαν σημαίνει· ὧν δὲ οἱ ὁρισμοὶ οἱ αὐτοί, τούτων καὶ τὰ πράγματα τὰ αὐτά· οὐκ ἄρα ἐνδέχεται τῶν ὁμωνύμων ἕνα κοινὸν ὁρισμὸν ἀποδοῦναι. ὅθεν καὶ δι’ ὑπογραφῆς αὐτὰ σημαίνομεν· ἐνδέχεται γὰρ καὶ τοῖς κατ’ οὐσίαν διαφέρουσι τὰ αὐτὰ συμβεβηκότα ὑπάρχειν, ὥσπερ κἀνταῦθα πολλοῖς οὖσι καὶ διαφόροις κατ’ οὐσίαν τοῖς γένεσι μία καὶ ἡ αὐτὴ σχέσις αὐτοῖς συμβέβηκε πρὸς τὰ ὑποβεβλημένα αὐτοῖς εἴδη, καθ’ ἣν τὰ μὲν γένη κέκληται, τὰ δὲ εἴδη. διὰ ταῦτα οὖν ὁ Πορφύριος οὐχ ὁρισμὸν τοῦ ἁπλῶς γένους ἀλλ’ ὑπογραφὴν ἀποδέδωκεν, ἵνα κατὰ τῶν δέκα γενῶν αὐτὴν ἁρμόσαι δύνηται.
“他们也是通过作略图来给出它的。” 因此,我们首先必须说明什么是描述(略图),什么是定义,以及定义与描述有何不同,接着探寻他究竟为了什么原因通过描述而非通过定义来教授它,尽管定义习惯于表明底层事物的本质,并且将固有者包容在内而丝毫不接纳外来者。于是必须说,诸事物的每一者既是一又是多。并且由于这个缘故,每一者既通过名称也通过叙说被表明:一方面,当它被视为某种“一”时,通过名称被表明;另一方面,当它被视为多部分时,通过叙说被表明。例如,我们既通过“人”这个名称来表明人,也通过那说“能接受理知与知识的有死理性动物”的叙说来表明人。而这表明底层事物的叙说,或者是从本质上属于诸事物的东西中抽取的,或者是从属于它们的偶性中抽取的。于是,如果它是从本质上属于它们的东西中抽取的,就被称为定义,如“有死理性动物”(因为这些充实了人的本质);但如果它是从属于它们的偶性中抽取的,就被称为描述,例如“人是直立行走、扁甲、使用双手的动物”;因为这些是附随于人的本质的;因为这些并不充实人的本质,而是附随于它。因此,正是在定义从本质展示事物而描述从偶性展示事物这一点上,定义与描述相区别。之所以被称为描述(略图),是因为它犹如某种草图轮廓;因为正如画师那里的草图轮廓显明形象的模拟之物但并不清晰分明,描述也同样以某种方式显明事物,却绝非清晰分明;而定义则向我们清楚地呈现事物本身。因此,定义相当于完成的绘画,而描述相当于草图轮廓;这也是它被称为略图的原因。 于是,既然定义是从属与构成性种差中抽取的,而最普遍的属并没有属,以便让他能从它和诸种差中给出属的定义,而他现在论述的正是关于最普遍的属;因此波菲利由于不能给出属的定义,便通过描述表明了它;因为凡是我们不能给出定义的事物,我们便乐于通过描述来表明它们。我们在属上缺乏定义,首先正如我们已经说过的,是因为我们关于单白之属所作的是能适用于每一个属的论述,而为最普遍的属找到属是不可能的(因为若那样它就不是最普遍的了),在属不存在时,定义也就不可能存在;因为每一个定义都是由属以及被定义者的构成性种差组成的,而在属不存在时,构成性种差也就不可能存在;因为诸种的构成性种差正是诸属的划分性种差,正如我们在前进中所要学到的;因此,凡是没有属的东西,它也就不可能有构成性种差;于是,最普遍的属既没有属也没有构成性种差,它的定义也就不可能存在。于是,首先是由于这个缘故,不可能给出属的定义。 其次,也是由于“属”是同名异义的(因为正如在《范畴篇》中可以学到的那样,它以十种方式被言说);但对于同名异义者是不可能给出界说的,既然它们只是在被它们表明的事物上各不相同的空洞名称;而定义表明本质;凡是定义相同的事物,它们的事物也是相同的;因此,不可能为同名异义者给出一个共同的定义。于是我们也通过描述来表明它们;因为甚至对于本质上不同的事物,具有相同的偶性也是可能的,正如在此处,尽管诸属在本质上是多数且各异的,但在它们身上却附随着对从属于它们的诸种的同一个关系,依照这一关系,前者被称为属,后者被称为种。因此由于这些缘故,波菲利给出的不是单纯之属的定义,而是描述,以便他能将它适用于这十个属。
- 2.20περικλείειν μὲν τὰ οἰκεῖα οὐδὲν δὲ ἀφαιρεῖσθαι τῶν ἀλλοτρίων
在让步小词 καίτοι 之后的平行不定词分句。在此 ἀφαιρεῖσθαι 可作中间态(为自身夺取/摄取)或被动态理解;与前半句“包容固有者”(περικλείειν τὰ οἰκεῖα)相对立,此处应理解为中间态,意为“毫不为自身夺取/接纳外来者”(即不将无关属性纳入定义)。在语法和语境上,这表达了定义严格的界限:既不遗漏本质,亦不吸收外来元素。
- 2.20ταύτῃ οὖν διαφέρει ὁ ὁρισμὸς τῆς ὑπογραφῆς τῷ τὸν ὁρισμὸν ἐκ τῆς οὐσίας δεικνύναι τὰ πράγματα, τὴν δὲ ὑπογραφὴν ἐκ τῶν συμβεβηκότων
表示相异的动词 διαφέρει(支配属格 τῆς ὑπογραφῆς)与表示差异方面/原因的带冠词与格不定词短语 τῷ... δεικνύναι 相呼应的句式。τὸν ὁρισμόν 是 δεικνύναι 的宾格主语,而紧接着的 τὴν δὲ ὑπογραφήν 构成平行的省略宾格主语,承前省略了 δεικνύναι。
- 2.20ἐπειδὴ καὶ ὀνόματά ἐστι μόνον ψιλὰ τοῖς πράγμασι τοῖς ὑπ’ αὐτῶν σημαινομένοις διαφέροντα
分词 διαφέροντα(主格中性复数)修饰名词 ὀνόματα。与其相联系的与格短语 τοῖς πράγμασι τοῖς ὑπ’ αὐτῶν σημαινομένοις 是表示方面的与格(dative of respect),意为“在它们所表明的事物方面各不相同的(空洞名称)”。这准确重现了亚里士多德《范畴篇》开篇关于同名异义词的界定结构。
