- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:53.3-54.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯论述了属的第三种含义(即哲学意义上的属,种从属于它)与前两种含义的相似性,并通过命名先后顺序的疑难来解释波菲利使用“或许”一词的原因。
" p. 2, 10’’Ἄλλως δὲ πάλιν γένος λέγεται, ᾧ ὑποτάσσεται τὸ εἶδος, καθ’ ὁμοιότητα ἴσως τούτων εἰρημένον.1" Τρίτον ἀπαριθμεῖται σημαινόμενον τοῦ γένους, περὶ οὗ καὶ τοῖς φιλοσόφοις ὁ λόγος. ὁμοιότητα δέ τινα ἔχει πρὸς τὰ πρὸ αὐτοῦ· ὥσπερ γὰρ τὸ πρῶτον σημαινόμενον τοῦ γένους δύο τινὰς ἔχει σχέσεις, τὴν πολλῶν πρὸς ἕνα καὶ τὴν αὐτῶν πρὸς αὐτούς, οὕτω τὰ εἴδη σχέσιν καὶ πρὸς τὸ γένος καὶ πρὸς ἄλληλα ἔχει. πάλιν ὥσπερ τὸ δεύτερον σημαινόμενον σχέσιν ἔχει ἑνὸς πρὸς ἕνα καὶ τὴν τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ, οὕτω καὶ τοῦτο σχέσιν ἔχει ἑνὸς πρὸς ἕνα, οἷον τοῦ ζῴου πρὸς ἄνθρωπον, αἰτιατοῦ πρὸς αἴτιον. ἴσως μὲν οὖν οἱ ὀνοματοθέται πρῶτοι τὰς διαφόρους τῶν ἀνθρώπων γενέσεις διακρῖναι βουλόμενοι ἐκάλεσαν τὸ μὲν Ἡρακλειδῶν γένος τὸ δὲ Αἰακιδῶν τὸ δὲ Πελοπιδῶν, εἶθ’ ὕστερον οἱ φιλόσοφοι κατὰ μίμησιν τὴν τούτων τὰ παρ’ αὐτοῖς ὠνόμασαν γένη· ὡς γὰρ Ἡρακλειδῶν γένος οἱ ἐξ Ἡρακλέους γενόμενοι, οὕτω δὴ λέγεται καὶ τὸ ζῷον γένος· τῶν γὰρ μερικῶν ζῴων, ἀνθρώπου κυνὸς ἵππου καὶ τῶν ἄλλων, γένος λέγεται τὸ ἁπλῶς ζῷον. πολλάκις δὲ οἱ φιλόσοφοι εὗρον πρότερον2 τὰ παρ’ αὐτοῖς γένη, εἶθ’ ὕστερον ἐπιγινόμενοι οἱ ὀνοματοθέται κατὰ μίμησιν τούτων τὰ ἐν τῇ συνηθείᾳ τῶν ἀνθρώπων γένη ὠνόμασαν· δυνατὸν γὰρ ἑκάτερον ἐπινοεῖν. ἐπεὶ οὖν ἀμφίβολον ὑπάρχει τοῦτο, εἴτε οἱ φιλόσοφοι εὗρον τὴν ἀρχὴν τῆς τοιαύτης ὀνομασίας εἴτε οἱ ὀνοματοθέται, διὰ τοῦτο ἴσως εἶπεν ἀμφιβάλλων καὶ αὐτός.
“此外,种从属于它的东西又在另一种意义上被称为属,这或许是依照与这些事物的相似性而说的。” 属的第三种含义在此被列举出来,这也就是哲学家们所论述的对象。它与在先的诸种含义具有某种相似性;因为正如属的第一种含义具有两种关系,即多对一的关系以及它们相互之间的关系,诸种对属以及相互之间也同样具有关系。再次,正如第二种含义具有一对一的关系以及原因与结果的关系,这第三种含义同样具有一对一的关系,例如动物对人的关系,即结果对原因的关系。于是,或许是命名者们首先意图区分人类的不同血统,因而将这一群体称为赫拉克勒斯后裔之族,将另一群体称为埃阿科斯后裔之族,将另一群体称为珀罗普斯后裔之族,其后哲学家们依照对这些的模仿,将自己论域中的事物命名为属;因为正如从赫拉克勒斯所生之人被称为赫拉克勒斯后裔之族一样,动物确实也被称为属;因为单纯的动物被称为人类、犬、马以及其余具体动物的属。但或许反过来,是哲学家们首先发现了自己论域中的诸属,随后产生的命名者们依照对这些的模仿,将人类习惯中的事物命名为诸属;因为设想这两种可能都是合理的。既然究竟是哲学家们还是命名者们找到了此类名称的源头是存疑的,因此他[波菲利]自己也抱持疑问地说“或许”。
" p. 2, 14 Τριχῶς οὖν τοῦ γένους λεγομένου περὶ τοῦ τρίτου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, ὃ καὶ ὑπογράφοντες ἀποδεδώκασιν." Ἀπαριθμησάμενος ὁ Πορφύριος τὰ σημαινόμενα τοῦ γένους φησὶ περὶ τοῦ τρίτου παρὰ τοῖς φιλοσόφοις εἶναι τὸν λόγον.
“p. 2, 14 于是,属既有三种说法,在哲学家那里的论述则是关于第三种的,他们也是通过给出略图来界定它的。” 波菲利在列举了属的诸含义之后,指出哲学家们那里的论述是关于第三种含义的。
- 2.18καθ’ ὁμοιότητα ἴσως τούτων εἰρημένον
中性单数被动分词 εἰρημένον 既可解释为与主语 γένος 同格或充当其表语性修饰成分,亦可视为一种绝对宾格。此处取与前文的 γένος 语法一致的表语性用法,用以补充说明该“属”之得名情形(“或许依照与这些事物的相似性而被称为属”)。
- 2.18πολλάκις δὲ οἱ φιλόσοφοι εὗρον πρότερον
此处 πολλάκις 与前文的 ἴσως μὲν οὖν 相呼应,按照晚期希腊语习惯并非表示频率(“经常”),而是表示推测或可能性(“或许反过来”、“亦可能”)。下文紧接的 δυνατὸν γὰρ ἑκάτερον ἐπινοεῖν(因为设想二者皆有可能)和 ἐπεὶ οὖν ἀμφίβολον ὑπάρχει τοῦτο(既然此事悬而未决)印证了此处是在列举两种对立的假设可能。
