- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:51.8-53.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯探讨了波菲利为何将属的第一种含义(多对一、多对多)视为现成熟悉者,借由“就自然而言居先”与“就我们而言居先”之认识秩序的倒置解决了这一疑难,并阐明了波菲利为何排除了柏拉图式的最高属及自然学上的质料用法,而将属的枚举严格限定在符合逻辑学探讨的范围之内。
" p. 2, 5 Τοῦτο δὲ ἔοικε πρόχειρον εἶναι τὸ σημαινόμενον." Ἀσάφειάν τινα ἐποίησεν ὁ φιλόσοφος ἀμέσως εἰς τὸ πρῶτον σημαινόμενον τοῦ γένους ἐπελθὼν καὶ μὴ ἐπισημηνάμενος αὐτὸ τοῦτο· ὤφειλε γὰρ διορίσασθαι περὶ ποίου σημαινομένου τοῦ γένους διαλέγεται. ὅτι γὰρ περὶ τοῦ προτέρου ποιεῖται τὸν λόγον καὶ οὐ περὶ τοῦ προσεχῶς ἡμῖν εἰρημένου, δηλοῖ τὰ ὑποδείγματα ἃ τίθησι· φησὶ γὰρ ὅτι τοῦτο τὸ σημαινόμενον τοῦ γένους πρόχειρον ἔοικεν ἡμῖν ἐκ τῆς συνηθείας εἶναι καὶ γνωριμώτερον. πρόχειρον δὲ τῇ συνηθείᾳ λέγει σημαινόμενον τὴν ἀφ’ ἑνὸς εἰς πολλοὺς καὶ ἀπὸ πολλῶν εἰς πλῆθος σχέσιν. Ἄξιον δὲ ἀπορῆσαι, διὰ τί τοῦτο πρόχειρον εἶπε, καὶ μὴ τὴν τοῦ ἑνὸς πρὸς ἕνα σχέσιν· τοῦτο γὰρ πρότερον οἶδεν ἡ φύσις· ἕνα γὰρ ἐξ ἑνὸς πρῶτον ποιεῖ, καὶ οὕτως πολλοὺς ἐκ πολλῶν. ἐροῦμεν οὖν πρὸς τοῦτο, ὅτι τὸ μὲν δεύτερον σημαινόμενον τοῦ γένους, ὅ ἐστιν ὡς πρὸς ἡμᾶς δεύτερον, τῇ φύσει πρῶτόν ἐστιν (ἀπὸ γὰρ τοῦ Ἡρακλέους πρότερον εἷς γίνεται, εἶθ’ οὕτως τὸ πλῆθος), τὸ δὲ πρῶτον σημαινόμενον τῇ φύσει ἐστὶ δεύτερον, καὶ τὸ τῇ φύσει δεύτερον ἡμῖν πρῶτον. καὶ καθόλου τὰ τῇ φύσει πρῶτα ἡμῖν ὕστερά εἰσι, τὰ δὲ τῇ φύσει δεύτερα ἡμῖν πρῶτα, οἷον φύσει πρότερον ἡ ὕλη καὶ τὸ εἶδος, ἔπειτα τὰ τέσσαρα στοιχεῖα, εἶτα σάρκες καὶ ὀστέα καὶ τὰ λοιπὰ τῶν ὁμοιομερῶν, εἶτα ἄνθρωπος. καὶ ἡ μὲν φύσις οὕτως ἀπὸ τῶν ἀνωτέρω ἐπὶ τὰ δεύτερα φέρεται, ἡμεῖς δὲ ὡς ἅτε κατωκάρα βαίνοντες καὶ ὕπτια βλέποντες1 καὶ ἀπὸ τῶν προσεχεστέρων ἐπὶ τὰ πόρρω καὶ ἀπὸ τῶν ἐνυλοτέρων ἐπὶ τὰ ἄυλα βουλόμενοι ἔρχεσθαι πρῶτον μὲν γινώσκομεν τὸν ἄνθρωπον, εἶτα ὅτι σύγκειται ἐξ ὀστέων καὶ σαρκῶν, εἶτα ὅτι σύγκειται ταῦτα ἐκ τῶν τεσσάρων στοιχείων, εἶτα ὅτι ταῦτα ἐξ ὕλης καὶ εἴδους. ὥστε τὰ τῇ φύσει πρότερα τῇ γνώσει ἡμῶν ὕστερα γίνονται καὶ τὰ τῇ φύσει ὕστερα ἡμῶν τῇ γνώσει πρότερα· σαφέστερον οὖν τὸ πρῶτον, ἀσαφέστερον δὲ τὸ δεύτερον. διὰ τοῦτο τὴν περὶ αὐτῶν διδασκαλίαν οὕτω προεχειρίσατο ὁ Πορφύριος (δεῖ γὰρ ἐκ τῶν σαφεστέρων ἡμῖν ποιεῖσθαι τὴν διδασκαλίαν), καὶ ὅτι τὸ παρὰ τοῖς φιλοσόφοις γένος, περὶ οὗ ὁ λόγος, ἔοικε τοῖς εἰρημένοις γένεσιν ὁμοιότητά τέ τινα πρὸς ταῦτα ἔχει. Ἄξιον δὲ ἀπορῆσαι, δι’ ἣν αἰτίαν ὄντων καὶ ἑτέρων σημαινομένων τοῦ γένους2 αὐτὸς ταῦτα μόνον ἀπηριθμήσατο. ὅτι δὲ ἔστι καὶ ἕτερα σημαινόμενα, δῆλον ἐντεῦθεν· ὁ γὰρ Πλάτων γένη ἔλεγε τοῦ ὄντος οὐσίαν ταυτότητα ἑτερότητα κίνησιν καὶ στάσιν. ταῦτα τοίνυν οὐκ ἀπηριθμήσατο, ἐπειδὴ προέκειτο αὐτῷ, καθὼς προεσήμανε, περὶ τῶν Ἀριστοτέλει δοκούντων γράψαι. φαίνεται δὲ καὶ ὁ Ἀριστοτέλης αὐτὸς γένος καλῶν3 ἐν τῇ Φυσικῇ τὴν ἑκάστῃ τέχνῃ ὑποκειμένην ὕλην, ὡς ἐν τεκτονικῇ τὰ ξύλα καὶ ἐν ἰατρικῇ τὰ ἀνθρώπινα σώματα καὶ ἐν τοῖς φυσικοῖς ἅπασι τὴν πρώτην ὕλην· ἀλλ’ οὐ πρόκειται τῷ Πορφυρίῳ περὶ τούτων φυσικῶς εἰπεῖν, ἀλλὰ πρεπόντως τῇ λογικῇ πραγματείᾳ.
“而这一含义似乎是现成的。” 这位哲学家[波菲利]直接转入属的第一种含义,而没有明确标出这一点本身,从而造成了某种晦涩;因为他本应当界定自己正在讨论的是属的哪一种含义。因为他是在论述在先的含义,而非我们刚刚谈到的那种含义,这一事实由他所举出的例证便可表明;因为他说属的这一含义从习惯来看似乎对我们而言是现成的、更为人所知的。而他所谓在习惯中现成的含义,乃是指由一至多以及由多至群体的关系。然而值得质疑的是,他为何称这一关系为现成的,而不是称一对一的关系为现成的;因为自然认识到后者更为在先,因为它首先由一产生一,然后才这样由多产生多。对此我们将回答说,属的第二种含义,即就我们而言居次的含义,在自然上是居先的(因为从赫拉克勒斯首先产生出一人,然后由此产生出群体);而第一种含义在自然上是居次的,在自然上居次者对我们而言是居先的。并且一般而言,在自然上居先者对我们而言居后,在自然上居次者对我们而言居先;例如在自然上在先的是质料与形式,其次是四种元素,再次是肉、骨以及其余齐一的部分,再后是人。自然固然是如此从上位之物走向次位之物,而我们则犹如倒立行走、仰面观望一样,意图从较切近之物走向遥远之物,从较具质料性之物走向无质料之物,因此我们首先认识的是人,其次认识到他由骨与肉构成,再次认识到这些由四种元素构成,复次认识到这些由质料与形式[构成]。因此,在自然上在先之物在我们的认识中居后,而在自然上居后之物在我们的认识中居先;所以第一者较为清晰,而第二者较为晦涩。为此波菲利如此着手安排关于它们的教学(因为必须从对我们而言更为清晰的事物开始教学),也是因为哲学家们那里的属,即本论述所围绕的对象,看似与前述的诸种属相仿,且与它们具有某种相似性。然而值得质疑的是,既然属还存在着其他的含义,他自身为何仅列举了这些含义。存在着其他含义这一点从下述事实便显而易见:因为柏拉图曾将实体、同一性、异相、运动和静止称为存在者的诸属。于是,他没有列举这些,是因为正如他预先指出的那样,他的任务是阐述亚里士多德所持的见解。而且亚里士多德本人在《物理学》中显然也把作为各门技艺基础的质料称为属,例如在木工中将木材称为属,在医术中将人体称为属,在一切自然事物中将第一质料称为属;但波菲利的目的并非从自然哲学的角度来谈论这些,而是要以适合于逻辑学研究的方式来谈论。
- 2.17ὡς ἅτε κατωκάρα βαίνοντες καὶ ὕπτια βλέποντες
连词 ὡς ἅτε 与分词 βαίνοντες 和 βλέποντες 连用,表达比喻性的方式或原因(“犹如倒立行走且仰面观望一样”)。这是一种修辞性表达,用以对比事物本身的自然生成次序与人类认识由粗显向本原逆行推进的认知路径。
- 2.17ὄντων καὶ ἑτέρων σημαινομένων τοῦ γένους
由分词 ὄντων 与名词短语 ἑτέρων σημαινομένων 构成的属格独立结构。在上下文中作让步从句理解(“尽管属还存在着其他的含义”)。
- 2.17φαίνεται δὲ καὶ ὁ Ἀριστοτέλης αὐτὸς γένος καλῶν
动词 φαίνεται 与主格分词 καλῶν 搭配构成的动词分词句式。φαίνομαι 接不定词时常表示推测或表象(“似乎”),而接分词时则表示显明的事实(“显见……/现正称……”)。
