← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§49.7-51.7

词义辨析与作为宗族的属之第一义

阿摩尼奥斯紧扣《导论》的文本字句,对“似乎”与“单纯地”的诸种含义进行了分类,进而阐释了属的第一种含义即宗族或亲属关系(指向共同始祖及相互间的关联),并讨论了名称用于区分事物的功用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12

" p. 1, 18 Ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι." Τὸ ἔοικεν οὐχ ὡς ἐνδοιάζων λέγει, ἀλλ’ ἀντὶ τοῦ φαίνεται. τὸ δὲ ἁπλῶς τετραχῶς λέγεται· σημαίνει γὰρ τὸ καθόλου, ὡς φασιν οἱ ῥήτορες ‘καὶ ἁπλῶς εἰπεῖν’ ἀντὶ τοῦ ‘καθόλου εἰπεῖν’, καὶ τὸ κυρίως, ὡς ὅταν εἴπῃ ὁ Ἀριστοτέλης ‘ἡ ἁπλῶς γένεσις’ τοῦτ’ ἔστιν ἡ κυρία, καὶ τὸ μάτην καὶ ἄνευ τινὸς λόγου, ὡς ὅταν εἴπωμεν ‘ἁπλῶς αὐτὸν τύπτει’ ἀντὶ τοῦ μάτην. σημαίνει δὲ καὶ τὸ μοναχῶς, ὡς ὅταν παρ’ Εὐριπίδῃ λέγηται ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ. νῦν δὲ ἀντὶ τοῦ μοναχῶς κεῖται· λέγει γὰρ ὅτι φαίνεται μήτε τὸ γένος μήτε τὸ εἶδος μήτε τὰ λοιπὰ μοναχῶς λεγόμενα.1

“而似乎无论是属还是种都不是单纯地被言说的。” 他说“似乎”并非出于怀疑,而是用来代替“显然”。而“单纯地”有四种言说方式:因为它意指普遍地,正如修辞学家们说“简而言之[单纯地说]”以代替“普遍地说”;又意指本义地,正如亚里士多德说“单纯的生成”即本义的生成;又意指徒然且毫无理由地,正如我们说“他单纯地[徒然]打他”以代替徒然。它也意指单一地,正如在欧里庇得斯的作品中所说:“真理的言说是单一自存的。”而在这里它是用来代替“单一地”;因为他说的是:属、种以及其余各项显然都不是以单一的方式被言说的。

§2.13

" p. 1, 18 Γένος γὰρ λέγεται καὶ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι.2" Πρῶτον σημαινόμενον τοῦ γένους φησί, τοῦτο δέ ἐστι, καθ’ ὃ δύο σχέσεις λαμβάνει, πλήθους πρὸς πλῆθος καὶ πλήθους πρὸς ἕνα, οἷον τῶν Ἡρακλειδῶν πρὸς Ἡρακλέα, καθὸ ἐξ ἐκείνου λέγονται ἔχειν τὸ γένος, καὶ αὐτῶν τούτων πρὸς ἀλλήλους, καθὸ ἀλλήλοις λέγονται θεῖοι καὶ ἀνεψιοὶ ἢ ὁπωσοῦν ἄλλως. τὸ δὲ πὼς προσέθηκεν καλῶς· ἄλλῳ γὰρ ἄλλη ἔσται σχέσις τῶν ὑπὸ τὸ αὐτὸ γένος ὄντων· ἢ γὰρ θεῖοί εἰσιν ἄλλοι ἄλλων ἢ τέκνα ἢ ἀδελφοὶ ἢ ἄλλο τι τῶν τοῦ τοιούτου γένους συμπληρωτικῶν.

“p. 1, 18 因为属也被称为某些与某一事物以某种方式发生关系者的[聚集]。” 他指出了属的第一种含义,即他据以理解两种关系的含义:多数对多数的关系,以及多数对一人的关系。例如赫拉克勒斯后裔之于赫拉克勒斯,因其被说成是自他而出具有其宗族[属],以及这些人彼此之间的关系,因其彼此被称为叔伯、堂表兄弟,或以任何其他方式。而他加上“以某种方式”是十分贴切的;因为在同一属之下的各人彼此具有不同的关系;因为他们对其他人而言,或为叔伯,或为子嗣,或为兄弟,或为此类宗族的某种其他补充成分。

§2.14

" p. 1, 20 Καθ’ ὃ σημαινόμενον τὸ Ἡρακλειδῶν λέγεται γένος." Τῷ γὰρ εἰπεῖν Ἡρακλειδῶν χωρίζει αὐτοὺς τῶν ἄλλων γενῶν οἷον Τανταλιδῶν καὶ τῶν ἄλλων.

“p. 1, 20 按照这一含义,赫拉克勒斯后裔的宗族[属]被言说。” 因为通过说“赫拉克勒斯后裔的”,他将他们与其他宗族[属]分离开来,例如坦塔罗斯后裔以及其他宗族。

§2.15

" p. 1, 20 Ἐκ τῆς ἀφ’ ἑνὸς σχέσεως, λέγω δὴ τοῦ Ἡρακλέους." Καθὸ πάλιν δύο σχέσεις λαμβάνονται ἑνὸς πρὸς ἕνα, αἰτίου καὶ αἰτιατοῦ, οἷον τοῦ Ἡρακλέους πρός τινα τῶν Ἡρακλειδῶν (αἰτίου μὲν ὄντος τοῦ Ἡρακλέους αἰτιατοῦ δὲ τοῦ ἀπ’ ἐκείνου),3 ἢ τῆς πατρίδος καὶ τοῦ ἐν αὐτῇ τραφέντος, καθὸ λέγομεν Πλάτωνα μὲν Ἀθηναῖον τὸ γένος Πίνδαρον δὲ Θηβαῖον. ἰστέον δὲ ὅτι ἡ σχέσις λέγεται ἢ κατὰ τέχνην ὡς τοῦ διδασκάλου πρὸς τὸν μαθητὴν ἢ κατὰ τύχην ὡς τοῦ δεσπότου πρὸς τὸν δοῦλον ἢ κατὰ προαίρεσιν ὡς τοῦ φίλου πρὸς τὸν φίλον ἢ κατὰ φύσιν ὡς τοῦ πατρὸς πρὸς τὸν υἱόν· ἡ οὖν τῶν εἰρημένων σχέσις φύσει ἐστί.

“p. 1, 20 出于源自一人的关系,我指的正是源自赫拉克勒斯的关系。” 在此再次理解到一人对一人的两种关系,即原因与结果的关系,例如赫拉克勒斯相对于某一位赫拉克勒斯后裔(赫拉克勒斯是原因,而出自他的人是结果),或者是祖国相对于在其间被抚育者,正如我们说柏拉图在出身[属]上是雅典人,品达是底比斯人。应当知道,关系或是按技艺而言,如教师之于学生;或是按运气而言,如主人之于奴隶;或是按选择而言,如朋友之于朋友;或是按自然而言,如父亲之于儿子。因此,上述诸项的关系是出于自然的。

§2.16

" p. 1, 22 Κατὰ ἀποτομὴν τὴν ἀπὸ τῶν ἄλλων γενῶν." Ἰστέον γὰρ ὅτι αἱ σημαντικαὶ φωναὶ καὶ τὰ ὀνόματα εἰώθασι χωρίζειν τὰ πράγματα ἀπ’ ἀλλήλων· καὶ γὰρ ἡ φύσις ἐπενόησε τόδε τι ἄνθρωπον καλεῖσθαι ἢ κύνα ἢ ἄλλο τι, ἵνα διὰ τούτου ἀποχωρίσῃ ἕκαστα ἀπ’ ἀλλήλων. καὶ ἑκάστη τῶν τεχνῶν ὡς μέλλουσά τι καινότερον καὶ ξενοπρεπὲς παρὰ τὰς ἄλλας διδάσκειν τέχνας τοῖς οἰκείοις ὀργάνοις ὀνόματα ἐπιτίθησιν, ἵνα ἔχῃ πῶς αὐτὰ σαφηνίσει· οὕτως γὰρ οἱ γεωμέτραι πολλὰς διαφορὰς τριγώνων εὑρηκότες οἷον τὸ μὲν ἴσας ἔχον τὰς τρεῖς πλευρὰς τὸ δὲ τὰς δύο μόνον τὸ δὲ τὰς τρεῖς ἀνίσους, οἰκείοις ὀνόμασιν κεχρημένοι τὸ μὲν ἴσας ἔχον τὰς τρεῖς πλευρὰς ἐκάλεσαν ἰσόπλευρον, τὸ δὲ τὰς δύο μόνον ἴσας ἰσοσκελὲς τὸ δὲ τὰς τρεῖς ἀνίσους σκαληνόν, βουλόμενοι διὰ τῶν ὀνομάτων ἕκαστον τούτων δηλῶσαι. οὕτως ἄρα τὰ ὀνόματα σημαίνει τὰ πράγματα.

“按照与其他宗族[属]的切分。” 因为应当知道,有表意作用的语音和名称往往能将诸事物彼此分离开来;因为自然也设想出使这一个别事物被称为人,或被称为狗,或某种其他事物,以便通过这一点将各事物彼此分离。各个技艺,由于将要讲授相对于其他技艺而言较为新颖且独特的知识,也为其特有的工具赋予名称,以便能够阐明它们;因为以此方式,几何学家们发现了三角形的诸多差异,例如一者三边相等,另一者仅有两边相等,再一者三边不相等,他们便使用特有的名称,将三边相等者称为等边三角形,仅两边相等者称为等腰三角形,三边不相等者称为不等边三角形,意图通过这些名称表明它们之中的每一者。名称正是如此意指诸事物的。

语法注3 条
  1. 2.12φαίνεται μήτε τὸ γένος μήτε τὸ εἶδος μήτε τὰ λοιπὰ μοναχῶς λεγόμενα

    此处分词 λεγόμενα 与动词 φαίνεται 构成表事实的分词结构(“显然/明白地并非……被言说”),而非不定式结构(“似乎/貌似如此”)。这承接了前文对 ἔοικε 的训诂,即它并非表示怀疑(οὐχ ὡς ἐνδοιάζων),而是用来代替 φαίνεται。

  2. 2.13ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι

    阴性定冠词 ἡ 之后省略了被修饰的阴性名词。此处补充了波菲利原文(p. 1, 18)中的 ἄθροισις(聚集),意为“某些与……发生关系者的[聚集]”。

  3. 2.15αἰτίου μὲν ὄντος τοῦ Ἡρακλέους αἰτιατοῦ δὲ τοῦ ἀπ’ ἐκείνου

    属格独立结构,构成了赫拉克勒斯与其后裔之间的对应对比。αἰτίου 和 αἰτιατοῦ 分别作为 τοῦ Ἡρακλέους 和 τοῦ ἀπ’ ἐκείνου 的表语性成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:49.7-51.7