- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:47.2-49.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐明了波菲利何以在属与种具有相关性的情况下仍将属置于首位(论证了属在实体与原因上的在先性),并解释了波菲利遵循亚里士多德关于在讲授前须先区分同名异义词诸含义的规范。
" p. 1,18 Ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος." Εἰρηκὼς τὸν σκοπὸν καὶ τὸ χρήσιμον τίς τε ὁ εἰσαγωγικὸς τρόπος, ὅτι τῶν βαθυτέρων ἀπέχεσθαι ζητημάτων τῶν δὲ ἁπλουστέρων στοχάζεσθαι, καὶ τίνα τὰ βαθύτερα καὶ τίνα τὰ ἁπλούστερα, ἀκολούθως ἐπὶ τὴν κατὰ μέρος διδασκαλίαν εἰσέβαλε. καὶ πρῶτον περὶ γένους διαλαμβάνει, ὅτι πρώτην τάξιν ἔχει τὸ γένος ἐν τοῖς ἀπηριθμημένοις καὶ ὅτι πλειόνων ἐστὶ περιεκτικὸν εἰδῶν. πρῶτον δέ ἐστι τὸ γένος τῶν εἰδῶν κατ’ αἰτίαν, καίτοι τῶν πρός τί ἐστι τὸ γένος καὶ τὸ εἶδος. ἀλλ’ ἔστι τινὰ τῶν πρός τι, ἐν οἷς τὰ ἕτερα τῶν ἑτέρων πρεσβύτερα καὶ αἴτια λέγομεν, οἷον τὸν πατέρα τοῦ υἱοῦ καθὸ ἄνθρωπον αἴτιόν φαμεν καὶ πρῶτον, καίτοι ἅμα γινωσκομένων καὶ ἀλλήλων συστατικῶν γινομένων τῶν πρός τι, ᾗ πρός τί ἐστι· τὰ γὰρ πρός τι ἀνάγκη πρότερον οὐσίας εἶναι·1 σκοποῦντες οὖν τὴν προϋπάρχουσαν οὐσίαν τῶν πρός τι ἣν ἂν προϋφεστῶσαν εὕρωμεν ἢ χρόνῳ ἢ φύσει, ἐκείνην πρεσβυτέραν κατ’ αἰτίαν λέγομεν.2 ἐν γοῦν τῷ πατρὶ καὶ τῷ υἱῷ πρεσβύτερός ἐστιν ὁ πατὴρ χρόνῳ, καθὸ ἄνθρωπός ἐστιν, ὅπερ αὐτοῦ ἐστιν ἡ οὐσία, ἥτις συστατικὴ γίνεται τῆς τοῦ υἱοῦ οὐσίας. διὰ τοῦτο οὖν τὸν πατέρα πρεσβύτερον λέγομεν εἶναι τοῦ υἱοῦ καίτοι πρὸς ἄλληλα λεγομένων. ὁ δὲ ἄρχων τοῦ ἀρχομένου καὶ ὁ διδάσκαλος τοῦ μαθητοῦ κατὰ μόνην αἰτίαν πρεσβύτεροι, οὐ τῷ χρόνῳ· τῷ χρόνῳ γὰρ ἔσθ’ ὅτε καὶ ὕστεροι εἶεν ὡς ἄνθρωποι, φημὶ δὴ ὁ ἄρχων τοῦ ἀρχομένου καὶ ὁ διδάσκαλος τοῦ μαθητοῦ. τὸ αὐτὸ οὖν καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. τὸ γὰρ γένος καὶ τὸ εἶδος τῶν πρός τι· τὰ δὲ πρός τι ἀνάγκη οὐσίας πρότερον εἶναι· τὸ δὲ γένος κατὰ τὴν οὐσίαν φύσει προϋφέστηκεν, οὐ χρόνῳ, καὶ συστατικὸν γίνεται τῆς οὐσίας τοῦ εἴδους· τὸ γὰρ γένος τέμνεται εἰς εἴδη· πᾶν δὲ τεμνόμενον πρῶτον φύσει τοῦ τμήματος καὶ συστατικόν· οὐκοὖν εἰ πρῶτον κατὰ τὴν οὐσίαν τὸ γένος τοῦ εἴδους, τὰ δὲ πρῶτα κατὰ τὴν οὐσίαν τῶν πρός τι κατ’ αἰτίαν πρῶτα· πρεσβύτερον ἄρα τὸ γένος τοῦ εἴδους, καὶ εἰκότως αὐτὸ προτάττει τῶν λοιπῶν. ταύτῃ γοῦν καὶ ἡ φύσις ἐν τῇ γενέσει τῇ τάξει κέχρηται· παραλαβοῦσα γὰρ τὸ σπέρμα πρῶτον μὲν ζωοποιεῖ αὐτὸ καὶ ψυχοῖ, εἶτα προϊοῦσα αἴσθησιν παρασχοῦσα ποιεῖ ζῷον, εἶτα θυμὸν καὶ ἐπιθυμίαν ποιεῖ ἄλογον ζῷον, εἶτα τέλος τὸν λόγον παρασχοῦσα ποιεῖ ἄνθρωπον. ὥστε ὡς μὲν οὐσίαι προϋπάρχει τὰ γένη τῶν εἰδῶν, ὡς δὲ γένη καὶ εἴδη συνυφέστηκεν ἀλλήλοις καὶ συναναιρεῖται· τῆς γὰρ πρὸς ἄλληλα αὐτῶν σχέσεως ὀνόματά ἐστι τὸ γένος καὶ τὸ εἶδος. Ἄξιον δὲ ζητῆσαι, διὰ τί περὶ τοῦ γένους διδάσκων ἐμνήσθη καὶ τοῦ εἴδους, καὶ μὴ καὶ τῆς διαφορᾶς καὶ τῶν ἄλλων. φαμὲν οὖν ὅτι τὸ γένος καὶ τὸ εἶδος πρός τί ἐστι, καθάπερ εἰρήκαμεν, (καὶ γὰρ τὸ εἶδος γένους ἐστὶν εἶδος καὶ τὸ γένος εἴδους ἐστὶ γένος), καὶ διὰ τοῦτο εἰκότως ἐμνήσθη τοῦ εἴδους ἅμα τῷ γένει· ἐν γὰρ τῇ τῶν πρός τι διδασκαλίᾳ ἀνάγκη πᾶσα τὸν περὶ θατέρου τούτων διδάσκοντα, καθὸ πρός τί ἐστι, καὶ τοῦ λοιποῦ μνησθῆναι. Γ3 Κανόνι δ’ ἐνταῦθα Ἀριστοτελικῷ κέχρηται ὁ Πορφύριος. ἔστι δὲ ὁ κανὼν οὗτος· δεῖ τὸν μέλλοντα ποιήσασθαι περί τινος διδασκαλίαν ὁμωνύμου, τοῦτ’ ἔστιν εἰ ὑπὸ τοῦ αὐτοῦ ὀνόματος σημαίνονται πολλά, διελεῖν πρῶτον τὰ ὑπὸ τοῦ ὀνόματος πολλὰ σημαινόμενα, εἶθ’ οὕτως εἰπεῖν περὶ ποίου τῶν σημαινομένων τὴν διδασκαλίαν ποιεῖται· ἡ γὰρ ὁμωνυμία εἴωθεν ἀσάφειαν καὶ πλάνην γεννᾶν τοῦ μὲν διδάσκοντος ἐπὶ ἄλλου σημαινομένου τοῦτο τὸ ὄνομα λαμβάνοντος, τοῦ δὲ διδασκομένου ἐπ’ ἄλλου. οἷον εἴ τις περὶ τοῦ ἀστρῴου κυνὸς διδάσκειν βουλόμενος εἴποι ‘ὁ κύων καύματα ποιεῖ ἢ διακρίνει τοὺς καρπούς· μὴ πρότερον εἰπὼν περὶ ποίου κυνὸς ποιεῖται τὸν λόγον πλάνην ἐμποιήσει τῷ ἀκροατῇ· δεῖ οὖν πρότερον ἀπαριθμησάμενον τὰ σημαινόμενα τοῦ κυνός, ὅτι ὁ μὲν ἀστρῷός ἐστιν ὁ δὲ χερσαῖος ὁ δὲ θαλάττιος ὁ δὲ φιλόσοφος, εἰπεῖν ὅτι περὶ τοῦ ἀστρῴου ποιοῦμαι τὸν λόγον. τοῦτο οὖν φιλοσόφως ποιῶν ὁ Πορφύριος ἀπαριθμεῖται τὰ σημαινόμενα τοῦ γένους καὶ δηλοῖ περὶ ποίου αὐτῶν ὁ λόγος.
“而似乎无论是属还是种[都不是单纯地被言说的]。” 在说明了目的与功用、以及导论式的方法是什么——即回避更深奥的探讨而致力于更单纯的探讨——以及哪些是更深奥的、哪些是更单纯的之后,[波菲利]随即进入了具体部分的讲授。他首先讨论属,因为在所列举的事项中属具有第一位的秩序,而且它包含更多的种。属就原因而言在种之前,尽管属和种属于关系范畴。但在关系范畴中,有些事物我们称其中一者在另一者之先且是其原因,正如我们说父亲就其作为人而言在儿子之先且是其原因,尽管关系范畴在其作为关系范畴而言是同时被认知且互为构成的;因为关系范畴必然首先是实体。因此,当我们考察关系范畴预先存在的实体时,无论我们发现哪一个在时间上或在自然上预先自存,我们便称其就原因而言更在先。无论如何在父亲和儿子的情况中,父亲就其作为人而言在时间上更在先,这正是他的实体,而该实体构成了儿子的实体。因此,正是由于这个缘故,我们说父亲在儿子之先,尽管他们是相对彼此而言说的。而统治者之于被统治者、教师之于学生,仅就原因而言更在先,而不是在时间上;因为在时间上,作为人而言,他们有时甚至更在后,我指的是统治者相对于被统治者、教师相对于学生。因此,同样的情况也适用于属和种。因为属和种属于关系范畴;而关系范畴必然首先是实体;属就其实体而言在自然上、而非在时间上预先自存,并且构成了种的实体;因为属被分割为种;而一切被分割者在自然上都先于被分割出的部分并且构成它;因此,如果属就实体而言先于种,而就关系范畴的实体而言在先者就原因而言也在先,那么属就在种之先,而他将属置于其余各项之前也是合乎情理的。无论如何,自然在生成中也采用了这种秩序;因为在接纳种子之后,自然首先使之成为有生命的并赋予其灵魂,然后进而赋予感觉使之成为动物,然后[赋予]激情与欲望使之成为无理性的动物,然后最终赋予理性使之成为人。因此,作为实体而言,属预先存在于种之前;但作为属和种而言,它们彼此共存且同归于尽;因为属和种是它们相互关系的名称。 然而,值得探究的是,为何在讲授属时他也提到了种,而没有同时提到种差及其他项。我们因此说,正如我们已经说过的,属和种属于关系范畴(因为种是属的种,属是种的属),正因如此,他合乎情理地将种与属一同提及;因为在关于关系范畴的讲授中,凡就其作为关系范畴讲授其中一者的人,完全必然也要提及另一者。 Γ 在此处波菲利采用了一条亚里士多德式的规范。这条规范是:凡准备就某种同名异义的事物——即在同一个名称下意指许多事物——进行讲授的人,必须首先区分该名称下所意指的诸多事物,然后如此说明自己是关于所意指的哪一项进行讲授的;因为同名异义往往会产生含混与误解,如果讲授者是在某一种意义上使用该名称,而受教者却在另一种意义上理解的话。正如某人若想讲授天上的犬星[狗],而说“狗带来酷暑或甄别果实”;如果不预先说明自己所言说的是哪一种狗,他就会在听者心中引起误解;因此必须首先列举“狗”的诸种含义——即一者是天上的,另一者是陆上的,另一者是海洋的,另一者是哲学家——然后说明“我是关于天上的狗进行论述”。因此,波菲利合乎哲学地做到了这一点,列举了属的各种含义,并阐明论述所涉及的是其中的哪一种。
- 2.11τὰ γὰρ πρός τι ἀνάγκη πρότερον οὐσίας εἶναι
οὐσίας 作所有/依附属格单数或(与主语 τὰ πρός τι 一致的)表语宾格复数,意为“关系范畴必然属于实体(依附于实体)”或“关系范畴必然首先以实体形式存在”。此处表明,关系范畴的各项(如父亲、统治者、属)在构成相对关系之前,必须首先存在其作为基础的独立实体(如人、动物)。
- 2.11σκοποῦντες οὖν τὴν προϋπάρχουσαν οὐσίαν τῶν πρός τι ἣν ἂν προϋφεστῶσαν εὕρωμεν ἢ χρόνῳ ἢ φύσει, ἐκείνην πρεσβυτέραν κατ’ αἰτίαν λέγομεν
开头的名词短语 τὴν προϋπάρχουσαν οὐσίαν τῶν πρός τι 是分词 σκοποῦντες 的先行宾语(先取构词),在定语从句 ἣν ἂν προϋφεστῶσαν εὕρωμεν... 之后,由指示代词 ἐκείνην 作为主句谓语 λέγομεν 的宾语予以承接。基本结构为:“观察关系概念预先存在的实体,无论我们发现哪个实体是预先自存的……,我们就称那个实体就原因而言在先”。
- 2.11Γ
正文中的希腊字母“Γ”(Gamma)在手稿与校勘本中代表该注解章节或论题的第三个标号(第三项)。它并非后续句子的句法成分,而是作为文本区分标记予以原样保留。
