- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:45.3-47.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯通过与自然学和神学探究的对比,阐明了波菲利“更为逻辑学地”这一表述的含义,随后解释了逍遥学派名称的起源(散步习惯与学园的分立),以及波菲利重视亚里士多德派逻辑学的原因。
" p. 1, 14 Τὸ δ’ ὅπως περὶ αὐτῶν τε καὶ τῶν προκειμένων λογικώτερον οἱ παλαιοὶ διέλαβον." Λογικώτερον μὲν λέγεται κυρίως διαλαβεῖν τὸ τὰ συμβεβηκότα ζητεῖν τῶν πραγμάτων, φυσικῶς δὲ τὸ τὰς οὐσίας ζητεῖν, θεολογικῶς δέ ἐστι πόθεν προῆλθον ἅπαντα καὶ τὴν ἀρχὴν τῆς συστάσεως ἑκάστου ζητεῖν. ἐπεὶ οὖν ἔστι καὶ φυσικῶς διαλαβεῖν,1 ὥσπερ ἀρτίως εἰρήκαμεν, περὶ γενῶν καὶ εἰδῶν καὶ τῶν λοιπῶν (ὡς ὅταν περὶ τῶν ἐν τοῖς αἰσθητοῖς ζητῶμεν, ὡς καὶ Ἀριστοτέλης διέλαβε περὶ αὐτῶν), καὶ θεολογικῶς (ὡς ὅταν περὶ τῶν ἐν τῷ δημιουργῷ ζητήσωμεν, ὥσπερ ὁ Πλάτων ἐν τῷ Παρμενίδῃ διέλαβεν), ἔστι λογικώτερον περὶ αὐτῶν διαλαβεῖν, ἐπειδὴ ἐν τῇ λογικῇ πραγματείᾳ δεόμεθα τῶν ἀποφαντικῶν λόγων, ἐν δὲ τοῖς ἀποφαντικοῖς λόγοις τὰ μὲν ὑπόκειται τὰ δὲ κατηγορεῖται, τὸ δὲ ὑποκείμενον καὶ κατηγορούμενον ἢ γένος ἐστὶν ἢ εἶδος ἢ διαφορὰ ἢ ἴδιον ἢ συμβεβηκός. τὸ δὲ ὅπως περὶ αὐτῶν ἀντὶ τοῦ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν· καὶ γὰρ προσεχῶς περὶ αὐτῶν ἐποιεῖτο τὸν λόγον. προσθεὶς δὲ καὶ τὸ περὶ τῶν προκειμένων ἐσήμανε καὶ τὰ λοιπὰ τρία, τὴν διαφορὰν φημι καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. ἢ τὸ ἀνάπαλιν δεῖ λέγειν, ὅτι εἰρηκὼς μὲν τὸ ὅπως περὶ αὐτῶν ἐδήλωσε τὸ γένος καὶ τὴν διαφορὰν καὶ τὸ εἶδος, εἰρηκὼς δὲ καὶ τῶν προκειμένων ἐδήλωσε τὰ περὶ τῶν ἄλλων δύο, τοῦ τε ἰδίου καὶ τοῦ συμβεβηκότος.
“第1页第14行‘至于古代人如何关于它们以及所提出的题材更为逻辑学地进行了讨论。’” 探究事物的偶性严格来说被称为“更为逻辑学地讨论”,探究实体是“自然学地[讨论]”,而探究万物从何而来以及各物的构成原理则是“神学地[讨论]”。因此,既然如我们刚才所说,既有可能自然学地讨论属、种及其他(正如当我们探究感觉事物中的诸项时那样,亚里士多德也是如此讨论它们的),又有可能神学地讨论(正如当我们探究造物主之中的诸项时那样,柏拉图在《巴曼尼得斯篇》中也是如此讨论的),那么就有可能更为逻辑学地讨论它们,因为在逻辑学论述中我们需要陈述性话语,而在陈述性话语中,某些作主项,某些作述项,而主项和述项要么是属,要么是种,要么是种差,要么是固有属性,要么是偶性。而“关于它们如何”代替了“关于属和种”;因为他方才正是就它们展开论述的。而也加上“关于所提出的题材”,他也指明了其余的三项,我指的是种差、固有属性和偶性。或者应当反过来说:说了“关于它们如何”,他表明了属、种差和种;而说了“以及所提出的题材”,他表明了关于其余两项(即固有属性和偶性)的事情。
" p. 1, 15 Καὶ τούτων μάλιστα οἱ ἐκ τοῦ περιπάτου." Ὁ φιλόσοφος Πορφύριος οὐκ εἰς ἑαυτὸν ἀνάγει τὴν εὕρεσιν καὶ τὴν διδασκαλίαν, ἀλλά φησιν ὅτι τῶν πάλαι διαλαβόντων λογικῶς περὶ αὐτῶν οἱ Περιπατητικοὶ μάλιστα τοῦτο τὸ μέρος ἐξηκριβώσαντο. τὸ δὲ τῶν Περιπατητικῶν ὄνομα ἐκ τοιαύτης γέγονεν αἰτίας. φασὶν ὅτι ὁ θεῖος Πλάτων ἐν Ἀκαδημίᾳ βαδίζων ἐποιεῖτο τὰς πρὸς τοὺς ἑταίρους συνουσίας διὰ τὸ τὸ σῶμα ἐπιτήδειον ποιεῖν2 διὰ τῶν γυμνασίων πρὸς ψυχῆς ἔλλαμψιν· ὡς γὰρ ἂν ἔχῃ τὸ ὄργανον, οὕτως καὶ ἡ ἐνέργεια τοῦ τεχνίτου διαφαίνεται. καὶ τούτου χάριν ἐλέγοντο Περιπατητικοί. μετὰ γοῦν τὴν τοῦ Πλάτωνος τελευτὴν διεδέξαντο τὴν διατριβὴν αὐτοῦ ὅ τε Ἀριστοτέλης καὶ ὁ Ξενοκράτης, καὶ ὁ μὲν Ἀριστοτέλης ἐν Λυκείῳ ὁ δὲ Ξενοκράτης ἐν τῇ Ἀκαδημίᾳ. ἐλέγοντο οὖν οἱ μὲν τοῦ Ἀριστοτέλους Περιπατητικοὶ ἐκ Λυκείου, οἱ δὲ τοῦ Ξενοκράτους Περιπατητικοὶ ἐξ Ἀκαδημίας. ὕστερον δὲ οἱ μὲν τοῦ Ἀριστοτέλους ἀπέλαβον τὴν ἐκ τῆς ἐνεργείας ἐπωνυμίαν τὴν ἐκ τοῦ τόπου ἀπολέσαντες καὶ ἐκλήθησαν Περιπατητικοί, οἱ δὲ τοῦ Ξενοκράτους τὴν ἐκ τοῦ τόπου ἀπολαβόντες καὶ τὴν ἐκ τῆς ἐνεργείας ἀπολέσαντες ἐκλήθησαν Ἀκαδημαϊκοί. ἐπεὶ οὖν ὁ φιλόσοφος ἔμελλέ τινα ὑπόληψιν ἐν τῇ διδασκαλίᾳ ἔχειν τῶν ὑπὸ Πλάτωνος παραδοθέντων3 Πλατωνικὸς ὢν καὶ αὐτός, ἐπειδήπερ ὡς χρήσιμον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἔγραψε τὸ βιβλίον, εἶπεν ὅτι ‘διδάξω περὶ αὐτῶν, ὡς οἱ παλαιοὶ διέλαβον, καὶ τούτων οἱ Ἀριστοτελικοί’ διὰ τοῦ εἰπεῖν καὶ μάλιστα οἱ ἐκ τοῦ περιπάτου. Περὶ γένους.
“第1页第15行‘而在这些人中,尤以逍遥学派为甚。’” 哲学家波菲利并未将这项发现和教学归功于自己,而是说,在从前逻辑学地讨论它们的人中,逍遥学派的人最精确地阐明了这一部分。逍遥学派这一名称是由如下原因产生的。据说神圣的柏拉图在阿卡德米学园中常常边散步边与同伴们聚会交往,这是为了通过锻炼使身体适合于灵魂的照亮;因为工具处于何种状态,匠人的活动也相应地展现为何种状态。正因如此,他们被称为逍遥学派。在柏拉图去世之后,亚里士多德与色诺克拉底继承了他的学园,亚里士多德在吕克昂,而色诺克拉底在阿卡德米学园。于是,亚里士多德一派被称为“来自吕克昂的逍遥学派”,而色诺克拉底一派被称为“来自阿卡德米学园的逍遥学派”。但后来,亚里士多德一派保留了源于活动的名称,放弃了源于地点的名称,被称为“逍遥学派”;而色诺克拉底一派保留了源于地点的名称,放弃了源于活动的名称,被称为“阿卡德米学派”。因此,这位哲学家自己也是柏拉图主义者,在教学中本会招致某种关于柏拉图所传授之物的猜想,又由于他是将这部书作为对亚里士多德《范畴篇》有用的著作来撰写的,所以他通过说“尤以逍遥学派为甚”表明了:“我将按照古代人讨论的方式,并且按照他们之中的亚里士多德主义者所讨论的方式,来传授关于它们的内容。” 论属。
- 2.9ἐπεὶ οὖν ἔστι καὶ φυσικῶς διαλαβεῖν ... ἔστι λογικώτερον περὶ αὐτῶν διαλαβεῖν
由连词 ἐπεὶ οὖν 引出的长从句群包含了自然学和神学考察的可能性及其实例插入,而主句则由 ἔστι λογικώτερον περὶ αὐτῶν διαλαβεῖν 开始。两处出现的主动词 ἔστι 均接不定式,作无人称用法(意为“可能……”)。
- 2.10διὰ τὸ τὸ σῶμα ἐπιτήδειον ποιεῖν
连续出现的两个中性定冠词中,前面的 τὸ 属于由介词 διά 支配的冠词化不定式 ποιεῖν,而后面的 τὸ 则是不定式 ποιεῖν 的直接宾语 σῶμα 的定冠词。
- 2.10ἔμελλέ τινα ὑπόληψιν ἐν τῇ διδασκαλίᾳ ἔχειν τῶν ὑπὸ Πλάτωνος παραδοθέντων
动词 ἔμελλε 统辖不定式 ἔχειν,表示可能或势必(“本会招致……”)。属格短语 τῶν ὑπὸ Πλάτωνος παραδοθέντων 作动名词习语 ὑπόληψιν ἔχειν(“招致猜想/受到嫌疑”)的宾格性属格。
