- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:43.1-45.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯指出在话语的各部分中,《范畴篇》仅讨论具有真假且由主项和述项构成的陈述性话语;随后他将普遍者的神学和自然学探讨与波菲利的逻辑学探讨区分开来,阐明后者立足于谓述秩序来研究属和种。
" p. 1,14 Τὸ δ’ ὅπως περὶ αὐτῶν." Ὑπόσχεσις ἦν τῷ φιλοσόφῳ χρήσιμον ποιήσειν τὸ βιβλίον καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας, αἵτινες ὁδοί εἰσι καὶ προαύλια εἰς πᾶσαν τὴν τῶν φιλοσόφων λογικὴν θεωρίαν. τοῦ δὲ λόγου πολλά εἰσι μέρη, ἀποφαντικὸν εὐκτικὸν κλητικὸν προστακτικὸν πυσματικόν, καὶ ἄλλα δέ ἐστιν, εἰ κατὰ τὸ λεπτὸν σκοπήσομεν. ἀλλ’ ἐν ταῖς Κατηγορίαις οὐ περὶ πάντων διαλέγεται, ἀλλὰ περὶ μόνου τοῦ ἀποφαντικοῦ· οὗτος γὰρ καὶ ὁ τῆς γνωστικῆς ψυχῆς1 ἄγγελος· οἱ γὰρ ἄλλοι τῆς ὀρεκτικῆς ψυχῆς ὑπάρχουσιν· ὁ γὰρ εὐχόμενος ὀρεγόμενός τινος εὔχεται, καὶ ὁ προσαγορεύων τινὰ ὀρεγόμενός τινος προσαγορεύει, ὁμοίως δὲ καὶ ὁ προσφωνῶν τινα πράττει. μόνος δὲ ὁ ἀποφαντικὸς λόγος περιέχει τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος· οἱ γὰρ ἄλλοι οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται· κἂν γὰρ καλῇ τίς τινα, οὔτε ἀληθεύει οὔτε ψεύδεται, ὁμοίως δὲ καὶ εἰ εὔχεται ἢ προσαγορεύει. ὁ δὲ ἀποφαντικὸς λόγος ἢ ἀληθεύει ἢ ψεύδεται, οἷον ἀποφαίνεται περὶ ψυχῆς, ὅτι θνητή ἐστιν ἢ ἀθάνατος, καὶ πάντως ἢ ἀληθεύει ἢ ψεύδεται. ἀποφαντικὸς γὰρ λόγος ἐστὶν ὁ ἄλλῳ ἄλλο τι ὡς ὑπάρχον ἢ μὴ ὑπάρχον ἀποφαινόμενος. περιέχει δὲ οὗτος ἐν ἑαυτῷ δύο τινά, τό τε κατηγορούμενον καὶ τὸ ὑποκείμενον. ἵνα δὲ σαφὴς γένηται ἡμῖν ὁ λόγος, εἴπωμεν οὕτως· δεῖ εἰδέναι ὅτι ὑποκείμενον λέγεται περὶ οὗ ὁ λόγος, κατηγορούμενον δὲ τὸ περὶ ἐκείνου λεγόμενον. οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν· ὑπόκειται μὲν ὁ ἄνθρωπος, κατηγορεῖται δὲ τὸ ζῷον. ὁμοίως δὲ καὶ περὶ ψυχῆς, ὅτι ἀθάνατός ἐστι· περὶ τίνος νῦν διαλέγομαι; ἢ δῆλον ὅτι περὶ ψυχῆς· καὶ ὑπόκειται μὲν ἡ ψυχή, κατηγορεῖται δὲ αὐτῆς τὸ ἀθάνατον. ὥστε οὖν καλῶς εἴρηται, ὅτι ὁ ἀποφαντικὸς λόγος ὑποκείμενον ἔχει καὶ κατηγορούμενον. Δυνατὸν οὖν ἐστι περὶ τῶν γενῶν τε καὶ εἰδῶν καὶ θεολογικῶς μὲν διαλέγεσθαι, ὁπόταν ζητῶμεν ὅτι ἆρα ὁ θεὸς ἔχει ἐν ἑαυτῷ τῶν γενῶν τε καὶ εἰδῶν τὰ ἐκτυπώματα ἢ οὐκ ἔχει, ἆρα ἀληθής ἐστιν ἡ Πλάτωνος δόξα, ὅτι αἱ ἰδέαι εἰσὶν νοηταὶ αὐταὶ καθ’ ἑαυτὰς ὑφεστῶσαι, ἃς καὶ ὄντως οὐσίας καὶ πρώτας οὐσίας καλεῖ, ἢ οὔ, ὡς καὶ Ἀριστοτέλει δοκεῖ. φυσικῶς δὲ ὡς ὅταν ἐπισκοπῶμεν, ἆρά γε ἡ φύσις ἐν ἑαυτῇ ἔχει τοὺς λόγους τῶν γενῶν τε καὶ εἰδῶν, ἢ οὐκ ἔχει· οὐδὲ γὰρ ὥσπερ ἡ χιὼν ἀλόγως ψύχει ἢ ὥσπερ τὸ πῦρ καίει, οὕτως καὶ ἡ φύσις ποιεῖ, ἀλλὰ δῆλον ὅτι λόγῳ τινὶ πάντα εἰ καὶ μὴ γινώσκουσα ἃ ποιεῖ. ἄλλως τε καὶ οὕτως ἔστι φυσικῶς περὶ αὐτῶν ζητεῖν, ἆρά ἐστι ταῦτα ἐν τοῖς πολλοῖς, τὸ ἁπλῶς ζῷον ἐν πᾶσι τοῖς καθ’ ἕκαστα καὶ ὁ ἁπλῶς ἄνθρωπος, ἢ οὔ (καὶ τίς κοινή οὐσία ἐν πᾶσι τοῖς καθ’ ἕκαστα θεωρουμένη), ἀλλὰ πᾶν ὅτι ἂν θεωρῆται ἐν τοῖς καθ’ ἕκαστον, ἄτομόν ἐστιν. ἔστι δὲ καὶ λογικῶς περὶ τούτων, τοῦτ’ ἔστιν ἀποφαντικῶς καὶ πρεπόντως τῇ λογικῇ θεωρίᾳ, ζητεῖν. πρέπει δὲ αὐτῇ τὸ ζητεῖν, τίνα μὲν τούτων τίσιν ὑπόκειται, τίνα δὲ τίνων κατηγορεῖται, ὅτι τὰ γένη κατηγορεῖται τῶν διαφορῶν καὶ τῶν εἰδῶν, οὐ μὴν ἔμπαλιν. εἰρήκαμεν γὰρ ὅτι τάξιν τινὰ εἰς ἄλληλα ἀποσώζουσιν τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ εἶδος, καὶ ὅτι πρωτεύει μὲν τὸ γένος, δευτέραν δὲ τάξιν ἔχει τὸ εἶδος, μέσην δὲ ἡ διαφορά, καὶ δεῖ τὰ μὲν ἄνω τῶν ὑποκάτω κατηγορεῖσθαι, οὐ γὰρ τὰ ὑποκάτω τῶν ἐπάνω. οἷον ἐὰν εἴπωμεν ‘πᾶς ἄνθρωπος ζῷον’ ἀληθεύομεν, ἐὰν δὲ ἀντιστρέψαντες εἴπωμεν ‘πᾶν ζῷον ἄνθρωπος’ ψευδόμεθα. καὶ πάλιν ἐὰν εἴπωμεν ‘πᾶς ἵππος ἄλογον’ ἀληθεύομεν, εἰ δὲ ἀντιστρέψαντες εἴπωμεν ‘πᾶν ἄλογον ἵππος’ ψευδόμεθα. οὐ γὰρ ἔστι τὸ τυχὸν ποιῆσαι ὑποκείμενον· οὐ γάρ ἐστιν εἰπεῖν ‘τὸ ζῷον ἄνθρωπός ἐστιν’, ὡς ἤδη εἴρηται. δεῖ οὖν εἰπεῖν ποῖα δεῖ ποιεῖν ὑποκείμενα, ποῖα δὲ κατηγορούμενα, ἃ καὶ διδάξει ὁ φιλόσοφος. καὶ διὰ τοῦτο εἶπε λογικώτερον, ἀντὶ τοῦ πρεπόντως τῇ λογικῇ πραγματείᾳ.2
“至于如何关于它们[进行论述]。” 这位哲学家曾有承诺,要使这部书同样对于亚里士多德的《范畴篇》是有用的,而《范畴篇》乃是通往哲学家们整个逻辑考察的道路和前庭。话语有许多部分:陈述的、祈愿的、呼格的、祈使的、发问的,如果我们要细致考察的话,还有其他。但在《范畴篇》中,他并非讨论所有这些,而仅仅讨论陈述性的话语;因为这才是认知性灵魂的使者。其他的部分属于欲望性灵魂;因为祈愿者是因有所欲望而祈愿,问候某人者也是因有所欲望而问候,同样地,对某人致辞者也是如此行动。唯有陈述性的话语包含真与假;其他的话语既不说真话,也不说假话。因为即使有人呼唤某人,他既没有说真话,也没有说假话,如果他祈愿或问候,情况同样如此。陈述性的话语要么是真的,要么是假的;例如对于灵魂陈述说“它是可朽的”或“是不朽的”,无论如何它要么是真的要么是假的。因为陈述性话语就是将一事陈述为归属于或不归属于另一事的话语。它自身包含着两个东西:述项与主项。为了使我们的论述清晰,让我们这样说:必须知道,话语所谈论的对象被称为“主项”,而关于那个对象所说的事情则被称为“述项”。例如“人是动物”:人是主项,而动物是述项。同样关于灵魂说“它是不朽的”:我现在在谈论什么?显然是关于灵魂;并且灵魂是主项,不朽作为述项陈述于它。因此,“陈述性话语具有主项和述项”这句话说得很好。因此,既有可能神学性地讨论属和种,即当我们探究神在自身中是否具有属和种的印模,柏拉图的观点是否为真——即诸理念是知解性的、依自身自立存在的,他甚至称之为真实的存在和第一实体——或者并不如此,正如亚里士多德所认为的那样。也有可能自然学性地加以考察,即当我们考察自然在自身中是否具有属和种的理路;因为自然并不像雪无理性地致冷或火燃烧那样去制造,而是显然凭借某种理路创造万物,哪怕它不知道自己所造之物。此外,也可以自然学性地这样去探究它们:这些东西是否存在于多数之中,绝对的动物是否存在于所有个别事物中,绝对的人也是否如此,或者并非如此(以及在所有个别事物中所见到的共同实体是什么),抑或在个别事物中所见的一切都只是不可分割的个体。同样有可能逻辑学性地探究这些,也就是陈述性地且合宜于逻辑学考察地探究。而合宜于逻辑考察的,是探究这些之中哪些作哪些的主项,哪些作哪些的述项,即属陈述于种差和种,而反之绝不然。因为我们已经说过,属、种差和种彼此保持着某种秩序,属居于第一位,种具有第二秩序,种差居中,并且上面的东西必须陈述于下面的东西,因为下面的东西不能陈述于上面的东西。例如,如果我们说“所有人都是动物”,我们说的是真话;但如果我们换位后说“所有动物都是人”,我们说的就是假话。再者,如果我们说“所有的马都是无理性的”,我们说的是真话;但如果我们换位后说“所有无理性的东西都是马”,我们说的就是假话。因为不能随意把任何东西当作主项;正如已经说过的那样,不能说“动物是人”。因此,必须说明哪些应当作主项,哪些应当作述项,这也是这位哲学家将要传授的。正因为此,他说了“更为逻辑学地”,以代替“合宜于逻辑学论述地”。
- 2.8περὶ τίνος νῦν διαλέγομαι; ἢ δῆλον ὅτι περὶ ψυχῆς
连词 ἢ 在此用于自问自答的修辞结构中,引出对前一设问的直接回答(“难道不是……吗,抑或显然……”),与后续的习惯短语 δῆλον ὅτι(“显然”、“毫无疑问”)连用。
- 2.8καὶ διὰ τοῦτο εἶπε λογικώτερον, ἀντὶ τοῦ πρεπόντως τῇ λογικῇ πραγματείᾳ
比较级副词 λογικώτερον 在此并没有按严格程度更高的比较级来理解,而是被注释者直接解释为相当于副词性短语 πρεπόντως τῇ λογικῇ πραγματείᾳ(“合宜于逻辑学论述地”)。
