- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:41.9-42.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯用印戒与蜡块的比喻解释了普遍者的三种存在状态(先于多数、在多数之中、基于多数即后生),论证了造物主之中形式的存在,并提及了柏拉图与亚里士多德在形式是否分离问题上的分歧。
Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, δι’ ὑποδείγματος διεξέλθωμεν τῷ λόγῳ. οὐδὲ γὰρ ἁπλῶς οὕτως καὶ ὡς ἔτυχεν οἱ μὲν σώματα αὐτὰ λέγουσιν οἱ δὲ ἀσώματα, ἀλλὰ μετὰ λογισμοῦ τινος, οὐδὲ ἐναντιοῦνται ἀλλήλοις· εἰκότα γὰρ ἕκαστοι λέγουσιν. ἐννοείσθω τοίνυν δακτύλιός τις ἐκτύπωμα ἔχων, εἰ τύχοι, Ἀχιλλέως καὶ κηρία πολλὰ παρακείμενα, ὁ δὲ δακτύλιος σφραγιζέτω τοὺς κηροὺς πάντας. ὕστερον δέ τις εἰσελθὼν καὶ θεασάμενος τὰ κηρία, ἐπιστήσας ὅτι πάντα ἐξ ἑνός εἰσιν ἐκτυπώματος, ἐχέτω παρ’ αὑτῷ τὸν τύπον ὅ ἐστι τὸ ἐκτύπωμα ἐν τῇ διανοίᾳ. ἡ τοίνυν σφραγὶς ἡ ἐν τῷ δακτυλιδίῳ λέγεται πρὸ τῶν πολλῶν εἶναι, ἡ δὲ ἐν τοῖς κηρίοις ἐν τοῖς πολλοῖς, ἡ δὲ ἐν τῇ διανοίᾳ τοῦ ἀπομαξαμένου ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενής. τοῦτο οὖν ἐννοείσθω καὶ ἐπὶ τῶν γενῶν καὶ εἰδῶν· ὁ γὰρ δημιουργὸς πάντα ἔχει παρ’ ἑαυτῷ τὰ πάντων παραδείγματα, οἷον ποιῶν ἄνθρωπον ἔχει παρ’ ἑαυτῷ τὸ εἶδος τοῦ ἀνθρώπου, πρὸς ὃ ἀφορῶν πάντας ποιεῖ. εἰ δέ τις ἐνσταίη λέγων, ὡς οὐκ εἰσὶν ἐν τῷ δημιουργῷ τὰ εἴδη, ἀκουέτω ταῦτα, ὡς ὁ δημιουργὸς δημιουργεῖ ἢ εἰδὼς τὰ ὑπ’ αὐτοῦ δημιουργούμενα ἢ μὴ εἰδώς· ἀλλ’ εἰ μὲν μὴ εἰδώς, οὐκ ἂν δημιουργήσαι· τίς γὰρ ποιήσειέ τι ἀγνοῶν ὃ μέλλει ποιεῖν; οὐ γὰρ ὡς ἡ φύσις ἀλόγῳ δυνάμει ποιεῖ,1 ὅθεν καὶ ποιεῖ ἡ φύσις οὐκ ἐφιστάνουσα γνωστικῶς τῷ γινομένῳ. εἰ δέ τι καθ’ ἕξιν λογικὴν ποιεῖ, οἶδέ που πάντως τὸ γινόμενον. εἰ τοίνυν μὴ χεῖρον ἢ κατὰ ἄνθρωπον ὁ θεὸς ποιεῖ, οἶδε τὸ ὑπ’ αὐτοῦ γινόμενον. εἰ δ’ οἶδεν ὃ ποιεῖ, αὐτόθεν δῆλον, ὡς ἔστιν ἐν τῷ δημιουργῷ τὰ εἴδη. ἔστι δὲ τὸ εἶδος ἐν τῷ δημιουργῷ ὡς ὁ ἐν τῷ δακτυλιδίῳ τύπος, καὶ λέγεται τοῦτο τὸ εἶδος πρὸ τῶν πολλῶν καὶ χωριστὸν τῆς ὕλης. ἔστι δὲ τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἐν τοῖς καθ’ ἕκαστον ἀνθρώποις, ὡς τὰ ἐν τοῖς κηροῖς ἐκτυπώματα, καὶ λέγεται τὰ τοιαῦτα ἐν τοῖς πολλοῖς εἶναι καὶ ἀχώριστα τῆς ὕλης. θεασάμενοι δὲ τοὺς κατὰ μέρος ἀνθρώπους ὅτι πάντες τὸ αὐτὸ εἶδος τοῦ ἀνθρώπου ἔχουσιν, ὡς ἐπὶ τοῦ ὕστερον ἐλθόντος καὶ θεασαμένου τὰ κηρία, ἀνεμαξάμεθα αὐτὸ ἐν τῇ διανοίᾳ, καὶ λέγεται τοῦτο ἐπὶ τοῖς πολλοῖς ἢ μετὰ τοὺς πολλοὺς καὶ ὑστερογενές. εἰσὶ δὲ τὰ τοιαῦτα σωμάτων μὲν χωριστά (οὐδὲ γὰρ ἐν σώματι ὑφέστηκεν, ἀλλ’ ἐν ψυχῇ), οὐχ ἁπλῶς δὲ χωριστά· οὐδὲ γὰρ αὐτὰ καθ’ αὑτὰ γνωρίζεσθαι δύναται, οἷα τὰ πρὸ τῶν πολλῶν εἴδη ὑποτίθεται ὁ Πλάτων· οὐδὲ γὰρ ἁπλῶς νοήσεις αὐτὰ εἶναι τοῦ δημιουργοῦ βούλεται, ἀλλὰ πάντως οὐσίας νοητάς, πρὸς ἃς ἀφορῶντα τὸν δημιουργὸν ὡς πρὸς ἀρχετύπους εἰκόνας τὰ τῇδε ποιεῖν.2 τοῦτο οὖν φησι ζητεῖν ἦν, εἴτε ἀσώματα ὄντα χωριστὰ ἐστιν ὡς τὰ παρὰ τῷ δημιουργῷ, ἢ ἀχώριστα ὡς τὰ ἐν τοῖς πολλοῖς, ἢ μετὰ τὰ αἰσθητά, τοῦτ’ ἔστι τὰ ἐπὶ τοῖς πολλοῖς. ταῦτα δὲ πάντα παραιτεῖται λέγειν. ἰστέον δὲ ὅτι περὶ ταῦτα δοκοῦσιν διαφωνεῖν Ἀριστοτέλης καὶ Πλάτων· ὁ μὲν γὰρ Ἀριστοτέλης ἀχώριστα αὐτὰ εἶναί φησι τῆς ὕλης, ὁ δὲ Πλάτων χωριστά. εἴτε δὲ διαφωνοῦσι πρὸς ἑαυτοὺς οἱ φιλόσοφοι εἴτε μή (δοκεῖ γὰρ τούτοις Ἀριστοτέλης ὡς φυσικοῖς κεχρῆσθαι),3 ἐπισκοπεῖν οὐ τοῦ παρόντος καιροῦ.
为了使所说的话清晰,让我们通过一个比喻来展开论述。因为有些人说它们是物体,有些人说是非物体,绝非仅仅如此随随便便说说,而是伴随着某种推理,彼此也并非针锋相对;因为各方所说的都是合情合理的。因此,设想有一枚带有(比方说)阿喀琉斯印模的戒指,旁边放着许多蜡块,让这枚戒指在所有的蜡块上盖印。随后有人走进来,看到了这些蜡块,察觉到它们全部出自同一个印模,便在自身中保有那个印型,也就是在思想中保有那个印模。于是,小戒指中的印章被称为“先于多数”,蜡块中的被称为“在多数之中”,而印刻者思想中的则被称为“基于多数”且是“后生的”。因此,关于属和种也应当作如此设想。因为造物主在自身中拥有万物的一切范型,例如在造人时,他在自身中拥有人的形式,注视着它而造出所有人。如果有人反对说形式并不在造物主之中,就让他听听这些话:造物主进行创造,要么知道由他创造之物,要么不知道。然而如果是不知道,他就无法创造;因为有谁会在不知道自己将要造什么的情况下造出某物呢?因为他并不像自然凭无理性的能力那样去创造,故而自然在创造时并不以认知的方式专注于所生成之物。但如果某者依据理性的品质创造某物,他必定完全知道所生成之物。因此,如果神创造的方式并不比人更拙劣,他就知道由他生成之物。而如果他知道自己造什么,形式存在于造物主之中便是自明的。造物主之中的形式宛如小戒指中的印型,这种形式被称为“先于多数”且“与质料分离”。而人的形式也存在于各个单独的人之中,犹如蜡块中的印模,这样的形式被称为存在“在多数之中”且“与质料不可分离”。我们看到了个别的人,看到所有人全都具有相同的人的形式,正如那位后到并看到了蜡块的人一样,我们在思想中印刻了它,而这被称为“基于多数”或“在多数之后”且是“后生的”。这类形式固然是与物体分离的(因为它们并不自立存在于物体中,而是存在于灵魂中),但并非毫无保留地分离;因为它们不能像柏拉图所假设的那些先于多数的形式那样依自身被认知。因为柏拉图并不希望它们仅仅是造物主的思想,而是无论如何都是理智实体,造物主注视着它们如同注视着原型画像一样创造此地之物。因此他说,本可以探究的是:它们作为非物体,究竟是像造物主那里的东西一样分离,还是像多数之中的东西一样不可分离,抑或是在感觉对象之后,也就是基于多数的东西。而所有这些,他都拒绝陈述。还应当知道,关于这些,亚里士多德与柏拉图似乎意见不一;因为亚里士多德说它们与质料不可分离,而柏拉图说是分离的。然而,哲学家们究竟彼此意见不一还是并非如此(因为亚里士多德似乎是将这些当作自然事物来使用的),并非当前适宜考察的。
- 2.7οὐ γὰρ ὡς ἡ φύσις ἀλόγῳ δυνάμει ποιεῖ
主要动词 ποιεῖ 的主语由上下文补出为“造物主”(ὁ δημιουργός)。整句构成对比结构:“[造物主]并不像自然凭无理性的能力那样创造”。
- 2.7οὐδὲ γὰρ ἁπλῶς νοήσεις αὐτὰ εἶναι τοῦ δημιουργοῦ βούλεται, ἀλλὰ πάντως οὐσίας νοητάς, πρὸς ἃς ἀφορῶντα τὸν δημιουργὸν ὡς πρὸς ἀρχετύπους εἰκόνας τὰ τῇδε ποιεῖν
动词 βούλεται(“意图/主张”)支配着带不定式的宾格结构(αὐτὰ εἶναι...),该结构一直延伸至 ἀλλά 之后的下半句(πρὸς ἃς ἀφορῶντα τὸν δημιουργὸν ... ποιεῖν),其中 τὸν δημιουργόν 是不定式 ποιεῖν 的逻辑主语(宾格)。
- 2.7δοκεῖ γὰρ τούτοις Ἀριστοτέλης ὡς φυσικοῖς κεχρῆσθαι
由 κεχρῆσθαι 支配的与格 τούτοις 指代前文讨论的形式或普遍者(尤其是不可与质料分离者),ὡς φυσικοῖς 则作为述语性修饰语(“作为自然学事物”)。
