- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:39.8-41.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐明了波菲利为何有意回避关于共相的深层探究(它们是否自立存在、是物体还是非物体、是分离的还是内在的),并系统梳理和对比了安提斯泰尼等古代诸派学说。
" p. 1,10 Αὐτίκα περὶ γενῶν τε καὶ εἰδῶν." Ὑπέσχετο ὁ Πορφύριος καὶ σύντομον ποιῆσαι τὴν διδασκαλίαν καὶ τὴν λέξιν σαφῆ καὶ τῶν βαθυτέρων ἀπέχεσθαι ζητημάτων. ἵνα οὖν μή τις εἴπῃ, ὅτι οὐκ ἦν τι περὶ τούτων βαθὺ ζήτημα, αὐτὸ τοῦτο βούλεται παραστῆσαι ἡμῖν ὁ φιλόσοφος διὰ τούτου, ὅτι ἦν μὲν περὶ τούτων βαθύτερόν τι ζήτημα, ἐξεπίτηδες δὲ παρέλιπεν.1 ἵνα δὲ σαφὲς γένηται τὸ λεγόμενον, εἴπωμεν οὕτως. τῶν ὄντων τὰ μὲν ὑφέστηκε, τὰ δὲ ἐν ψιλαῖς ἐπινοίαις ὑπάρχει οἷον ἱπποκένταυρος τραγέλαφος, ἅτινα ἐπινοούμενα μὲν ὑφίσταται, μὴ ἐπινοούμενα δὲ οὐχ ὑφίσταται, ἀλλὰ παυσαμένης τῆς ἐπινοίας καὶ αὐτὰ συμπαύεται· οὐ γάρ ἐστιν ὁ ἱπποκένταυρος ἐν ὑποστάσει, ἀλλὰ θεασάμενοι ἵππον καὶ ἄνθρωπον ἀνεπλάσαμεν τῇ ἐπινοίᾳ σύνθετόν τι τὸν ἱπποκένταυρον. ὁμοίως δὲ καὶ τράγον μὲν ἐποίησεν ἡ φύσις καὶ ἔλαφον, ἀναπλάσαντες δὲ καθ’ ἑαυτοὺς τῇ ἐπινοίᾳ ἀποτελοῦμεν σύνθετόν τι τὸν τραγέλαφον, καὶ ταύτῃ τὸ εἶναι ἔχει. ὁ τοίνυν Ἀντισθένης ἔλεγε τὰ γένη καὶ τὰ εἴδη ἐν ψιλαῖς ἐπινοίαις εἶναι λέγων ὅτι “ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ” καὶ πάλιν “ἄνθρωπον μὲν ὁρῶ, ἀνθρωπότητα δὲ οὐχ ὁρῶ.” ταῦτα ἐκεῖνος ἔλεγε τῇ αἰσθήσει μόνῃ ζῶν καὶ μὴ δυνάμενος τῷ λόγῳ εἰς μείζονα εὕρεσιν ἑαυτὸν ἀνενεγκεῖν. τῶν οὖν ὑφεστηκότων τὰ μὲν σώματά ἐστι, τὰ δὲ ἀσώματα. ὅλως δὲ τῶν παλαιῶν οἱ μὲν ἔλεγον2 εἶναι ταῦτα, οἱ δὲ μὴ εἶναι. τῶν δὲ λεγόντων εἶναι οἱ μὲν ἔλεγον σώματα, οἱ δὲ ἀσώματα. καὶ οἱ μὲν λέγοντες σώματα εἶναι πάντες ἐπὶ τῆς αὐτῆς δόξης ἔμειναν, τῶν δὲ λεγόντων εἶναι ἀσώματα, ἐπειδὴ τῶν ἀσωμάτων, ὡς διῄρηται, τὰ μὲν καθ’ ἑαυτὰ ὑφέστηκεν ὡς ἄγγελος καὶ θεός, τὰ δὲ ἐν ἑτέροις ὡς ἡ λευκότης καὶ τὰ σχήματα· ταῦτα οὖν οἱ μὲν καθ’ αὑτά, οἱ δὲ ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι ἔλεγον. πάλιν δὲ ἐπειδὴ τὰ ἐν τοῖς αἰσθητοῖς ὑφεστῶτα ἀσώματα ἢ δι’ ὅλου ἐστὶν ὡς ἡ ἐν τῷ ψιμμυθίῳ λευκότης ἢ κατὰ τὴν ἐπιφάνειαν ὡς τὸ σφαιροειδὲς σχῆμα, τῶν λεγόντων ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι οἱ μὲν αὐτὰ δι’ ὅλου ἔλεγον εἶναι, οἱ δὲ κατὰ τὴν ἐπιφάνειαν. ἕτεροι δὲ πάλιν περὶ τὰ ὑφεστῶτα ἔλεγον αὐτὰ ὑφεστηκότων τὰ μέν ἐστι σώματα, τὰ δὲ ἀσώματα. καὶ πάλιν τῶν ἀσωμάτων τὰ μὲν χωριστὰ ὡς ἡ λογικὴ ψυχὴ καὶ ὁ ἄγγελος, τὰ δὲ σώματος ἀχώριστα ὡς λευκότης μελανία καὶ ὡς ἄλογοι ψυχαί. τῶν δὲ καθ’ αὑτὰ τὰ μὲν πρὸ τῶν πολλῶν, τὰ δὲ ὑστερογενῆ καὶ ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ. τῶν ὄντων τὰ μὲν ὑφέστηκε, τὰ δὲ ἐν ψιλῇ ἐπινοίᾳ λέγεται εἶναι ὑφεστάναι. τί δέ ἐστι ‘περὶ τὰ ὑφεστῶτα’; οἷον ὡς ὅ τε τόπος (οὗτος γὰρ περιέχει τὰ αἰσθητά) καὶ ὁ χρόνος. τοσούτων οὖν οὐσῶν αἱρέσεων περὶ τοῦ εἶναι ταῦτα καὶ μὴ εἶναί φησι δυνατὸν ἦν ζητεῖν περὶ γενῶν τε καὶ εἰδῶν εἴτ’ εἰσὶν εἴτε ἐν ψιλῇ ἐπινοίᾳ κεῖνται· οὕτω γὰρ ὁ Ἀντισθένης ᾤετο. καὶ εὑρὼν δὲ αὐτὰ ὑφεστηκότα ἠδύνατο3 πάλιν ζητεῖν, εἴτε σώματά ἐστιν εἴτε ἀσώματα· γεγόνασι γὰρ ἑκατέρου τῆς διαιρέσεως τμήματος προστάται. πάλιν δὲ εὑρὼν αὐτά, εἰ τύχοι, ἀσώματα ζητεῖν ἠδύνατο, εἰ ἀχώριστά ἐστι τῆς ὕλης καὶ ἐν τοῖς πολλοῖς ἢ πρὸ τούτων καὶ κεχώρισται.
“例如关于属和种。” 波菲利曾应承既要使讲授简短,文辞清晰,又要避开较深的研究。因此,为了不让人说关于这些并没有什么深奥的研究,哲学家意图通过这句话向我们表明的恰恰是:关于它们确实有某种较深的研究,但他是有意略过了。为了使所说的话清晰,让我们这样来谈。在存在者之中,有些是自立存在的,有些则仅存在于纯粹的思想概念中,例如半人马、鹿角山羊,它们在被设想时便自立存在,而在不被设想时便不自立存在,概念一旦停止,它们自身也就一同停止;因为半人马并不处于实质自立中,而是我们看到了马和人之后,在概念中构想出半人马这种复合体。同样,自然生成了山羊和鹿,而我们自己在概念中重新构想,生成了鹿角山羊这种复合体,而且〔它〕以这种方式拥有其存在。因此安提斯泰尼主张属和种仅存在于纯粹的思想概念中,他说:“我看见了马,却没有看见马性”,又说:“我看见了人,却没有看见人性”。他说这些,是因为他仅仅依凭感觉生活,不能凭借理性将自己提升到更大的发现。而在自立存在者之中,有些是物体,有些是非物体。总体而言,在古代人中,有些人说这些存在,有些人则说不存在。在说存在的人中,有些人说是物体,有些人说是非物体。说它们是物体的人全都保持着同一意见;但在说它们是非物体的人中,由于在非物体中(正如已被划分的那样),有些如天使和神那样依自身自立存在,有些如白与形状那样存在于他物之中,因此有些人说这些是依自身自立存在,有些人则说是在感觉对象中自立存在。再者,由于在感觉对象中自立存在的非物体,要么遍及全体(如铅白中的白),要么依表面而存(如球形),因此在说它们存在于感觉对象中的人中,有些人说它们遍及全体,有些人则说依表面而存。又有一些人围绕着自立存在者说,在自立存在者中有些是物体,有些是非物体。再者,在非物体中,有些是可分离的,如理性灵魂与天使;有些是不可与物体分离的,如白、黑以及非理性灵魂。在依自身存在者中,有些在多数之前,有些则是后生的且存在于我们的灵魂中。在存在者之中,有些是自立存在的,有些则被说成是在纯粹概念中自立存在。什么是“围绕着自立存在者”呢?例如处所(因为处所包容感觉对象)与时间。既然关于它们的存在与不存在有如此多的宗派,他说,关于属和种,本可以探究它们究竟存在,还是仅置于纯粹概念中(因为安提斯泰尼就是这样认为的);即便发现了它们是自立存在的,也本可以再次探究它们是物体还是非物体(因为这个划分的每一个部分都曾出现过拥护者);再者,设若发现了它们是非物体的,也本可以探究它们究竟是不可与质料分离且存在于多数之中,还是先于这些且是分离的。
- 2.7ἵνα οὖν μή τις εἴπῃ, ὅτι οὐκ ἦν τι περὶ τούτων βαθὺ ζήτημα, αὐτὸ τοῦτο βούλεται παραστῆσαι ἡμῖν ὁ φιλόσοφος διὰ τούτου, ὅτι ἦν μὲν περὶ τούτων βαθύτερόν τι ζήτημα, ἐξεπίτηδες δὲ παρέλιπεν.
句首前置的目的从句 ἵνα οὖν μή τις εἴπῃ(“为了不让人说……”)修饰主句 αὐτὸ τοῦτο βούλεται παραστῆσαι。其后的两个 ὅτι 从句功能不同:第一个 ὅτι 从句(ὅτι οὐκ ἦν...)作 εἴπῃ 的直接宾语;第二个 ὅτι 从句(ὅτι ἦν μὲν...)则作为同位语名词从句,具体解释主句中的指示代词 αὐτὸ τοῦτο。
- 2.7τῶν δὲ λεγόντων εἶναι ἀσώματα, ἐπειδὴ τῶν ἀσωμάτων, ὡς διῄρηται, τὰ μὲν καθ’ ἑαυτὰ ὑφέστηκεν ὡς ἄγγελος καὶ θεός, τὰ δὲ ἐν ἑτέροις ὡς ἡ λευκότης καὶ τὰ σχήματα· ταῦτα οὖν οἱ μὲν καθ’ αὑτά, οἱ δὲ ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι ἔλεγον.
置于句首的部分属格短语 τῶν δὲ λεγόντων εἶναι ἀσώματα(“在说非物体的人中”)构成悬垂结构(破格句);在插入的原因从句 ἐπειδὴ ... 之后,它在主句谓语 ταῦτα οὖν οἱ μὲν καθ’ αὑτά, οἱ δὲ ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι ἔλεγον 中被转换为主格分肢(οἱ μὲν ... οἱ δὲ ...)得以承接。
- 2.7καὶ εὑρὼν δὲ αὐτὰ ὑφεστηκότα ἠδύνατο πάλιν ζητεῖν ... πάλιν δὲ εὑρὼν αὐτά, εἰ τύχοι, ἀσώματα ζητεῖν ἠδύνατο,
两次出现的分词 εὑρών 均充当条件从句(“如果发现了……”),与未完成过去时 ἠδύνατο 相结合,构成了假设性的潜在可能表达,展示了波菲利所回避的关于共相的三个探究论题(自立存在性、物体性、可分离性)在逻辑上的递进阶段。
