← 阿摩尼乌斯·赫尔米埃

波菲利《导论》注释

§34.15-36.7

柏拉图式辩证法的四个组成部分及其功用

阿摩尼奥斯注释了波菲利关于五位词功用的语句,阐述了柏拉图式辩证法的四个组成部分(划分法、定义法、论证法与分析法)的次序及其各自的功能与实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#1

" p. 1,5 Εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρησίμης οὔσης τῆς τούτων θεωρίας." Χρὴ εἰδέναι πρῶτον, ὡς ἄλλη ἐστὶν ἡ κατὰ Ἀριστοτέλην διαλεκτικὴ καὶ ἄλλη ἡ κατὰ Πλάτωνα· ἡ μὲν γὰρ κατὰ Ἀριστοτέλην διαλεκτικὴ δόξαις ἕπεται πενταχῶς, ὡς ἐν Τοπικοῖς διέταξεν, ἡ δὲ κατὰ Πλάτωνα τετραχῶς γίνεται, κατὰ διαίρεσιν καὶ ὁρισμὸν καὶ ἀπόδειξιν καὶ ἀνάλυσιν. τὸ οὖν χρήσιμον εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρήσιμον ἔσται δῆλον ὅτι καὶ εἰς τὴν κατὰ Πλάτωνα διαλεκτικήν· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ πρὸς πᾶσαν φιλοσοφίαν. εἰσὶ δέ, ὡς εἴρηται, διαιρετικὴ ὁριστικὴ ἀποδεικτικὴ καὶ ἀναλυτική. οὕτως οὖν ἐκληπτέον τὸν νοῦν τοῦ χωρίου, ὡς ἂν εἰ ἔλεγεν ὁ Πορφύριος ὅτι1 τοῦτο τὸ σύγγραμμα οὐ μόνον εἰς τὰ τῶν φιλοσόφων συγγράμματα συμβάλλεται, ἀλλ’ ὡς εἰ καὶ μὴ ἦν συγγράμματα, εἰς αὐτὰς τὰς τῶν φιλοσόφων μεθόδους συμβάλλεται, δι’ ὧν δύνανται εὑρεῖν οἱ φιλόσοφοι ἕκαστον τῶν πραγμάτων. τί δέ ἐστιν ἑκάστης τούτων ἔργον, κατὰ τάξιν εἴπωμεν. Διαιρετικῆς μὲν γὰρ ἔργον ἐστὶ τὸ διαιρεῖν τὸ προτεθὲν γένος εὐτάκτως εἰς τὰς οἰκείας διαφοράς, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον εἰς θνητὸν καὶ ἀθάνατον, καὶ μὴ λέγειν ὅτι τοῦ ζῴου τὸ μέν ἐστιν ἄνθρωπος τὸ δὲ ἵππος τὸ δὲ ἄλλο τι καὶ ἄλλο· ἐοίκασι γὰρ οὗτοι, ὡς ὁ θεῖός φησι Πλάτων, τοῖς κακῶς τέμνουσι μαγείροις καὶ μὴ κατ’ ἄρθρα τὰ ὄψα,2 τοῦτ’ ἔστιν ἰδιώταις καὶ ἀμεθόδοις ἀνδράσιν. ὁριστικῆς δέ ἐστι τὸ τὸν ὁρισμὸν οἰκείως ἑκάστου τῶν πραγμάτων ἀποδιδόναι. οὗτος δὲ ἕπεται τῷ διαιρετικῷ πρώτῳ ὄντι, ἐπειδὴ καὶ χρῄζει αὐτοῦ· οἱ γὰρ ὁρισμοὶ ἐκ γένους εἰσὶ καὶ συστατικῶν διαφορῶν· ἐκ τοῦ οὖν διαιρεθέντος ἤδη γένους ὁ ὁριστικὸς ἐκλέγεται τὰ χρήσιμα πρὸς τὸν ὁρισμόν, οἷον διαιρεθέντος τοῦ ἐμψύχου εἰς ζῷον καὶ φυτὸν καὶ τοῦ ζῴου εἰς λογικὸν καὶ ἄλογον εἰς θνητὸν καὶ ἀθάνατον, ὁ ὁριστικὸς βουλόμενος τὸν ἄνθρωπον ὁρίσασθαι ἐκλέγεται τὸ ζῷον τὸ λογικὸν καὶ τὸ θνητόν. ἀποδεικτικῆς δὲ ἔργον τὸ τὴν ἀπόδειξιν τῶν πραγμάτων ποιεῖσθαι ἐξ αὐτῆς τῆς ἰδίας αὐτῶν οὐσίας· οὐ γὰρ ὥσπερ οἱ ῥήτορες ἐξ ἐνδόξων καὶ πιθανῶν προτάσεων τὰς πίστεις φέρουσι, τοιοῦτόν τι χρῆμά ἐστιν ἡ ἀπόδειξις,3 ἀλλ’ ὥσπερ ὁ Πλάτων τὸν περὶ τῆς ἀθανασίας τῆς ψυχῆς λόγον ἀποδεῖξαι βουλόμενος τῷ λόγῳ τῆς οὐσίας αὐτῆς ἐχρήσατο, λέγων ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. οὕτω χρὴ καὶ τὸν ἀποδεῖξαι βουλόμενον ποιεῖν· αἱ γὰρ ὄντως ἀποδείξεις ἐκ τῶν ὁρισμῶν γίνονται· οἱ γὰρ ὁρισμοὶ δηλοῦσι τὴν φύσιν τοῦ πράγματος, καὶ δεῖ τὰς ἀποδείξεις γίνεσθαι ἐκ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων καὶ οὐκ ἐκ τῶν ἔξωθεν παρεπομένων οὐκ ἀναγκαίως. ὥστε οὖν τρίτην τάξιν ἐπέχει ἡ ἀπόδειξις, εἴ γε τῷ ὁριστικῷ κέχρηται, ὁ δὲ ὁριστικὸς τῷ διαιρετικῷ. ἀναλυτικῆς δὲ ἔργον τὸ τὰ σύνθετα ἀναλύειν εἰς τὰ ἁπλᾶ, ἐξ ὧν σύγκεινται, οἷον τὸν λόγον εἰς ὀνόματα καὶ ῥήματα, καὶ ταῦτα εἰς τὰς συλλαβάς, καὶ ταύτας εἰς τὰ στοιχεῖα. καὶ ταῦτα μὲν οἱ γραμματικοί. οἱ δὲ φιλόσοφοι ἐπὶ τῶν πραγμάτων, οἷον τὸν ἄνθρωπον εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, καὶ ταῦτα εἰς ὀστᾶ καὶ σάρκας καὶ νεῦρα, καὶ ταῦτα εἰς τὰ τέσσαρα στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος.

“因为对这些的考察,既对于给出定义,又总体上对于涉及划分与论证的诸事项都是有用的。” 首先应当知晓的是,亚里士多德那里的辩证法是一回事,柏拉图那里的则是另一回事;因为亚里士多德那里的辩证法如他在《论题篇》中所安排的那样,以五种方式遵循意见,而柏拉图那里的辩证法则以四种方式进行,即通过划分、定义、论证与分析。因此,既对于给出定义有用,又对于涉及划分与论证的事项有用的东西,显然对于柏拉图那里的辩证法也将是有用的;而如果是这样,显然对于整个哲学也是有用的。正如已说过的,它们是划分法、定义法、论证法与分析法。因此,应当这样理解这段话的涵义,犹如波菲利在说:这部著作不仅对哲学家的著作有所助益,而且即便没有著作存在,它对于哲学家借以能够发现每一事物的方法本身亦有所助益。这些方法各自的功能是什么,让我们按次序来谈。 划分法的功能在于依规矩将所提出的属划分为其特有的种差,例如将动物划分为理性的与非理性的、必死的与不死的,而不是说动物中一者是人,另一者是马,另一者是别的某物;因为神圣的柏拉图说,这样的人就像那些笨拙地割肉而不顺着关节下刀的厨师,亦即外行与无条理的人。 定义法的功能在于适当地给出每一事物的定义。这一方法随在作为第一者的划分法之后,因为这也需要划分法;因为定义由属和构成性种差组成。因此,从已经划分完毕的属中,从事定义者挑选出对定义有用的东西,例如,当有生命之物已被划分为动物和植物,动物已被划分为理性的与非理性的、必死的与不死的之后,想要给人下定义的从事定义者便挑选出动物、理性的与必死的。 论证法的功能在于从事物特有的实体自身出发进行事物的论证;因为论证并非像修辞学家从公认的与具说服力的前提引出确信那样一类的事情,而是犹如柏拉图想要论证关于灵魂不死的论述时,运用了其本质自身的定义,说灵魂是自我运动的,自我运动者是永恒运动的,永恒运动者是不死的,所以灵魂是不死的。想要进行论证的人亦必须如此行事;因为真正的论证来自定义;因为定义揭示了事物的本性,而论证必须来自事物的本性本身,而不是来自外在非必然地随附之物。所以,论证占据第三位,既然它确实使用了定义法,而定义法又使用了划分法。 分析法的功能在于将复合之物分析为其所由构成的单纯之物,例如将言语分析为名词和动词,将这些分析为音节,将音节分析为字母[构成要素]。文法学家做这些事情。而哲学家则在实在事物上做,例如将人分析为头、双手与双脚,将这些分析为骨、肉与筋,将这些分析为四元素,而将四元素分析为质料与形式。

语法注3 条
  1. 2.3ὡς ἂν εἰ ἔλεγεν ὁ Πορφύριος ὅτι

    连词 ὡς ἂν εἰ 后接未完成过去时直陈式 ἔλεγεν,构成反事实的比较方式从句(“犹如波菲利在说……”),用以修饰主句中的非人称动形容词 ἐκληπτέον(“应当理解”)。

  2. 2.3τοῖς κακῶς τέμνουσι μαγείροις καὶ μὴ κατ’ ἄρθρα τὰ ὄψα

    分词 τέμνουσι 与与格名词 μαγείροις 一致,并支配宾格 τὰ ὄψα(“肉肴”)作为直接宾语。κατ’ ἄρθρα 是用作副词的前置词短语(“依照关节”),否定词 μή 否定该分词所表述的方式。该句直接化用了柏拉图《斐德罗篇》265e中拙劣庖丁解肉的比喻。

  3. 2.3οὐ γὰρ ὥσπερ οἱ ῥήτορες ἐξ ἐνδόξων καὶ πιθανῶν προτάσεων τὰς πίστεις φέρουσι, τοιοῦτόν τι χρῆμά ἐστιν ἡ ἀπόδειξις

    句子的核心结构是 οὐ... τοιοῦτόν τι χρῆμά ἐστιν ἡ ἀπόδειξις, ὥσπερ οἱ ῥήτορες... φέρουσι(“论证并非像修辞学家带来……那样的一种事物”),其中比较从句 ὥσπερ... 被倒装前置在表语短语 τοιοῦτόν τι χρῆμα 之前。后文由 ἀλλ' ὥσπερ ὁ Πλάτων... ἐχρήσατο 构成反衬呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:34.15-36.7