- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:32.20-34.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼乌斯通过区分实体性概念(属、种差、种)与外加概念(固有属性、偶性)阐明了波菲利排列次序的必然性,并藉由范畴的绝对考察与相对考察之分,解释了偶性自身虽可分为属与种却为何能与属和种相对划分的问题。
ἄλλως τε δὲ μερικώτερόν ἐστι τοῦ γένους ἡ διαφορά, καθὸ ὑπὸ τὸ γένος πέπτωκε, καθολικώτερον δὲ τοῦ εἴδους, καθὸ αὕτη δύο τινῶν ἐστι περιεκτικὴ τοῦ λογικοῦ τε καὶ ἀλόγου, ὑφ’ ἃ πάντα τὰ ζῷα πέπτωκε. τὸ δὲ εἶδος ἑνὸς μόνου ἐστὶ περιεκτικὸν οἷον ἀνθρώπου ἵππου ἢ ἄλλου τινός. τὸ δὲ ἴδιον ἑνὶ μόνῳ εἴδει ὑπάρχει, οἷον ἴδιον τοῦ ἀνθρώπου τὸ γελαστικὸν λέγεται· αὐτῷ γὰρ μόνῳ ὑπάρχει καὶ παντί. συμβεβηκὸς δέ ἐστι τὸ δυνάμενον δίχα τινὸς βλάβης ἀπογενέσθαι τοῦ ἐν ᾧ ἐστιν, οἷον λευκὸν μέλαν καθῆσθαι ἑστάναι. τούτων οὖν τὰ μὲν συμπληρωτικά ἐστι τῆς οὐσίας ἤγουν τῆς ὑπάρξεως, τὸ γένος καὶ τὸ εἶδος καὶ ἡ τούτων μέση διαφορά, ἅτινα οὐσιώδη καλεῖται· ταῦτα γὰρ συμπληρωτικά εἰσι παντὸς ζῴου· ἕκαστον γὰρ τούτων τῶν τριῶν μετέχει, οἷον Σωκράτης, καθὸ μὲν ζῷον, ἔχει τὸ γένος, καθὸ δὲ λογικὸν θνητόν, ἔχει τὴν διαφοράν, καθὸ δὲ ἄνθρωπος, τὸ εἶδος· ὁμοίως δὲ καὶ Πλάτων καὶ Ἀλκιβιάδης. τὰ δὲ ἄλλα δύο ἐπεισοδιώδη καλεῖται, τὸ ἴδιον λέγω καὶ τὸ συμβεβηκός, διότι οὐδὲν εἰς τὸν τῆς οὐσίας τοῦ ὑποκειμένου συμβάλλεται λόγον. ὧν τὸ μὲν ἴδιον πλησιέστερον ὑπάρχει τῶν οὐσιωδῶν, ἐπειδὴ ἀεὶ ὑπάρχει τινί, τὸ δὲ συμβεβηκὸς πόρρω ὑπάρχει, ἐπειδὴ πῇ μὲν ὑπάρχει πῇ δὲ οὐχ ὑπάρχει. τὰ αὐτὰ δὲ καὶ χωριστὰ καλεῖται, ἐπειδὴ κατ’ ἐπίνοιαν χωριζόμενα οὐδὲν λυμαίνεται τῇ οὐσίᾳ τοῦ ὑποκειμένου, ἐπειδὴ εἰ τοῦτο ἦν, ἔδει τοὺς μέλανας ἀνθρώπους μὴ εἶναι,1 ὅπερ ἄτοπον, κἂν τοῦ γελᾶν δὲ τὴν δύναμιν ἀποβάλλωμεν, οὐδὲν ἧττόν ἐσμεν ἄνθρωποι πάσας τὰς τῶν ἀνθρώπων ἐνεργείας ἐνεργοῦντες. τούτων οὖν οὕτως ἐχόντων ὅρα πῶς ὁ Πορφύριος κατὰ τάξιν προῆλθε· προέταξε μὲν γὰρ τὰ οὐσιώδη καὶ συμπληρωτικὰ τῆς οὐσίας, ὕστερον δ’ ἔταξε τὰ ἐπεισοδιώδη. καὶ πάλιν τῶν οὐσιωδῶν προέταξε μὲν πρῶτον τὸ γένος ὡς καθολικώτερον, εἶτα τὴν διαφορὰν ὡς τούτου μερικωτέραν, εἶτα τὸ εἶδος ὡς ταύτης μερικώτερον. τῶν δὲ ἐπουσιωδῶν ἐπειδὴ τὸ μὲν ἴδιον πλησιέστερόν ἐστι τῆς οὐσίας, προέταξε μὲν αὐτὸ ὡς καὶ μᾶλλον συγγενέστερον τοῖς εἰρημένοις, τὸ δὲ συμβεβηκὸς τῆς ἐσχάτης τετύχηκε τάξεως ὡς μὴ κοινωνοῦν τοῖς εἰρημένοις καὶ αὐτὸ μόνον γινόμενόν τε καὶ ἀπογινόμενον χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Ζητῆσαι δὲ ἄξιον, πῶς ἀντιδιῄρηται τῷ γένει καὶ τῷ εἴδει τὸ συμβεβηκός, καίτοι καὶ αὐτὸ τὸ συμβεβηκὸς εἰς εἴδη τε καὶ γένη τεμνόμενον.2 λέγω τοίνυν ὡς ἄλλο τί ἐστι σκοπεῖν ἕκαστον τῶν δέκα κατηγοριῶν, καθὸ ἔχει τὸ εἶναι ἀσχέτως, καὶ ἄλλο ὡς ἀνειληφὸς πρὸς ἕτερον σχέσιν· ἡνίκα μὲν γὰρ αὐτὸ καθ’ αὑτὸ ἕκαστον ὅ τι ποτέ ἐστι σκοποῦμεν, φαμὲν τὸ μέν τι εἶναι οὐσίαν τὸ δὲ ποσὸν τὸ δὲ ποιὸν καὶ τὰ λοιπά· ὅταν δὲ ἀπίδωμεν εἰς τὰς μετὰ τὴν οὐσίαν κατηγορίας ὡς μὴ ὑφεστηκυίας καθ’ αὑτὰς ἀλλὰ δεομένας ἐκείνης πρὸς ὕπαρξιν, συμβεβηκέναι αὐτὰς τῇ οὐσίᾳ φαμέν. πάλιν ἐν ἑκάστῃ τῶν κατηγοριῶν ὅταν ἀποβλέψαντες ἴδωμεν τὸ μέν τι καθολικώτερον τὸ δὲ εἰδικώτερον τὸ δὲ ᾧ τὰ εἰδικώτερα τέμνεται ἀπὸ τῶν γενικωτέρων, τούτων τὸ μέν τι καλοῦμεν γένος τὸ δὲ διαφορὰν τὸ δὲ εἶδος· ὥστε τὸ αὐτὸ ἄλλως μὲν θεωρούμενον γένος λέγεται ἢ εἶδος ἢ διαφορὰ (καθὸ οὐδὲν διαφέρουσι κατὰ τὰς κατηγορίας),3 ἄλλως δὲ τὸ μέν τι οὐσία τὸ δὲ συμβεβηκός.
而在另一层面上,种差亦比属更为特殊,因为它归属于属之下;但它比种更为普遍,因为它包含了理性的与非理性的这两者,而所有的动物都归属于这两者之下。然而种只包含单一者,例如人、马或其他某物。固有属性只属于单一的种,例如会笑被称为人的固有属性;因为这只属于他,且属于一切[人]。而偶性则是指能够在对其所在之物毫无损害的情况下脱离者,例如白、黑、坐、立。因此,在这些之中,有些是实体亦即存有的补足成分,即属、种以及处于它们中间的种差,它们被称为实体性的;因为这些是每一动物的补足成分;因为每个个别者都分有这三者,例如苏格拉底作为动物具有属,作为理性的与必死的具有种差,作为人具有种;柏拉图与阿尔基比亚德亦同样如此。而其余两者则被称为外加的,我指固有属性与偶性,因为它们对底层物实体的定义毫无贡献。在这两者中,固有属性与实体性者更为贴近,因为它始终属于某物;而偶性则相距较远,因为它时而属于,时而并不属于。同样是这些亦被称为可分离的,因为在概念中被分离时,它们对底层物的实体毫无损毁,因为若不然,黑人便应当不存在了,而这是荒谬的;即使我们丧失了笑的能力,我们从事人类的一切活动,却依然完全是人。既然这些事如此,且看波菲利是如何按序进行的;因为他将实体性的以及实体的补足成分置于前,随后排列了外加的。而又在实体性者之中,他首先将属作为更普遍者置于前,然后将种差作为比之更特殊者,接着将种作为比种差更特殊者置于后。而在附随于实体者之中,既然固有属性更接近实体,他便将之置于前,作为与前述者更为相近者;而偶性则得到了最后的序列,因为它不与前述者共有,并且唯有它是可以在底层物不毁灭的情况下产生与消失的。 值得探究的是,既然偶性本身亦被分割为诸种与诸属,为何偶性会与属和种相对划分。我因而主张,考察十个范畴的每一者,就其无关系地拥有存在而言是一回事,而将其视为承担了对他者的关系则是另一回事;因为当我们就其自身考察每一者究竟是什么时,我们便说一者是实体,另一者是数量,另一者是性质,其余类推;但当我们注视实体之后的诸范畴,将它们视为自身并不自立而是需要实体以获致存有时,我们便说它们附随于实体。反之,在每一个范畴中,当我们放眼看去,见到一者更为普遍,另一者更为特殊,而另一者是借以将更为特殊的从更为普遍的中划分出来的,我们便称这些之中的一者为属,另一者为种差,另一者为种;因此,同一事物以一种方式被审视时被称为属、种或种差(就它们在范畴上毫无区别而言),而以另一种方式被审视时,一者是实体,另一者是偶性。
- 2.2ἐπειδὴ εἰ τοῦτο ἦν, ἔδει τοὺς μέλανας ἀνθρώπους μὴ εἶναι
非现实条件句(与事实相反的虚拟)。对应于条件从句 εἰ τοῦτο ἦν,归结从句的主要动词 ἔδει 是表达必然性的非人称未完成过去时直陈式,在无需伴随 ἄν 的情况下即可表示与事实相反的推论(“黑人便应当不存在了[但实际上并非如此]”)。
- 2.2καίτοι καὶ αὐτὸ τὸ συμβεβηκὸς εἰς εἴδη τε καὶ γένη τεμνόμενον
由 καίτοι 引导现在分词 τεμνόμενον 构成的让步分词结构。分词与主格名词 τὸ συμβεβηκός 结合,在 καίτοι(“尽管/然而”)的引导下起到相当于让步状语从句的作用(“尽管偶性本身亦被分割为……”)。
- 2.2καθὸ οὐδὲν διαφέρουσι κατὰ τὰς κατηγορίας
由 καθό(“就……而言”)引导的限定从句。其未明示的主语在语境上指代前文的“属、种或种差”,意为“就它们在范畴上互无差别而言”(即在任何范畴内部都同样存在属、种差与种)。
