- 底本
- Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.3, ed. A. Busse, Berlin: Reimer 1891, pp. 1-128. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg001.humanitext-grc1:36.7-38.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯梳理了辩证法的四种方法(划分、定义、论证、分析)之间的关系,并从底层载体与关系的区别以及就我们而言的认识次序,解释了波菲利为何仅提及其中三种(略去分析)且将定义置于划分之前这一疑难。
χρώμεθα δὲ τῇ ἀναλυτικῇ καὶ ἐπὶ συλλογισμῶν ἀναλύοντες αὐτοὺς εἰς τὰς προτάσεις καὶ ταύτας εἰς τοὺς ὅρους, ὡς ἐν τοῖς Ἀναλυτικοῖς διδάσκει. πρώτη οὖν πασῶν ἡ διαιρετική, δευτέρα ἡ ὁριστική, τρίτη ἡ ἀποδεικτική, τετάρτη ἡ ἀναλυτική. τῶν δὲ τριῶν μόνων ἐμνημόνευσε, διότι τὸ βιβλίον εἰς ταῦτά ἐστι χρήσιμον· διδάσκει γὰρ περὶ γενῶν καὶ διαφορῶν. ἡ μὲν δὴ διαιρετικὴ διαιρεῖ εὐτάκτως τὰ γένη εἰς τὰ εἴδη διὰ τῶν οἰκείων διαφορῶν, ἡ δὲ ὁριστικὴ ὁρίζεται ἐκ γένους καὶ διαφορῶν, ἡ δὲ ἀποδεικτικὴ τὰς ἀποδείξεις ποιεῖται ἐκ τῶν ὁρισμῶν, οἱ δὲ ὁρισμοί, ὡς εἴρηται, ἐκ γένους καὶ συστατικῶν διαφορῶν. [ἄλλως τε διὰ τὸ τὰς τρεῖς ἀλλήλων δεῖσθαι· τῆς μὲν γὰρ διαιρετικῆς χρήζει ἡ ὁριστική, ἡ δὲ ἀποδεικτικὴ ἀμφοτέρων, εἴ γε ὁ ἀποδεικνύων τοὺς ὁρισμοὺς τῶν πραγμάτων λαμβάνει διὰ τὸ γνῶναι τὴν οὐσίαν τοῦ πράγματος, ἡ δὲ ὁριστικὴ χρῄζει τῆς διαιρετικῆς. ἡ δὲ ἀναλυτικὴ οὐδεμιᾶς χρῄζει· τῇ μὲν γὰρ διαιρετικῇ ἐναντιοῦται, καθὸ ἐκείνη μὲν ἓν λαμβάνουσα πολλὰ ποιεῖ, ἡ δὲ ἀναλυτικὴ εἰς ἓν τελευτᾷ· λαμβάνουσα γὰρ καὶ ἀναλύουσα τὸν ἄνθρωπον ποιεῖ εἰς μόρια, καὶ ταῦτα εἰς χυμούς, καὶ τοὺς χυμοὺς εἰς στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος· τὰ γὰρ στοιχεῖα ἐξ ὕλης καὶ εἴδους σύγκειται. ἄλλως τε ὅτι ἡ μὲν διαιρετικὴ πρόεισιν ἀπὸ τῶν ἁπλῶν ἐπὶ τὰ σύνθετα, ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλούστερα. τῷ δὲ ὁριστικῷ,1 καθὸ οὗτος μὲν συναπτικός ἐστι τῆς οὐσίας, ἐκείνη δὲ διαλυτική. ἄλλως τε εἰ τῷ διαιρετικῷ ἐναντιοῦται, οὗτινος ὁ ὁριστικὸς χωρὶς οὐ δύναται ὁρίσαι, δῆλον ὅτι καὶ τῷ ὁριστικῷ. ἀλλὰ δὴ καὶ τῷ ἀποδεικτικῷ· εἰ γὰρ ἡ ἀπόδειξις χρῄζει τῆς ὁριστικῆς καὶ διαιρετικῆς, ταύταις δ’ ἐναντιοῦται ἡ ἀναλυτική, καὶ τῇ ἀποδεικτικῇ ἄρα ἐναντιοῦται ἡ ἀναλυτική. καὶ διὰ τί τῆς ὁριστικῆς πρῶτον ἐμνημόνευσε, καὶ μὴ τῆς διαιρετικῆς, καὶ ταῦτα πρώτης ὑπαρχούσης; ἐπειδήπερ προκείμενον ἦν αὐτῷ τῶν προτεθέντων τοὺς ὁρισμοὺς ἀποδοῦναι. διαφέρει δὲ ἡ σύνθεσις τῆς ἀναλύσεως κατὰ μὲν τὸ ὑποκείμενον οὐδέν· ὥσπερ γὰρ τὸ ἄναντες ἐστι πάντως καὶ κάταντες, οὕτως καὶ ἡ ἀνάλυσις πάντως ἐστὶ καὶ σύνθεσις. κατὰ δὲ τὴν σχέσιν διαφέρει (ὅταν μὲν γὰρ ἄνωθεν πρόεισιν καὶ ἐκ τῶν πρώτων ἀρχῶν ἐπὶ τὰ ἔσχατα, σύνθεσίς ἐστιν, ὅταν δ’ ἐκ τῶν ἐσχάτων ἐπὶ τὰς πρώτας ἀρχὰς ἀναβαίνῃ, ἀνάλυσις) καὶ ὅτι ἡ μὲν σύνθεσις πρὸς τὸ σύνθετον τελευτᾷ, ἡ δὲ ἀνάλυσις πρὸς τὸ ἁπλοῦν. ὁ γὰρ ἀναλύων σύνθετόν τι δῆλον ὅτι ἀναλύει, εἴ γε μὴ μέλλοι ταλαιπωρεῖν καὶ ἀδύνατα μοχθεῖν ἁπλοῦν ἀναλῦσαι σπεύδων· τὸ δὲ σύνθετον ἐκ πλειόνων σύγκειται· οὐκοῦν ὁ ἀναλύων εἰς πλείονα ἀναλύει. ψεῦδος ἄρα τὸ τὴν ἀνάλυσιν εἰς ἁπλοῦν ἀναλύειν τὸ σύνθετον.2 καὶ τοῦτο μὲν ἐγγὺς ἀληθές, πλὴν ἔστιν εἰπεῖν, ὅτι εἰς προσεχῆ μὲν πλείονα ἀναλύει, τὸ δὲ ἔσχατον οὔ. ἔδει οὖν εἰδέναι, ὡς σαφῶς εἰπεῖν, ὅτι τὸ ἁπλοῦν μὲν εἰς πολλὰ συντίθεται, εἰς οὐδὲν δὲ ἀναλύεται, τὸ δὲ ἔσχατον συντεθὲν ἀναλύεται μὲν εἰς πλείονα, εἰς τὸ ἀνώτατον δὲ συντίθεται οὐκέτι. ἀποροῦσι δέ τινες, διὰ τί τὸν ὁρισμὸν ὕστερον ὄντα τῆς διαιρέσεως προέταξε. καί φαμεν ὅτι πρῶτον μὲν ὡς ἐν ὑποκειμένῳ ἀδιάφορόν ἐστι ὁπωσοῦν συντάττειν, ἔπειτα δὲ καὶ ὡς πρὸς ἡμᾶς πρῶτόν ἐστι τὰ σύνθετα τὰ διὰ τοῦ ὁρισμοῦ γνωριζόμενα, ὥστε εἰ καὶ μὴ εἰκῇ συνέταττεν, εἰκότως τὸν ὁρισμὸν προέταξε. τὴν δὲ ἀνάλυσιν διὰ τοῦτο παρέλιπεν εἰπεῖν ἴσως, ὅτι ταὐτόν ἐστι τῇ συνθέσει τῷ ὑποκειμένῳ κατὰ τὴν σχέσιν μόνον, ὡς προείρηται, διαλλάττουσα].3
我们在三段论上也使用分析法,将它们分析为前提,再将前提分析为词项,正如他在《分析篇》中所教导的那样。因此,所有方法中最先的是划分法,其次是定义法,第三是论证法,第四是分析法。而他仅提到了其中三种,是因为这部书对于这三种是有用的;因为它教授关于属和种差的知识。划分法确实通过固有的种差将属有条理地划分为种,定义法由属和种差作出定义,论证法由定义作出论证,而定义正如已说过的,是由属和构成性种差组成的。[此外,还因为这三种方法彼此需要;因为定义法需要划分法,而论证法需要两者,既然进行论证者为了认识事物的实体而采用事物的定义,而定义法需要划分法。然而分析法哪一个也不需要;因为一方面它与划分法对立,在于前者取一物而作成多物,而分析法以一为终结;因为取人而分析之,它将人作成[分解为]各部分,再将这些化为体液,体液化为元素,元素化为质料与形式;因为元素是由质料与形式构成的。此外,划分法从单纯之物走向复合之物,而分析法从复合之物走向更单纯之物。并且[它与]定义法[对立],在于后者结合实体,而前者消解实体。此外,如果它与划分法对立,而从事定义者离了划分法则无法下定义,那么显然它也与定义法对立。而且它确实也与论证法对立;因为如果论证需要定义法和划分法,而分析法与这两者对立,那么分析法显然也与论证法对立。而且为什么他首先提到了定义法,而不是划分法,尤其是划分法本是居先的?因为对他而言,摆在面前的任务是给出所提诸项的定义。组合与分析在底层载体上毫无区别;因为正如上坡路完全也就是下坡路一样,分析完全也是组合。然而在关系上它们有区别(因为当它从上、从最初始的本原走向最末端之物时,是组合;而当它从最末端之物上升到最初始的本原时,是分析),并且组合以复合之物为终点,而分析以单纯之物为终点。因为从事分析者显然是在分析某种复合之物,除非他打算徒劳受累并为不可能之事劳顿,急于去分析单纯之物;而复合之物是由较多之物组成的;因此从事分析者是分解为较多之物。所以,说分析是将复合之物分析为单纯之物,这是错误的。而这种说法虽切近真理,但可以这样说:它是分析为直接邻近的较多之物,但对于最终之物则不然。因此应当明确知晓的是:单纯之物被组合为多物,却不被分析为何物;而最终合成之物被分析为较多之物,却不再被组合为最高之物。但有些人感到困惑:既然定义在划分之后,为何他将它置于前面?我们说,首先,在底层载体上无论怎样安排都是无差别的;其次,就我们而言,居先的是通过定义而被认识的复合之物,所以即便他不是随意安排,合乎情理地将定义置于前面也是正当的。而他省去不说分析,或许是因为,正如前文已说过的,它在底层载体上与组合相同,仅在关系上有所区别]。
- 2.3τῷ δὲ ὁριστικῷ
承前句“τῇ μὲν γὰρ διαιρετικῇ ἐναντιοῦται”而省略了动词 ἐναντιοῦται。与格 τῷ ὁριστικῷ 作该省略动词的补足语。
- 2.3ψεῦδος ἄρα τὸ τὴν ἀνάλυσιν εἰς ἁπλοῦν ἀναλύειν τὸ σύνθετον
带冠词的不定式短语 τὸ τὴν ἀνάλυσιν εἰς ἁπλοῦν ἀναλύειν τὸ σύνθετον 作主语,ψεῦδος 作谓表语,系动词 ἐστί 被省略。在不定式内部,对格 τὴν ἀνάλυσιν 是不定式 ἀναλύειν 的逻辑主语,而 τὸ σύνθετον 则是其直接宾语。
- 2.3διαλλάττουσα
阴性单数主格分词 διαλλάττουσα 与从句中的主语(即由上下文补出的 ἡ ἀνάλυσις)在性数格上保持一致,结合介词短语 κατὰ τὴν σχέσιν μόνον,表述其“仅在关系上有所差异”。
